Humanitext Reader

斯特拉波 · 地理学 §11.11.4-11.11.6

亚历山大的远征与巴克特里亚的河流

第 363 段,共 577 段 · 希腊语

内容简介

本节记述了亚历山大在巴克特里亚和索格迪亚纳建立及摧毁城市、攻占要塞的事迹,并详细讨论了波里蒂梅图斯河、奥科斯河及亚克萨尔特斯河等河流的流向,以及当地的度量衡单位(帕拉桑和斯科伊诺斯)。

§11.11.4φασὶ δʼ οὖν ὀκτὼ πόλεις τὸν Ἀλέξανδρον ἔν τε τῇ Βακτριανῇ καὶ τῇ Σογδιανῇ κτίσαι, τινὰς δὲ κατασκάψαι, ὧν Καριάτας μὲν τῆς Βακτριανῆς, ἐν ᾗ Καλλισθένης συνελήφθη καὶ παρεδόθη φυλακῆ, Μαράκανδα δὲ τῆς Σογδιανῆς καὶ τὰ Κῦρα, ἔσχατον ὂν Κύρου κτίσμα ἐπὶ τῷ Ἰαξάρτῃ ποταμῷ κείμενον, ὅπερ ἦν ὅριον τῆς Περσῶν ἀρχῆς·
人们说,亚历山大在巴克特里亚纳和索格迪亚纳创建了八座城市,并且摧毁了一些城市。 在那些被摧毁的城市中,包括巴克特里亚纳的卡里亚泰,那里是卡利斯提尼被逮捕并移交监禁的地方,以及索格迪亚纳的马拉坎达,还有居拉,居拉是居鲁士在亚克萨尔特斯河畔建立的最后一座城市,也是波斯帝国的边界。
κατασκάψαι δὲ τὸ κτίσμα τοῦτο καίπερ ὄντα φιλόκυρον διὰ τὰς πυκνὰς ἀποστάσεις·
尽管亚历山大崇拜居鲁士,但由于该地频繁发生叛乱,他还是摧毁了这一新建城市。
ἑλεῖν δὲ καὶ πέτρας ἐρυμνὰς σφόδρα ἐκ προδοσίας τήν τε ἐν τῇ Βακτριανῇ τὴν Σισιμίθρου ἐν ᾗ εἶχεν Ὀξυάρτης τὴν θυγατέρα Ῥωξάνην, καὶ τὴν ἐν τῇ Σογδιανῇ τὴν τοῦ Ὤξου, οἱ δʼ Ἀριαμάζου φασί.
人们还说,他通过内通占领了一些极其坚固的岩山寨:其中一座是巴克特里亚纳的西西米特雷斯寨,奥克修亚提斯曾将女儿罗克珊娜安置于此;另一座是索格迪亚纳的奥克苏斯寨,也有人称之为阿里亚马泽斯寨。
τὴν μὲν οὖν Σισιμίθρου πεντεκαίδεκα σταδίων ἱστοροῦσι τὸ ὕψος, ὀγδοήκοντα δὲ τὸν κύκλον, ἄνω δʼ ἐπίπεδον καὶ εὔγεων ὅσον πεντακοσίους ἄνδρας τρέφειν δυναμένην, ἐν ᾗ καὶ ξενίας τυχεῖν πολυτελοῦς καὶ γάμους ἀγαγεῖν Ῥωξάνης τῆς Ὀξυάρτου θυγατρὸς τὸν Ἀλέξανδρον·
他们记录道,西西米特雷斯寨的高度为十五斯塔迪翁,周长为八十斯塔迪翁,顶部平坦肥沃,足以养活大约五百人。 亚历山大在此受到了奢华的款待,并与奥克修亚提斯的女儿罗克珊娜举行了婚礼。
τὴν δὲ τῆς Σογδιανῆς διπλασίαν τὸ ὕψος φασί.
人们说,索格迪亚纳的岩寨高度是其两倍。
περὶ τούτους δὲ τοὺς τόπους καὶ τὸ τῶν Βραγχιδῶν ἄστυ ἀνελεῖν, οὓς Ξέρξην μὲν ἱδρῦσαι αὐτόθι συναπάραντας αὐτῷ ἑκόντας ἐκ τῆς οἰκείας διὰ τὸ παραδοῦναι τὰ χρήματα τοῦ θεοῦ τὰ ἐν Διδύμοις καὶ τοὺς θησαυρούς, ἐκεῖνον δʼ ἀνελεῖν μυσαττόμενον τὴν ἱεροσυλίαν καὶ τὴν προδοσίαν.
据说,在这些地方附近,亚历山大还摧毁了布兰基代人的城市。 这群人因为将迪迪马神庙的财宝和宝藏交给了薛西斯,从而自愿跟随他离开故土定居于此。 亚历山大因憎恶其亵渎神明和背叛的行为,因而彻底摧毁了这座城市。
§11.11.5τὸν δὲ διὰ τῆς Σογδιανῆς ῥέοντα ποταμὸν καλεῖ Πολυτίμητον Ἀριστόβουλος, τῶν Μακεδόνων θεμένων, καθάπερ καὶ ἄλλα πολλὰ τὰ μὲν καινὰ ἔθεσαν τὰ δὲ παρωνόμασαν·
阿里斯托布鲁斯将流经索格迪亚纳的河流称为“波里蒂梅图斯”,这是马케多尼亚人起的名字,正如他们还起了许多其他新名字,或对已有名字进行了微调一样。
ἄρδοντα δὲ τὴν χώραν ἐκπίπτειν εἰς ἔρημον καὶ ἀμμώδη γῆν καταπίνεσθαί τε εἰς τὴν ἄμμον, ὡς καὶ τὸν Ἄριον τὸν διʼ Ἀρίων ῥέοντα.
这条河在灌溉了该地区之后,流入一片荒凉的沙地,并被吸入沙中,就像流经阿里亚人土地的阿里乌斯河一样。
τοῦ δὲ Ὤχου ποταμοῦ πλησίον ὀρύττοντας εὑρεῖν ἐλαίου πηγὴν λέγουσιν·
据说,在奥科斯河附近挖掘的人发现了油泉。
εἰκὸς δέ, ὥσπερ νιτρώδη τινὰ καὶ στύφοντα ὑγρὰ καὶ ἀσφαλτώδη καὶ θειώδη διαρρεῖ τὴν γῆν, οὕτω καὶ λιπαρὰ εὑρίσκεσθαι, τὸ δὲ σπάνιον ποιεῖ τὴν παραδοξίαν.
正如硝石质、涩味、沥青质和硫磺质的液体在地下流淌一样,发现油质液体也是完全可能的,但其稀缺性使其成为一种奇观。
ῥεῖν δὲ τὸν Ὦχον οἱ μὲν διὰ τῆς Βακτριανῆς φασιν οἱ δὲ παρʼ αὐτήν, καὶ οἱ μὲν ἕτερον τοῦ Ὤξου μέχρι τῶν ἐκβολῶν νοτιώτερον ἐκείνου, ἀμφοτέρων δʼ ἐν τῇ Ὑρκανίᾳ τὰς εἰς τὴν θάλατταν ὑπάρχειν ἐκρύσεις, οἱ δὲ κατʼ ἀρχὰς μὲν ἕτερον συμβάλλειν δʼ εἰς ἓν τὸ τοῦ Ὤξου ῥεῖθρον, πολλαχοῦ καὶ ἓξ καὶ ἑπτὰ σταδίων ἔχοντα τὸ πλάτος.
关于奥科斯河的流向,有人说它流经巴克特里亚纳内部,也有人说它流经其旁侧。 还有人说,它是一条不同于奥克苏斯河的河流,一直到河口都位于其南面,且两条河在希尔卡尼亚都有流入大海的出口。 但另一些人则认为,起初它们是不同的河流,但后来合流为奥克苏斯河的单一河道,其宽度在许多地方甚至达到六到七斯塔迪翁。
ὁ μέντοι Ἰαξάρτης ἀπʼ ἀρχῆς μέχρι τέλους ἕτερός ἐστι τοῦ Ὤξου, καὶ εἰς μὲν τὴν αὐτὴν τελευτῶν θάλατταν, αἱ δʼ ἐμβολαὶ διέχουσιν ἀλλήλων, ὥς φησι Πατροκλῆς, παρασάγγας ὡς ὀγδοήκοντα·
然而,亚克萨尔特斯河自始至终与奥克苏斯河是不同的河流,虽然它们流入同一片海,但正如帕特罗克莱斯所说,两者的河口相距大约八十帕拉桑。
τὸν δὲ παρασάγγην τὸν περσικὸν οἱ μὲν ἑξήκοντα σταδίων φασίν, οἱ δὲ τριάκοντα ἢ τετταράκοντα.
关于波斯的度量衡帕拉桑,有人说是六十斯塔迪翁,也有人说是三十或四十斯塔迪翁。
ἀναπλεόντων δʼ ἡμῶν τὸν Νεῖλον ἄλλοτʼ ἄλλοις μέτροις χρώμενοι τὰς σχοίνους ὠνόμαζον ἀπὸ πόλεως ἐπὶ πόλιν, ὥστε τὸν αὐτὸν τῶν σχοίνων ἀριθμὸν ἀλλαχοῦ μὲν μείζω παρέχειν πλοῦν ἀλλαχοῦ δὲ βραχύτερον·
当我们在尼罗河上逆流而上时,人们在不同的地方使用不同的标准来命名斯科伊诺斯,从而使相同数量的斯科伊诺斯在某些地方代表较长的航程,在另一些地方代表较短的航程。
οὕτως ἐξ ἀρχῆς παραδεδομένον καὶ φυλαττόμενον μέχρι νῦν.
这一习惯自古相传,并一直保留至今。
§11.11.6μέχρι μὲν δὴ τῆς Σογδιανῆς πρὸς ἀνίσχοντα ἥλιον ἰόντι ἀπὸ τῆς Ὑρκανίας γνώριμα ὑπῆρξε τὰ ἔθνη καὶ τοῖς Πέρσαις πρότερον τὰ εἴσω τοῦ Ταύρου καὶ τοῖς Μακεδόσι μετὰ ταῦτα καὶ τοῖς Παρθυαίοις.
因此,对于从希尔卡尼亚向东而行的人来说,直到索格迪亚纳为止,塔乌鲁斯山脉内部的诸民族对于先前的波斯人、后来的马其顿人以及如今的帕提亚人而言都是众所周知的。
τὰ δʼ ἐπέκεινα ἐπʼ εὐθείας ὅτι μὲν Σκυθικά ἐστιν, ἐκ τῆς ὁμοειδείας εἰκάζεται, στρατεῖαι δʼ οὐ γεγόνασιν ἐπʼ αὐτοὺς ἡμῖν γνώριμοι, καθάπερ οὐδὲ ἐπὶ τοὺς βορειοτάτους τῶν νομάδων, ἐφʼ οὓς ἐπεχείρησε μὲν ὁ Ἀλέξανδρος ἄγειν στρατείαν, ὅτε τὸν Βῆσσον μετῄει καὶ τὸν Σπιταμένην, ζωγρίᾳ δʼ ἀναχθέντος τοῦ Βήσσου, τοῦ δὲ Σπιταμένους ὑπὸ τῶν βαρβάρων διαφθαρέντος, ἐπαύσατο τῆς ἐπιχειρήσεως.
但其更远处的正前方区域是斯基泰人的领地,这可以从其相似的生活方式中推测出来,尽管针对他们的远征对我们来说是未知的。 对于最北方的游牧民也是如此,亚历山大在追击贝苏斯和斯皮塔米尼斯时,曾企图对他们发动远征,但当贝苏斯被活捉带回、斯皮塔米尼斯被蛮族消灭后,他就放弃了这一企图。
οὐχ ὁμολογοῦσι δʼ ὅτι περιέπλευσάν τινες ἀπὸ τῆς Ἰνδικῆς ἐπὶ τὴν Ὑρκανίαν· ὅτι δὲ δυνατόν, Πατροκλῆς εἴρηκε.
人们并不公认有人曾从印度航行到希尔卡尼亚,但帕特罗克莱斯断言这是可能的。

词汇与语法注释

  1. 11.11.4ὧν — 属格关系代词 `ὧν` 的先行词是前文的 `τινὰς`(亚历山大所摧毁的一些城市)。在此关系从句中,省略了诸如 `ἐστι/ἦν` 的存在动词,其结构意为“在这些[城市]之中,有巴克特里亚纳的卡里亚泰……”
  2. 11.11.4καίπερ ὄντα — 分词 `ὄντα`(宾格阳性单数)与前句宾格不定式结构中的逻辑主语 `τὸν Ἀλέξανδρον` 一致。伴随让步连词 `καίπερ`,意为“尽管他(亚历山大)是居鲁士的崇拜者”。
  3. 11.11.5ἄρδοντα — 现在分词 `ἄρδοντα`(宾格阳性单数)与间接引语中不定式 `ἐκπίπτειν` 的主语 `ποταμόν`(流经索格迪亚纳的河流)一致。它描述了动作的先后顺序:“该河在灌溉了土地之后注入[沙漠]”。
  4. 11.11.6ἰόντι — 与格现在分词 `ἰόντι`(对于行走的人)是表示关涉或参考的与格,常用于地理描写中以指示旅行者的视角:“对于从希尔卡尼亚向着太阳升起方向走的人而言”。

引用这一段

斯特拉波, 地理学 §11.11.4-11.11.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.11.4-11.11.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。