§10.3.11ἐν δὲ τῇ Κρήτῃ καὶ ταῦτα καὶ τὰ τοῦ Διὸς ἱερὰ ἰδίως ἐπετελεῖτο μετʼ ὀργιασμοῦ καὶ τοιούτων προπόλων οἷοι περὶ τὸν Διόνυσόν εἰσιν οἱ Σάτυροι·
在克里特岛,这些仪式和宙斯的圣务也是以特殊的方式举行的,伴随着狂欢以及像狄奥尼索斯身边的萨堤罗斯那样的侍从;他们称这些人为库雷特斯,即一些伴随舞蹈进行武装运动的年轻人,他们是以关于宙斯诞生的神话为前提的。
τούτους δʼ ὠνόμαζον Κουρῆτας, νέους τινὰς ἐνόπλιον κίνησιν μετʼ ὀρχήσεως ἀποδιδόντας, προστησάμενοι μῦθον τὸν περὶ τῆς τοῦ Διὸς γενέσεως, ἐν ᾧ τὸν μὲν Κρόνον εἰσάγουσιν εἰθισμένον καταπίνειν τὰ τέκνα ἀπὸ τῆς γενέσεως εὐθύς, τὴν δὲ Ῥέαν πειρωμένην ἐπικρύπτεσθαι τὰς ὠδῖνας καὶ τὸ γεννηθὲν βρέφος ἐκποδὼν ποιεῖν καὶ περισώζειν εἰς δύναμιν, πρὸς δὲ τοῦτο συνεργοὺς λαβεῖν τοὺς Κουρῆτας, οἳ μετὰ τυμπάνων καὶ τοιούτων ἄλλων ψόφων καὶ ἐνοπλίου χορείας καὶ θορύβου περιέποντες τὴν θεὸν ἐκπλήξειν ἔμελλον τὸν Κρόνον καὶ λήσειν ὑποσπάσαντες αὐτοῦ τὸν παῖδα, τῇ δʼ αὐτῇ ἐπιμελείᾳ καὶ τρεφόμενον ὑπʼ αὐτῶν παραδίδοσθαι·
在那个神话中,人们引入克罗诺斯习惯于在孩子们出生后立即吞下,而瑞亚试图隐瞒她的分娩之痛,并将新生的婴儿移开,尽力保全,并为此获得了库雷特斯人的协助。 库雷特斯人用手鼓和其他此类噪音、武装舞蹈和喧闹声围绕着这位女神,以此使克罗诺斯大惊失色,并在暗中偷走他的孩子时避开他的注意,且在相同的照料下由他们抚养并移交。
ὥσθʼ οἱ Κουρῆτες ἤτοι διὰ τὸ νέοι καὶ κόροι ὄντες ὑπουργεῖν ἢ διὰ τὸ κουροτροφεῖν τὸν Δία (λέγεται γὰρ ἀμφοτέρως) ταύτης ἠξιώθησαν τῆς προσηγορίας, οἱονεὶ Σάτυροί τινες ὄντες περὶ τὸν Δία.
因此,库雷特斯人——无论是由于他们是年轻人(koroi)而服侍,还是由于他们抚养了幼儿宙斯(kourotrophein,因为这两种说法都有)——配得上这个称号,他们就像是宙斯身边的某种萨堤罗斯。
οἱ μὲν οὖν Ἕλληνες τοιοῦτοι περὶ τοὺς ὀργιασμούς.
希腊人关于狂欢仪式的态度就是如此。
§10.3.12οἱ δὲ Βερέκυντες Φρυγῶν τι φῦλον καὶ ἁπλῶς οἱ Φρύγες καὶ τῶν Τρώων οἱ περὶ τὴν Ἴδην κατοικοῦντες Ῥέαν μὲν καὶ αὐτοὶ τιμῶσι καὶ ὀργιάζουσι ταύτῃ, μητέρα καλοῦντες θεῶν καὶ Ἄγδιστιν καὶ Φρυγίαν θεὸν μεγάλην, ἀπὸ δὲ τῶν τόπων Ἰδαίαν καὶ Δινδυμήνην καὶ Σιπυληνὴν καὶ Πεσσινουντίδα καὶ Κυβέλην.
而贝雷昆特斯人(弗里吉亚人的一个部落)、一般的弗里吉亚人,以及居住在伊达山周围的特洛伊人,他们自己也崇敬瑞亚并为她举行狂欢仪式,称她为“众神之母”、“阿格迪斯蒂斯”和“弗里吉亚大女神”,并根据地点称她为“伊达女神”、“丁迪梅内”、“西皮莱内”、“佩西农蒂斯”和“库贝勒”。
οἱ δʼ Ἕλληνες τοὺς προπόλους αὐτῆς ὁμωνύμως Κουρῆτας λέγουσιν, οὐ μήν γε ἀπὸ τῆς αὐτῆς μυθοποιίας, ἀλλʼ ἑτέρους ὡς ἂν ὑπουργούς τινας, τοῖς Σατύροις ἀνὰ λόγον· τοὺς δʼ αὐτοὺς καὶ Κορύβαντας καλοῦσι.
但希腊人以同名将她的侍从称为“库雷特斯”,这确实不是基于相同的神话创作,而是作为其他的某种侍从,类似于萨堤罗斯;他们也称这些人为科里班特斯。
§10.3.13μάρτυρες δʼ οἱ ποιηταὶ τῶν τοιούτων ὑπονοιῶν·
诗人们是此类暗示的见证人。
ὅ τε γὰρ Πίνδαρος ἐν τῷ διθυράμβῳ οὗ ἡ ἀρχή
"
πρὶν μὲν εἷρπε σχοινοτένεια τʼ ἀοιδὰ
διθυράμβων,
"
μνησθεὶς τῶν περὶ τὸν Διόνυσον ὕμνων τῶν τε παλαιῶν καὶ τῶν ὕστερον, μεταβὰς ἀπὸ τούτων φησί
"
σοὶ μὲν κατάρχειν,
μᾶτερ μεγάλα, πάρα ῥόμβοι κυμβάλων,
ἐν δὲ κεχλάδειν κρόταλʼ, αἰθομένα τε
δᾲς ὑπὸ ξανθαῖσι πεύκαις,
"
τὴν κοινωνίαν τῶν περὶ τὸν Διόνυσον ἀποδειχθέντων νομίμων παρὰ τοῖς Ἕλλησι καὶ τῶν παρὰ τοῖς Φρυξὶ περὶ τὴν μητέρα τῶν θεῶν συνοικειῶν ἀλλήλοις.
因为品达在开篇如下的狄苏兰博诗中: “以前狄苏兰博的歌声像拉长的绳子一样蔓延,” 提到了关于狄奥尼索斯的古代和后来的赞美诗,从这些内容过渡后说道: “伟大的母亲啊,为你开始仪式,伴随着手钹的旋转,其中 clashing 着响板,以及在黄褐色松树下燃烧的松脂火把,” 从而将希腊人中证明的关于狄奥尼索斯的礼仪与弗里吉亚人中关于众神之母的礼仪相互关联。
Εὐριπίδης τε ἐν ταῖς Βάκχαις τὰ παραπλήσια ποιεῖ, τοῖς Φρυγίοις ἅμα καὶ τὰ Λύδια συμφέρων διὰ τὸ ὅμορον
"
ἀλλʼ ὦ λιποῦσαι Τμῶλον, ἔρυμα Λυδίας,
θίασος ἐμὸς γυναῖκες,
ἐμά θʼ εὑρήματα
"
καὶ πάλιν
"
ὦ μάκαρ, ὅστις εὐδαίμων
, βιοτὰν ἁγιστεύει. τά τε ματρὸς μεγάλας ὄργια Κυβέλας θεμιστεύων
ἀνὰ θύρσον τε τινάσσων, κισσῷ στεφανωθεὶς
θεραπεύει.
欧里庇得斯在《巴克科斯的女信徒》中也做了类似的事情,由于相邻,他将弗里吉亚和吕底亚的习俗融合在一起: “但是,噢,离开吕底亚防线特摩洛斯山的妇女们,我的信徒团,我的发现……” 又说: “噢,幸福的人,他是快乐的,圣化了自己的生命,并奉行伟大母亲库贝勒的狂欢仪式,挥舞着神杖,戴着常春藤花环事奉神明。
ἴτε Βάκχαι, βρόμιον παῖδα θεὸν θεοῦ
Διόνυσον κατάγουσαι Φρυγίων ἐξ ὀρέων
Ἑλλάδος εἰς εὐρυχόρους ἀγυιάς.
去吧,巴克科斯的女信徒们,把狂轰之子、神与神之子的狄奥尼索斯,从弗里吉亚的山岭,迎回到希腊宽阔的街巷。
"
πάλιν δʼ ἐν τοῖς ἑξῆς καὶ τὰ Κρητικὰ συμπλέκει τούτοις
"
ὦ θαλάμευμα Κουρήτων, ζάθεοί τε Κρήτας
διογενέτορες ἔναυλοι,
ἔνθα τρικόρυθες ἄντροις
βυρσότονον κύκλωμα τόδε
μοι Κορύβαντες εὗρον.
” 接着他又在后面将克里特岛的仪式也编织进这些内容中: “噢,库雷特斯的居所,克里特的神圣洞穴,诞生宙斯之地,在洞穴里,戴着三层头盔的科里班特斯为我发明了这面绷紧皮革的圆鼓。
ἀνὰ δὲ βακχεῖα συντόνῳ
κέρασαν ἁδυβόᾳ Φρυγίων
αὐλῶν πνεύματι, ματρός τε Ῥέας
εἰς χέρα θῆκαν κτύπον εὐάσμασι Βακχᾶν,
παρὰ δὲ μαινόμενοι Σάτυροι
ματέρος ἐξανύσαντο Ῥέας. εἰς δὲ χορεύματα
προσῆψαν τριετηρίδων,
αἷς χαίρει Διόνυσος.
并在热烈的巴克科斯狂欢中,将其与弗里吉亚长笛甘美吹奏的紧张气息融合,将这击打声交到母亲瑞亚的手中,伴随着巴克科斯女信徒的欢呼;而狂暴的萨堤罗斯从母亲瑞亚那里得到了它,并将其与三年一度的祭典舞蹈相连,狄奥尼索斯在其中欢欣。
"
καὶ ἐν Παλαμήδει φησὶν ὁ χορός
"
Θύσαν Διονύσου
κόραν, ὃς ἀνʼ Ἴδαν
τέρπεται σὺν ματρὶ φίλᾳ
τυμπάνων ἐπʼ ἰακχαῖς. "
” 在《帕拉墨得斯》中合唱队说道: “狄奥尼索斯之女提萨,在伊达山上,与他心爱的母亲一起,在手鼓的喧嚣声中欢娱。 ”