Humanitext Reader

斯特拉波 · 地理学 §11.2.14-11.2.16

黑海东岸地理与贸易中心迪奥斯库里亚斯

第 347 段,共 577 段 · 希腊语

内容简介

记述了从科罗孔达梅到迪奥斯库里亚斯的黑海东岸地理细节、高加索山脉的特征,并阐述了迪奥斯库里亚斯作为多民族聚集的贸易中心的繁荣景况。

§11.2.14εὐθὺς δʼ οὖν ἀπὸ τῆς Κοροκονδάμης πρὸς ἕω μὲν ὁ πλοῦς ἐστιν.
总之,从科罗孔达梅出发,航线紧接着朝向东方。
ἐν δὲ σταδίοις ἑκατὸν ὀγδοήκοντα ὁ Σινδικός ἐστι λιμὴν καὶ πόλις, εἶτα ἐν τετρακοσίοις τὰ καλούμενα Βατὰ κώμη καὶ λιμήν, καθʼ ὃ μάλιστα ἀντικεῖσθαι δοκεῖ πρὸς νότον ἡ Σινώπη ταύτῃ τῇ παραλίᾳ, καθάπερ ἡ Κάραμβις εἴρηται τοῦ Κριοῦ μετώπῳ·
在一百八十斯塔迪翁处是西恩迪克港和城市,接着在四百斯塔迪翁处是被称为巴塔的村庄和港口,在此处,西诺皮似乎最直接地与该海岸线隔海相望于南方,就像人们说过卡兰比斯之于“公羊之额”一样。
ἀπὸ δὲ τῶν Βατῶν ὁ μὲν Ἀρτεμίδωρος τὴν Κερκετῶν λέγει παραλίαν ὑφόρμους ἔχουσαν καὶ κώμας ὅσον ἐπὶ σταδίους ὀκτακοσίους καὶ πεντήκοντα, εἶτα τὴν τῶν Ἀχαιῶν σταδίων πεντακοσίων, εἶτα τὴν τῶν Ἡνιόχων χιλίων, εἶτα τὸν Πιτυοῦντα τὸν μέγαν τριακοσίων ἑξήκοντα μέχρι Διοσκουριάδος·
自巴塔起,阿尔特米多拉斯说,拥有停泊地和村庄的克尔克泰人海岸延伸约八百五十斯塔迪翁,接着是阿开奥伊人的海岸,长五百斯塔迪翁,再接着是赫尼奥科伊人的海岸,长一千斯塔迪翁,然后是大皮特乌斯,长三百六十斯塔迪翁,直抵迪奥斯库里亚斯。
οἱ δὲ τὰ Μιθριδατικὰ συγγράψαντες, οἷς μᾶλλον προσεκτέον, Ἀχαιοὺς λέγουσι πρώτους, εἶτα Ζυγούς, εἶτα Ἡνιόχους, εἶτα Κερκέτας καὶ Μόσχους καὶ Κόλχους καὶ τοὺς ὑπὲρ τούτων Φθειροφάγους καὶ Σοάνας καὶ ἄλλα μικρὰ ἔθνη τὰ περὶ τὸν Καύκασον.
然而,撰写米特里达特斯战争史的人(对他们应予以更多关注)则说,首先是阿开奥伊人,然后是朱戈伊人,然后是赫尼奥科伊人,然后是克尔克泰人、莫斯霍伊人、科尔基斯人,以及在他们上方的普提罗帕戈伊人、索阿内斯人,以及高加索附近的其他小部落。
κατʼ ἀρχὰς μὲν οὖν ἡ παραλία, καθάπερ εἶπον, ἐπὶ τὴν ἕω τείνει καὶ βλέπει πρὸς νότον, ἀπὸ δὲ τῶν Βατῶν ἐπιστροφὴν λαμβάνει κατὰ μικρόν, εἶτʼ ἀντιπρόσωπος γίνεται τῇ δύσει καὶ τελευτᾷ πρὸς τὸν Πιτυοῦντα καὶ τὴν Διοσκουριάδα· ταῦτα γὰρ τὰ χωρία τῆς Κολχίδος συνάπτει τῇ λεχθείσῃ παραλίᾳ.
因此起初,如我所说,海岸线向东延伸并朝向南方,但从巴塔起,它逐渐转向,然后变得正对西方,并终结于皮特乌斯和迪奥斯库里亚斯;因为科尔基斯的这些地方与上述海岸相接。
μετὰ δὲ τὴν Διοσκουριάδα ἡ λοιπὴ τῆς Κολχίδος ἐστὶ παραλία καὶ ἡ συνεχὴς Τραπεζοῦς καμπὴν ἀξιόλογον ποιήσασα, εἶτα εἰς εὐθεῖαν ταθεῖσά πως πλευρὰν τὴν τὰ δεξιὰ τοῦ Πόντου ποιοῦσαν τὰ βλέποντα πρὸς ἄρκτον.
在迪奥斯库里亚斯之后,科尔基斯其余的海岸及相连的特拉佩祖斯在形成一个显著的弯折后,便向某处延伸成一条直线,构成了黑海的右侧,即朝向北方的部分。
ἅπασα δʼ ἡ τῶν Ἀχαιῶν καὶ τῶν ἄλλων παραλία μέχρι Διοσκουριάδος καὶ τῶν ἐπʼ εὐθείας πρὸς νότον ἐν τῇ μεσογαίᾳ τόπων ὑποπέπτωκε τῷ Καυκάσῳ.
从阿开奥伊人到其他所有人的海岸,直到迪奥斯库里亚斯,以及在内陆正南方的地区,都位于高加索山脉的脚下。
§11.2.15ἔστι δʼ ὄρος τοῦτο ὑπερκείμενον τοῦ πελάγους ἑκατέρου τοῦ τε Ποντικοῦ καὶ τοῦ Κασπίου, διατειχίζον τὸν ἰσθμὸν τὸν διείργοντα αὐτά.
这是一座耸立在黑海和里海这两片海域之上的山脉,像一堵墙一样隔开将它们分离的地峡。
ἀφορίζει δὲ πρὸς νότον μὲν τήν τε Ἀλβανίαν καὶ τὴν Ἰβηρίαν, πρὸς ἄρκτον δὲ τὰ τῶν Σαρματῶν πεδία· εὔδενδρον δʼ ἐστὶν ὕλῃ παντοδαπῇ τῇ τε ἄλλῃ καὶ τῇ ναυπηγησίμῳ.
它在南方界定着阿尔巴尼亚和伊比利亚,在北方界定着萨尔马泰人的平原;它森林茂密,拥有各种木材,尤其是造船所需的木材。
φησὶ δʼ Ἐρατοσθένης ὑπὸ τῶν ἐπιχωρίων καλεῖσθαι Κάσπιον τὸν Καύκασον, ἴσως ἀπὸ τῶν Κασπίων παρονομασθέντα.
埃拉托斯特尼说,高加索被当地人称为卡斯皮乌斯,也许是得名于卡斯皮人。
ἀγκῶνες δέ τινες αὐτοῦ προπίπτουσιν ἐπὶ τὴν μεσημβρίαν, οἳ τήν τε Ἰβηρίαν περιλαμβάνουσι μέσην καὶ τοῖς Ἀρμενίων ὄρεσι συνάπτουσι καὶ τοῖς Μοσχικοῖς καλουμένοις, ἔτι δὲ τῷ Σκυδίσῃ καὶ τῷ Παρυάδρῃ·
它的某些支脉向南突出,这些支脉环抱着伊比利亚的中部,并与阿美尼亚的山脉以及被称为莫斯希克的山脉相连,进而连接着斯库迪塞斯和帕里亚德雷斯。
ταῦτα δʼ ἐστὶ μέρη τοῦ Ταύρου πάντα τοῦ ποιοῦντος τὸ νότιον τῆς Ἀρμενίας πλευρόν, ἀπερρωγότα πως ἐκεῖθεν πρὸς ἄρκτον καὶ προσπίπτοντα μέχρι τοῦ Καυκάσου καὶ τῆς τοῦ Εὐξείνου παραλίας τῆς ἐπὶ Θεμίσκυραν διατεινούσης ἀπὸ τῆς Κολχίδος.
这些全都是托罗斯山脉的一部分,该山脉构成了阿美尼亚的南部边缘,并以某种方式从那里向北裂开,一直延伸到高加索,并达到从科尔基斯延伸到特米斯库拉的黑海海岸。
§11.2.16ἡ δʼ οὖν Διοσκουριὰς ἐν κόλπῳ τοιούτῳ κειμένη καὶ τὸ ἑωθινώτατον σημεῖον ἐπέχουσα τοῦ σύμπαντος πελάγους, μυχός τε τοῦ Εὐξείνου λέγεται καὶ ἔσχατος πλοῦς· τό τε παροιμιακῶς λεχθὲν οὕτω δεῖ δέξασθαι " εἰς Φᾶσιν ἔνθα ναυσὶν ἔσχατος δρόμος, " οὐχ ὡς τὸν ποταμὸν λέγοντος τοῦ ποιήσαντος τὸ ἰαμβεῖον, οὐδὲ δὴ ὡς τὴν ὁμώνυμον αὐτῷ πόλιν κειμένην ἐπὶ τῷ ποταμῷ, ἀλλʼ ὡς τὴν Κολχίδα ἀπὸ μέρους, ἐπεὶ ἀπό γε τοῦ ποταμοῦ καὶ τῆς πόλεως οὐκ ἐλάττων ἑξακοσίων σταδίων λείπεται πλοῦς ἐπʼ εὐθείας εἰς τὸν μυχόν.
总之,迪奥斯库里亚斯位于这样的海湾中,占据着整个海域最东面的位置,被称为黑海的“最深处”和“航行的终点”;而俗语中所说的,也必须如此理解: “至法西斯,舟楫最远之航程,” 这并非因为作此双音步诗行者指的是那条河流,也绝非指位于河畔的同名城市,而是作为局部代指整个科尔基斯,因为从那条河和城市出发,直达最深处仍有不下于六百斯塔迪翁的航程。
ἡ δʼ αὐτὴ Διοσκουριάς ἐστι καὶ ἀρχὴ τοῦ ἰσθμοῦ τοῦ μεταξὺ τῆς Κασπίας καὶ τοῦ Πόντου καὶ ἐμπόριον τῶν ὑπερκειμένων καὶ σύνεγγυς ἐθνῶν κοινόν·
这同一座迪奥斯库里亚斯也是里海与黑海之间地峡的起点,又是上方及邻近部落的共同贸易市场。
συνέρχεσθαι γοῦν εἰς αὐτὴν ἑβδομήκοντα, οἱ δὲ καὶ τριακόσια ἔθνη φασίν, οἷς οὐδὲν τῶν ὄντων μέλει, πάντα δὲ ἑτερόγλωττα διὰ τὸ σποράδην καὶ ἀμίκτως οἰκεῖν ὑπὸ αὐθαδείας καὶ ἀγριότητος·
总之,有七十个部落聚集于此,甚至有人说是三百个部落。 他们对现世之事毫无兴趣,并且由于自负和野蛮,他们居住分散且不相往来,因而全部使用不同的语言。
Σαρμάται δʼ εἰσὶν οἱ πλείους, πάντες δὲ Καυκάσιοι.
他们中大多数是萨尔马泰人,且全部是高加索人。
ταῦτα μὲν δὴ τὰ περὶ τὴν Διοσκουριάδα.
关于迪奥斯库里亚斯的事情就是这样。

词汇与语法注释

  1. 11.2.14καθʼ ὃ — 前置词 κατά 与关系代词 ὅ(中性单数宾格)的缩合,意为“在那个位置”。此处指代前文提到的巴塔(Bata)所在地,用以说明西诺皮恰好位于该海岸线的正南方。
  2. 11.2.16οὐχ ὡς τὸν ποταμὸν λέγοντος τοῦ ποιήσαντος τὸ ἰαμβεῖον — 由连词 ὡς 引导的属格绝对分词结构(genitive absolute),其中分词 λέγοντος 的逻辑主语是 τοῦ ποιήσαντος(作诗者)。ὡς 表示主观意图或解释,意为“并非因为作诗者意指那条河流”。

引用这一段

斯特拉波, 地理学 §11.2.14-11.2.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.2.14-11.2.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。