Humanitext Reader

斯特拉波 · 地理学 §10.2.12-10.2.13

荷马笔下的意萨卡地势与凯法莱尼亚城镇

第 319 段,共 577 段 · 希腊语

内容简介

斯特拉波结合当时的注释和天文学观点,探讨了荷马对意萨卡地理位置(“低”而“最高”)描述中看似矛盾之处,并简述了凯法莱尼亚的城镇历史和罗马时期的开发。

§10.2.12καὶ τοῦτο δὲ δοκεῖ ὑπεναντιότητά τινα δηλοῦν " αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται. " χθαμαλὴ μὲν γὰρ ἡ ταπεινὴ καὶ χαμηλή, πανυπερτάτη δὲ ἡ ὑψηλή, οἵαν διὰ πλειόνων σημαίνει, Κραναὴν καλῶν· καὶ τὴν ὁδὸν τὴν ἐκ τοῦ λιμένος " τρηχεῖαν ἀταρπὸν χῶρον ἀνʼ ὑλήεντα " καί " οὐ γάρ τις νήσων εὐδείελος, οὐδʼ εὐλείμων, αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.
此外,以下这一诗句似乎也表明了某种矛盾: “αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται.” 因为“低低地”(chthamale)是指平坦而低矮,而“最高的一个”(panupertate)指高耸,正如诗人在好几处地方通过称其为“险峻的”来表明其高度,并将从港口出发的路描述为: “τρηχεῖαν ἀταρπὸν χῶρον ἀνʼ ὑλήεντα” 以及: “οὐ γάρ τις νήσων εὐδείελος, οὐδʼ εὐλείμων, αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.” 虽然该措辞有这样的不协调之处,但注释家们的解释并不差。
" ἔχει μὲν οὖν ἀπεμφάσεις τοιαύτας ἡ φράσις, ἐξηγοῦνται δὲ οὐ κακῶς· οὔτε γὰρ χθαμαλὴν δέχονται ταπεινὴν ἐνταῦθα, ἀλλὰ πρόσχωρον τῇ ἠπείρῳ ἐγγυτάτω οὖσαν αὐτῆς· οὔτε πανυπερτάτην ὑψηλοτάτην ἀλλὰ πανυπερτάτην πρὸς ζόφον, οἷον ὑπὲρ πάσας ἐσχάτην τετραμμένην πρὸς ἄρκτον·
因为他们在这里并不把“chthamale”理解为“低矮”,而是理解为“邻接大陆”,即最靠近大陆;也不把“panupertate”理解为“最高”,而是理解为“朝着暗冥的最上方”,即相对于其他所有岛屿而言最偏向北方的边缘。
τοῦτο γὰρ βούλεται λέγειν τὸ πρὸς ζόφον, τὸ δʼ ἐναντίον πρὸς νότον " αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε. " τὸ γὰρ ἄνευθε πόρρω καὶ χωρὶς ἔστιν, ὡς τῶν μὲν ἄλλων πρὸς νότον κεκλιμένων καὶ ἀπωτέρω τῆς ἠπείρου, τῆς δʼ Ἰθάκης ἐγγύθεν καὶ πρὸς ἄρκτον.
因为他用“朝着暗冥”意指北方,而相反的南方则用以下诗句表示: “αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε.” 因为“在远处”(aneuthe)是指遥远和分离,这意味着其他岛屿向南倾斜且距离大陆较远,而意萨卡则较近且朝向北方。
ὅτι δʼ οὕτω λέγει τὸ νότιον μέρος καὶ ἐν τοῖσδε φανερόν " εἴτʼ ἐπὶ δεξίʼ ἴωσι, πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε, ποτὶ ζόφον ἠερόεντα " καὶ ἔτι μᾶλλον ἐν τοῖσδε " ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπη ζόφος, οὐδʼ ὅπη ἠώς, οὐδʼ ὅπη ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, οὐδʼ ὅπη ἀννεῖται. " ἔστι μὲν γὰρ δέξασθαι τὰ τέτταρα κλίματα τὴν ἠῶ δεχομένους τὸ νότιον μέρος, ἔχει τέ τινα τοῦτʼ ἔμφασιν· ἀλλὰ βέλτιον τὸ κατὰ τὴν πάροδον τοῦ ἡλίου νοεῖν ἀντιτιθέμενον τῷ ἀρκτικῷ μέρει·
他将南部如此称呼,这在以下诗句中也很明显: “εἴτʼ ἐπὶ δεξίʼ ἴωσι, πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε, ποτὶ ζόφον ἠερόεντα” 在以下诗句中甚至更为明显: “ὦ φίλοι, οὐ γάρ τʼ ἴδメン, ὅπη ζόφος, οὐδʼ ὅπη ἠώς, οὐδʼ ὅπη ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, οὐδʼ ὅπη ἀννεῖται.” 因为如果将“黎明”理解为南部,那么就可以理解为四个基本方位,这确实有一定道理;但更好的理解是根据太阳的运行轨道,将其与北方区域相对立。
ἐξάλλαξιν γάρ τινα τῶν οὐρανίων πολλὴν βούλεται σημαίνειν ὁ λόγος, οὐχὶ ψιλὴν ἐπίκρυψιν τῶν κλιμάτων.
因为这段话意在表明天体发生了巨大的变移,而不仅是基本方位的单纯遮蔽。
δεῖ γὰρ κατὰ πάντα συννεφῆ καιρόν, ἄν θʼ ἡμέρας ἄν τε νύκτωρ συμβῇ, παρακολουθεῖν· τὰ δʼ οὐράνια ἐξαλλάττει ἐπὶ πλέον τῷ πρὸς μεσημβρίαν μᾶλλον ἢ ἧττον παραχωρεῖν ἡμᾶς ἢ εἰς τοὐναντίον.
因为如果是单纯的遮蔽,那么无论是白天还是黑夜,只要多云就必然会发生;但天体的巨变是因为我们或多或少地向南或向相反方向移动而产生的。
τοῦτο δὲ οὐ δύσεως καὶ ἀνατολῆς ἐγκαλύψεις ποιεῖ (καὶ γὰρ αἰθρίας οὔσης συμβαίνει), ἀλλὰ μεσημβρίας καὶ ἄρκτου.
这并不会导致日落和日出的遮蔽(因为即使在晴天也会发生),而是导致南部和北方的遮蔽。
μάλιστα γὰρ ἀρκτικός ἐστιν ὁ πόλος· τούτου δὲ κινουμένου, καὶ ποτὲ μὲν κατὰ κορυφὴν ἡμῖν γινομένου ποτὲ δὲ ὑπὸ γῆς ὄντος, καὶ οἱ ἀρκτικοὶ συμμεταβάλλουσι, ποτὲ δὲ συνεκλείπουσι κατὰ τὰς τοιαύτας παραχωρήσεις, ὥστε οὐκ ἂν εἰδείης ὅπου ἐστὶ τὸ ἀρκτικὸν κλίμα, οὐδʼ εἰ ἀρχὴν ἐστίν· εἰ δὲ τοῦτο, οὐδὲ τοὐναντίον ἂν γνοίης.
因为天极尤其偏北;随着它的移动,有时出现在我们的天顶,有时位于地下,北极圈也随之改变,在发生此类变移时有时会完全消失,以至于你无法知道北方区域在哪里,甚至不知道它是否还存在;如果是这样,你也无法知道相反的方向。
κύκλος δὲ τῆς Ἰθάκης ἐστὶν ὡς ὀγδοήκοντα σταδίων.
意萨卡的周长约为八十斯塔迪翁。
περὶ μὲν Ἰθάκης ταῦτα.
关于意萨卡就讲这么多。
§10.2.13τὴν δὲ Κεφαλληνίαν τετράπολιν οὖσαν οὔτʼ αὐτὴν εἴρηκε τῷ νῦν ὀνόματι οὔτε τῶν πόλεων οὐδεμίαν, πλὴν μιᾶς εἴτε Σάμης εἴτε Σάμου, ἣ νῦν μὲν οὐκέτʼ ἐστίν, ἴχνη δʼ αὐτῆς δείκνυται κατὰ μέσον τὸν πρὸς Ἰθάκῃ πορθμόν·
至于凯法莱尼亚,它虽是一个“四城之岛”(tetrapolis),但诗人既没有用现在的名字称呼该岛本身,也没有称呼其中的任何城市,只有一处例外,即萨美或萨摩斯。
οἱ δʼ ἀπʼ αὐτῆς Σαμαῖοι καλοῦνται· αἱ δʼ ἄλλαι καὶ νῦν εἰσὶν ἔτι μικραὶ πόλεις τινές, Πρώνησος καὶ Κράνιοι.
该城如今已不复存在,但它的遗迹显示在意萨卡海峡的中部;来自那里的人被称为萨美亚人;而其他的城市如今仍是一些小城镇,即普龙内索斯和克拉尼奥伊。
ἐφʼ ἡμῶν δὲ καὶ ἄλλην προσέκτισε Γάιος Ἀντώνιος, ὁ θεῖος Μάρκου Ἀντωνίου, ἡνίκα φυγὰς γενόμενος μετὰ τὴν ὑπατείαν, ἣν συνῆρξε Κικέρωνι τῷ ῥήτορι, ἐν τῇ Κεφαλληνίᾳ διέτριψε καὶ τὴν ὅλην νῆσον ὑπήκοον ἔσχεν ὡς ἴδιον κτῆμα·
在我们的时代,马可·安东尼的叔叔盖乌斯·安东尼又增建了另一座城市。 当时,他在与雄辩家西塞罗共同担任执政官后被流放,在凯法莱尼亚度过了一段时间,并将整个岛屿作为自己的私人财产加以统治。
οὐκ ἔφθη μέντοι συνοικίσας, ἀλλὰ καθόδου τυχὼν πρὸς ἄλλοις μείζοσιν ὢν κατέλυσε τὸν βίον.
然而,他还没来得及完成建城,便获得了召回,由于忙于其他更重大的事务,最终结束了一生。

词汇与语法注释

  1. 10.2.12αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται. — 诗句中形容词 χθαμαλὴ(低)与 πανυπερτάτη(最高)看似矛盾的并列,斯特拉波通过采纳注释家们的解释(将前者理解为“邻接大陆的”,后者理解为“最偏北的”)来解决这一矛盾。
  2. 10.2.13οὐκ ἔφθη μέντοι συνοικίσας — 动词 φθάνω 与分词 συνοικίσας 结合,构成“在完成……之前就(发生了别的事)”的惯用表达,即“他还没来得及完成建城(便去世了)”。

引用这一段

斯特拉波, 地理学 §10.2.12-10.2.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.2.12-10.2.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。