§11.4.1Ἀλβανοὶ δὲ ποιμενικώτεροι καὶ τοῦ νομαδικοῦ γένους ἐγγυτέρω, πλὴν ἀλλʼ οὐκ ἄγριοι· ταύτῃ δὲ καὶ πολεμικοὶ μετρίως.
阿尔巴尼亚人更倾向于游牧,更接近游牧部落,但他们并不野蛮;因此,他们也具有适度的战斗性。
οἰκοῦσι δὲ μεταξὺ τῶν Ἰβήρων καὶ τῆς Κασπίας θαλάττης, πρὸς ἕω μὲν ἁπτόμενοι τῆς θαλάττης, πρὸς δύσιν δὲ ὁμοροῦντες τοῖς Ἴβηρσι·
他们居住在伊比利亚人和卡斯皮海之间,东面临海,西面与伊比利亚人接壤。
τῶν δὲ λοιπῶν πλευρῶν τὸ μὲν βόρειον φρουρεῖται τοῖς Καυκασίοις ὄρεσι (ταῦτα γὰρ ὑπέρκειται τῶν πεδίων, καλεῖται δὲ τὰ πρὸς τῇ θαλάττῃ μάλιστα Κεραύνια), τὸ δὲ νότιον ποιεῖ ἡ Ἀρμενία παρήκουσα, πολλὴ μὲν πεδιὰς πολλὴ δὲ καὶ ὀρεινή, καθάπερ ἡ Καμβυσηνή, καθʼ ἣν ἅμα καὶ τοῖς Ἴβηρσι καὶ τοῖς Ἀλβανοῖς οἱ Ἀρμένιοι συνάπτουσιν.
在其余的几面中,北面由高加索山脉防护(因为这些山脉耸立在平原之上,最靠近海的部分尤其被称为凯劳尼亚山脉),南面则由延伸其旁的亚美尼亚构成,这里像坎比塞内一样,大部分是平原,大部分也是山地,在此处亚美尼亚人同时与伊比利亚人和阿尔巴尼亚人接壤。
§11.4.2ὁ δὲ Κῦρος ὁ διαρρέων τὴν Ἀλβανίαν καὶ οἱ ἄλλοι ποταμοὶ οἱ πληροῦντες ἐκεῖνον ταῖς μὲν τῆς γῆς ἀρεταῖς προσλαμβάνουσι, τὴν δὲ θάλατταν ἀλλοτριοῦσιν.
流经阿尔巴尼亚的库鲁斯河以及汇入该河以增加水量的其他河流,虽然增进了土地的肥沃,却使海洋疏远。
ἡ γὰρ χοῦς προσπίπτουσα πολλὴ πληροῖ τὸν πόρον, ὥστε καὶ τὰς ἐπικειμένας νησῖδας ἐξηπειροῦσθαι καὶ τενάγη ποιεῖν ἀνώμαλα καὶ δυσφύλακτα· τὴν δʼ ἀνωμαλίαν ἐπιτείνουσιν αἱ ἐκ τῶν πλημμυρίδων ἀνακοπαί.
因为大量涌入的泥沙填满了水道,以至于临近的岛屿也与大陆相连,并形成了不规则且难以防备的浅滩;而潮汐引起的逆流更加剧了这种不规则性。
καὶ δὴ καὶ εἰς στόματα δώδεκά φασι μεμερίσθαι τὰς ἐκβολάς, τὰ μὲν τυφλὰ τὰ δὲ παντελῶς ἐπίπεδα ὄντα καὶ μηδὲ ὕφορμον ἀπολείποντα· ἐπὶ πλείους γοῦν ἢ ἑξήκοντα σταδίους ἀμφικλύστου τῆς ᾐόνος οὔσης τῇ θαλάττῃ καὶ τοῖς ποταμοῖς, ἅπαν εἶναι μέρος αὐτῆς ἀπροσπέλαστον, τὴν δὲ χοῦν καὶ μέχρι πεντακοσίων παρήκειν σταδίων θινώδη ποιοῦσαν τὸν αἰγιαλόν.
甚至据说,河口被分成了十二个口,其中一些是封闭的,另一些则完全平浅,甚至没有留下停泊处;至少,由于海岸在六十多斯塔迪翁的长度上被海洋和河流两面冲刷,其所有部分都是无法接近的,泥沙延伸至五百斯塔迪翁之远,使海岸变得多沙。
πλησίον δὲ καὶ ὁ Ἀράξης ἐμβάλλει τραχὺς ἐκ τῆς Ἀρμενίας ἐκπίπτων· ἣν δὲ ἐκεῖνος προωθεῖ χοῦν πορευτὸν ποιῶν τὸ ῥεῖθρον, ταύτην ὁ Κῦρος ἀναπληροῖ.
附近,阿拉克斯川也从亚美尼亚汹涌流下并注入;阿拉克斯川为了使自己的流路畅通而推挤出的泥沙,库鲁斯河将其接纳并堆积起来。
§11.4.3τάχα μὲν οὖν τῷ τοιούτῳ γένει τῶν ἀνθρώπων οὐδὲν δεῖ θαλάττης· οὐδὲ γὰρ τῇ γῇ χρῶνται κατʼ ἀξίαν, πάντα μὲν ἐκφερούσῃ καρπὸν καὶ τὸν ἡμερώτατον, πᾶν δὲ φυτόν· καὶ γὰρ τὰ ἀειθαλῆ φέρει·
或许,这样的人类并不需要海洋;因为他们甚至没有按照土地的价值去利用它,尽管这片土地产出一切果实,包括最适宜栽培的果实,以及一切植物;因为它甚至生长常绿树木。
τυγχάνει δʼ ἐπιμελείας οὐδὲ μικρᾶς
"
ἀλλὰ τάγʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
"
καθάπερ οἱ στρατεύσαντές φασι, Κυκλώπειόν τινα διηγούμενοι βίον·
它甚至没有得到丝毫的照顾, “然而一切皆无须播种、无须耕作而自生,” 正如曾在那里远征的人们所说,他们描绘了一种库克罗普斯式的生活。
πολλαχοῦ γὰρ σπαρεῖσαν ἅπαξ δὶς ἐκφέρειν καρπὸν ἢ καὶ τρίς, τὸν δὲ πρῶτον καὶ πεντηκοντάχουν, ἀνέαστον καὶ ταῦτα οὐδὲ σιδήρῳ τμηθεῖσαν ἀλλʼ αὐτοξύλῳ ἀρότρῳ.
因为据说在许多地方,播种一次便能收获两次甚至三次,且第一次的收成甚至达到五十倍,而且土地既不休耕,也不用铁器开垦,而是用纯木制的犁。
ποτίζεται δὲ πᾶν τὸ πεδίον τοῦ Βαβυλωνίου καὶ τοῦ Αἰγυπτίου μᾶλλον τοῖς ποταμοῖς καὶ τοῖς ἄλλοις ὕδασιν ὥστʼ ἀεὶ ποώδη φυλάττειν τὴν ὄψιν· διὰ δὲ τοῦτο καὶ εὔβοτόν ἐστι· πρόσεστι δὲ καὶ τὸ εὐάερον ἐκείνων μᾶλλον.
整个平原由河流和其他水流灌溉,比巴比伦或埃及更甚,因此始终保持着绿草茵茵的面貌;因此,这里非常适合放牧;此外,其气候也比那些地方更为宜人。
ἄσκαφοι δʼ αἱ ἄμπελοι μένουσαι διὰ τέλους, τεμνόμεναι δὲ διὰ πενταετηρίδος, νέαι μὲν διετεῖς ἐκφέρουσιν ἤδη καρπόν, τέλειαι δʼ ἀποδιδόασι τοσοῦτον ὥστʼ ἀφιᾶσιν ἐν τοῖς κλήμασι πολὺ μέρος.
葡萄藤始终无须掘土,仅每五年修剪一次,幼藤在两年时便已结果,成熟的葡萄藤则产出如此之多,以至于人们在枝条上留下了很大一部分。
εὐερνῆ δʼ ἐστὶ καὶ τὰ βοσκήματα παρʼ αὐτοῖς τά τε ἥμερα καὶ τὰ ἄγρια.
他们的牲畜,无论家养还是野生,也都繁衍得非常好。
§11.4.4καὶ οἱ ἄνθρωποι κάλλει καὶ μεγέθει διαφέροντες, ἁπλοῖ δὲ καὶ οὐ καπηλικοί· οὐδὲ γὰρ νομίσματι τὰ πολλὰ χρῶνται, οὐδὲ ἀριθμὸν ἴσασι μείζω τῶν ἑκατόν, ἀλλὰ φορτίοις τὰς ἀμοιβὰς ποιοῦνται· καὶ πρὸς τἆλλα δὲ τὰ τοῦ βίου ῥᾳθύμως ἔχουσιν.
那里的人在美貌和身材上也很杰出,而且质朴,不善于投机营利;因为他们大部分不用货币,也不晓得大于一百的数字,而是通过货物进行物物交换;对于生活的其他事务,他们也持一种随性的态度。
ἄπειροι δʼ εἰσὶ καὶ μέτρων τῶν ἐπʼ ἀκριβὲς καὶ σταθμῶν, καὶ πολέμου δὲ καὶ πολιτείας καὶ γεωργίας ἀπρονοήτως ἔχουσιν· ὅμως δὲ καὶ πεζοὶ καὶ ἀφʼ ἵππων ἀγωνίζονται, ψιλοί τε καὶ κατάφρακτοι, καθάπερ Ἀρμένιοι.
他们也不懂得精确的度量衡,对于战争、国政和农耕都缺乏预见和计划;然而,他们无论作为步兵还是骑兵,作为轻装步兵还是重装骑兵,都像亚美尼亚人一样战斗。