§10.3.7τὰ δʼ ἀπωτέρω τῆς ὑποθέσεως ταύτης, ἄλλως δὲ διὰ τὴν ὁμωνυμίαν εἰς ταὐτὸν ὑπὸ τῶν ἱστορικῶν ἀγόμενα, ἅπερ Κουρητικὰ μὲν καὶ περὶ Κουρήτων λέγεται, ὁμοίως ὥσπερ καὶ τὰ περὶ τῶν τὴν Αἰτωλίαν καὶ τὴν Ἀκαρνανίαν οἰκησάντων, ἐκείνων μὲν διαφέρει, ἔοικε δὲ μᾶλλον τῷ περὶ Σατύρων καὶ Σειληνῶν καὶ Βακχῶν καὶ Τιτύρων λόγῳ· τοιούτους γάρ τινας δαίμονας ἢ προπόλους θεῶν τοὺς Κουρῆτάς φασιν οἱ παραδόντες τὰ Κρητικὰ καὶ τὰ Φρύγια, ἱερουργίαις τισὶν ἐμπεπλεγμένα ταῖς μὲν μυστικαῖς ταῖς δʼ ἄλλαις περί τε τὴν τοῦ Διὸς παιδοτροφίαν τὴν ἐν Κρήτῃ καὶ τοὺς τῆς μητρὸς τῶν θεῶν ὀργιασμοὺς ἐν τῇ Φρυγίᾳ καὶ τοῖς περὶ τὴν Ἴδην τὴν Τρωικὴν τόποις.
\n而与这一假设较远的事项,但由于同名而被历史学家归入同一类的,它们确实被称为库雷特斯的事务并关于库雷特斯人而被谈论,正如关于那些曾居住在埃托利亚和阿卡纳尼亚的人的事情一样,但它们与后者不同,而是更像关于萨堤罗斯、塞勒诺斯、巴克科斯以及蒂蒂罗斯的传说;因为那些传述克里特和弗里吉亚事务的人说,库雷特斯人是某种此类戴蒙或众神的侍从,这些事务纠缠于某些神圣仪式之中,有些是秘仪,有些是其他形式,涉及克里特岛对宙斯的养育、弗里吉亚以及特洛伊伊达山周边地区的众神之母的狂欢仪式。
τοσαύτη δʼ ἐστὶν ἐν τοῖς λόγοις τούτοις ποικιλία, τῶν μὲν τοὺς αὐτοὺς τοῖς Κουρῆσι τοὺς Κορύβαντας καὶ Καβείρους καὶ Ἰδαίους δακτύλους καὶ Τελχῖνας ἀποφαινόντων, τῶν δὲ συγγενεῖς ἀλλήλων καὶ μικράς τινας αὐτῶν πρὸς ἀλλήλους διαφορὰς διαστελλομένων, ὡς δὲ τύπῳ εἰπεῖν καὶ κατὰ τὸ πλέον, ἅπαντας ἐνθουσιαστικούς τινας καὶ βακχικοὺς καὶ ἐνοπλίῳ κινήσει μετὰ θορύβου καὶ ψόφου καὶ κυμβάλων καὶ τυμπάνων καὶ ὅπλων, ἔτι δʼ αὐλοῦ καὶ βοῆς ἐκπλήττοντας κατὰ τὰς ἱερουργίας ἐν σχήματι διακόνων, τε καὶ τὰ ἱερὰ τρόπον τινὰ κοινοποιεῖσθαι ταῦτά τε καὶ τῶν Σαμοθρᾴκων καὶ τὰ ἐν Λήμνῳ καὶ ἄλλα πλείω διὰ τὸ τοὺς προπόλους λέγεσθαι τοὺς αὐτούς.
在这些记述中存在着如此巨大的多样性,有人宣称科律班特斯、卡贝罗斯、伊达指头以及特尔喀内斯与库雷特斯是同一群体,而另一些人则区分他们为彼此有亲缘关系并指出他们之间存在着某些细微的区别;但大体且通常而言,他们将所有人描述为某种狂热且具有巴克科斯特征的人,他们在神圣仪式中化装成侍从,通过伴随着喧闹、撞击声、铙钹、手鼓、武器以及长笛和呐喊的武装动作来令人震慑;并且由于侍从被称为是同一群体,这些神圣仪式与萨莫色雷斯人的仪式、雷姆诺斯岛的仪式以及其他许多仪式在某种程度上是相通的。
ἔστι μὲν οὖν θεολογικὸς πᾶς ὁ τοιοῦτος τρόπος τῆς ἐπισκέψεως καὶ οὐκ ἀλλότριος τῆς τοῦ φιλοσόφου θεωρίας.
因此,所有此类考察方式都属于神学范畴,且与哲学家沉思的对象并非格格不入。
§10.3.8ἐπεὶ δὲ διʼ ὁμωνυμίαν τῶν Κουρήτων καὶ οἱ ἱστορικοὶ συνήγαγον εἰς ἓν τὰ ἀνόμοια, οὐδʼ ἂν αὐτὸς ὀκνήσαιμʼ ἂν εἰπεῖν περὶ αὐτῶν ἐπὶ πλέον ἐν παραβάσει, προσθεὶς τὸν οἰκεῖον τῇ ἱστορίᾳ φυσικὸν λόγον.
\n\n但由于库雷特斯人的同名,甚至历史学家们也将不相似的事物汇集在了一起,因此我自己也不应犹豫在旁白中对他们进行更详尽的说明,并补充适合历史的物理阐述。
καίτοι τινὲς καὶ συνοικειοῦν βούλονται ταῦτʼ ἐκείνοις, καὶ τυχὸν ἴσως ἔχονταί τινος πιθανοῦ· θηλυστολοῦντας γὰρ ὡς αἱ κόραι τοὔνομα σχεῖν τοῦτο τοὺς περὶ τὴν Αἰτωλίαν φασίν· εἶναι γὰρ καί τινα τοιοῦτον ζῆλον ἐν τοῖς Ἕλλησι, καὶ Ἰάονας ἑλκεχίτωνας εἰρῆσθαι, καὶ τοὺς περὶ Λεωνίδαν κτενιζομένους, ὅτʼ ἐξῄεσαν εἰς τὴν μάχην, καταφρονηθῆναι λέγουσιν ὑπὸ τῶν Περσῶν, ἐν δὲ τῇ μάχῃ θαυμασθῆναι.
然而,有些人甚至希望将这些与那些调和,而且也许他们持有一些合理的根据;因为他们说,埃托利亚周围的人由于像少女(korai)那样身着女装而获得了这个名字;因为他们说,希腊人中确实存在某种此类风尚,且依阿尼亚人被称为“拖曳长袍者”,而莱奥尼达斯周围的人在出战时因梳理头发而被波斯人鄙视,但在战斗中却备受赞赏。
ἁπλῶς δʼ ἡ περὶ τὰς κόμας φιλοτεχνία συνέστηκε περί τε θρέψιν καὶ κουρὰν τριχός, ἄμφω δὲ κόραις καὶ κόροις ἐστὶν οἰκεῖα, ὥστε πλεοναχῶς τὸ ἐτυμολογεῖν τοὺς Κουρῆτας ἐν εὐπόρῳ κεῖται.
简单来说,关于头发的考究包括养发和剪发(koura)两部分,而这两者对少女(korai)和少年(koroi)都是适宜的,因此以多种方式对库雷特斯进行词源解释是轻而易举的。
εἰκὸς δὲ καὶ τὴν ἐνόπλιον ὄρχησιν ὑπὸ τῶν ἠσκημένων οὕτω περὶ κόμην καὶ στολὴν πρῶτον εἰσαχθεῖσαν, ἐκείνων Κουρήτων καλουμένων, παρασχεῖν πρόφασιν καὶ τοῖς στρατιωτικωτέροις ἑτέρων καὶ τὸν βίον ἐνόπλιον ἔχουσιν, ὥσθʼ ὁμωνύμως καὶ αὐτοὺς Κουρῆτας λεχθῆναι, τοὺς ἐν Εὐβοίᾳ λέγω καὶ Αἰτωλίᾳ καὶ Ἀκαρνανίᾳ.
而且,在头发和装束上如此讲究的人(他们被称为库雷特斯)首先引入了武装舞蹈,这很可能也为那些比其他人更具军事色彩、过着武装生活的人提供了契机,使得他们也因同名而被称作库雷特斯——我指的是优波亚、埃托利亚和阿卡纳尼亚的库雷特斯人。
καὶ Ὅμηρος δὲ τοὺς νέους στρατιώτας οὕτω προσηγόρευσε
"
κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν,
δῶρα θοῆς παρὰ νηὸς ἐνεγκεῖν, ὅσσʼ Ἀχιλῆι
χθιζοὶ ὑπέστημεν
"
καὶ πάλιν
"
δῶρα φέρον κούρητες Ἀχαιοί.
荷马也同样称呼年轻的士兵们:\n“选出全体阿开亚人中最优秀的青年(kouretes),\n从疾驰的船旁运来礼物,即我们昨日承诺给阿喀琉斯的\n那些礼物”\n以及再次:\n“阿开亚的青年(kouretes)带来了礼物。
"
περὶ μὲν οὖν τῆς τῶν Κουρήτων ἐτυμολογίας ταῦτα.
”\n因此,关于库雷特斯人的词源便是如此。