§10.2.18λοιπὴ δʼ ἐστὶ τῶν ὑπὸ τῷ Ὀδυσσεῖ τεταγμένων νήσων ἡ Ζάκυνθος, μικρῷ πρὸς ἑσπέραν μᾶλλον τῆς Κεφαλληνίας κεκλιμένη τῆς Πελοποννήσου, συνάπτουσα δʼ αὐτῇ πλέον.
在奥德修斯统辖下的岛屿中,剩下的一座是扎金索斯,它比凯法莱尼亚更偏向伯罗奔尼撒以西,但与之更为邻接。
ἔστι δʼ ὁ κύκλος τῆς Ζακύνθου σταδίων ἑκατὸν ἑξήκοντα· διέχει δὲ καὶ τῆς Κεφαλληνίας ὅσον ἑξήκοντα σταδίους, ὑλώδης μὲν εὔκαρπος δέ· καὶ ἡ πόλις ἀξιόλογος, ὁμώνυμος.
扎金索斯的周长为一百六十斯塔迪翁;它距离凯法莱尼亚约六十斯塔迪翁,林木茂密且土地肥沃;其同名城市也颇值得一提。
ἐντεῦθεν εἰς Ἑσπερίδας τῆς Λιβύης στάδιοι τρισχίλιοι ἑξακόσιοι.
从这里到利比亚的赫斯佩里得斯有三千六百斯塔迪翁。
§10.2.19καὶ ταύτης δὲ καὶ τῆς Κεφαλληνίας πρὸς ἕω τὰς Ἐχινάδας ἱδρῦσθαι νήσους συμβέβηκεν, ὧν τό τε Δουλίχιόν ἐστι (καλοῦσι δὲ νῦν Δολίχαν) καὶ αἱ Ὀξεῖαι καλούμεναι, ἃς Θοὰς ὁ ποιητὴς εἶπε· καὶ ἡ μὲν Δολίχα κεῖται κατὰ Οἰνιάδας καὶ τὴν ἐκβολὴν τοῦ Ἀχελώου, διέχουσα Ἀράξου τῆς τῶν Ἠλείων ἄκρας ἑκατόν, αἱ λοιπαὶ δʼ Ἐχινάδες (πλείους δʼ εἰσί, πᾶσαι λυπραὶ καὶ τραχεῖαι) πρὸ τῆς ἐκβολῆς τοῦ Ἀχελώου, πεντεκαίδεκα σταδίους ἀφεστῶσα ἡ ἀπωτάτω, ἡ δʼ ἐγγυτάτω πέντε, πελαγίζουσαι πρότερον, ἀλλʼ ἡ χοῦς τὰς μὲν ἐξηπείρωκεν αὐτῶν ἤδη, τὰς δὲ μέλλει πολλὴ καταφερομένη· ἥπερ καὶ τὴν Παραχελωῖτιν καλουμένην χώραν, ἣν ὁ ποταμὸς ἐπικλύζει, περιμάχητον ἐποίει τὸ παλαιὸν τοὺς ὅρους συγχέουσα ἀεὶ τοὺς ἀποδεικνυμένους τοῖς Ἀκαρνᾶσι καὶ τοῖς Αἰτωλοῖς· ἐκρίνοντο γὰρ τοῖς ὅπλοις οὐκ ἔχοντες διαιτητάς, ἐνίκων δʼ οἱ πλέον δυνάμενοι· ἀφʼ ἧς αἰτίας καὶ μῦθος ἐπλάσθη τις; ὡς Ἡρακλέους καταπολεμήσαντος τὸν Ἀχελῶον καὶ ἐνεγκαμένου τῆς νίκης ἆθλον τὸν Δηιανείρας γάμον τῆς Οἰνέως θυγατρός, ἣν πεποίηκε Σοφοκλῆς τοιαῦτα λέγουσαν
"
μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῶον λέγω,
ὅς μʼ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,
φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτʼ αἰόλος
δράκων ἑλικτός, ἄλλοτʼ ἀνδρείῳ κύτει
βούπρῳρος. "
προστιθέασι δʼ ἔνιοι καὶ τὸ τῆς Ἀμαλθείας τοῦτʼ εἶναι λέγοντες κέρας, ὃ ἀπέκλασεν ὁ Ἡρακλῆς τοῦ Ἀχελώου καὶ ἔδωκεν Οἰνεῖ τῶν γάμων ἕδνον· οἱ δʼ εἰκάζοντες ἐξ αὐτῶν τἀληθὲς ταύρῳ μὲν ἐοικότα λέγεσθαι τὸν Ἀχελῶόν φασι, καθάπερ καὶ τοὺς ἄλλους ποταμούς, ἀπό τε τῶν ἤχων καὶ τῶν κατὰ τὰ ῥεῖθρα καμπῶν, ἃς καλοῦσι κέρατα, δράκοντι δὲ διὰ τὸ μῆκος καὶ τὴν σκολιότητα, βούπρῳρον δὲ διὰ τὴν αὐτὴν αἰτίαν διʼ ἣν καὶ ταυρωπόν· τὸν Ἡρακλέα δὲ καὶ ἄλλως εὐεργετικὸν ὄντα καὶ τῷ Οἰνεῖ κηδεύσοντα παραχώμασί τε καὶ διοχετείαις βιάσασθαι τὸν ποταμὸν πλημμελῶς ῥέοντα καὶ πολλὴν τῆς Παραχελωίτιδος ἀναψύξαι χαριζόμενον τῷ Οἰνεῖ· καὶ τοῦτʼ εἶναι τὸ τῆς Ἀμαλθείας κέρας.
而在这座岛和凯法莱尼亚的东面,恰好落着埃奇纳德斯群岛,其中包括杜里基翁(现在人们称之为多利哈)和被称为奥克塞亚的岛屿,诗人称之为托阿埃(即急流岛);多利哈位于奥伊尼亚代 and 阿克洛奥斯河口对面,距离伊利斯人的岬角阿拉克索斯有一百斯塔迪翁,而其余的埃奇纳德斯群岛(它们数量众多,全部荒凉崎岖)位于阿克洛奥斯河口前,最远的一座相距十五斯塔迪翁,最近的一座相距五斯塔迪翁,它们以前处于公海中,但由于河水挟带的大量泥沙沉积,已经使其中一些与大陆相连,并且正使其他一些也即将如此;正是这些泥沙沉积,使得被该河淹没的、被称为帕拉克洛伊蒂斯的地区在古代成为争夺之地,因为泥沙总是弄混划定给阿卡纳尼亚人和埃托利亚人的边界;因为他们没有仲裁者,只能诉诸武力来解决,而实力更强的人获胜;因此还编造了一个神话:赫拉克勒斯战胜了阿克洛奥斯,并赢得了与奥伊涅乌斯之女得亚内拉结婚作为胜利的奖赏,索福克勒斯让得亚内拉说出了这样的话: “因为我的求婚者是一条河,我指的是阿克洛奥斯,他以三种形状向我的父亲求娶我,有时化作显而易见的公牛,有时化作斑斓的盘绕的巨蛇,有时化作人身牛头的怪物。” 有些人还补充说,这就是阿马尔塞亚之角,是赫拉克勒斯从阿克洛奥斯身上折断、并作为婚礼聘礼送给奥伊涅乌斯的;但那些通过这些事情推测真相的人说,阿克洛奥斯之所以被说成类似于公牛,和其他河流一样,是因为其流水的轰鸣声以及沿河道的弯曲处(人们称之为角),而被说成是龙是因为其长度和弯曲,被说成是牛头是因为与被称为牛面相同的理由;而赫拉克勒斯在其他方面也造福人类,并且要与奥伊涅乌斯联姻,因此通过修筑堤坝和渠道制服了泛滥无常的河流,并使帕拉克洛伊蒂斯的大部分地区干涸、可供耕作,以此作为给奥伊涅乌斯的礼物;而这就是阿马尔塞亚之角。
τῶν μὲν οὖν Ἐχινάδων καὶ τῶν Ὀξειῶν κατὰ τὰ Τρωικὰ Μέγητα ἄρχειν φησὶν Ὅμηρος
"
ὃν τίκτε Διὶ φίλος ἱππότα Φυλεύς,
ὅς ποτε Δουλίχιόνδʼ ἀπενάσσατο, πατρὶ χολωθείς. "
πατὴρ δʼ ἦν Αὐγέας ὁ τῆς Ἠλείας καὶ τῶν Ἐπειῶν ἄρχων· ὥστʼ Ἐπειοὶ τὰς νήσους ταύτας εἶχον οἱ συνεξάραντες εἰς τὸ Δουλίχιον τῷ Φυλεῖ.
在特洛伊战争时期,荷马说梅格斯统治着埃奇纳德斯群岛和奥克塞亚: “他是蒙宙斯喜爱的骑士菲琉斯所生,菲琉斯曾因对父亲发怒而迁往杜里基翁。” 他的父亲是奥革阿斯,伊利斯和埃佩伊奥伊人的统治者;因此,与菲琉斯一起迁徙到杜里基翁的埃佩伊奥伊人占领了这些岛屿。
§10.2.20αἱ δὲ τῶν Ταφίων νῆσοι, πρότερον δὲ Τηλεβοῶν, ὧν ἦν καὶ ἡ Τάφος νῦν δὲ Ταφιὰς καλουμένη, χωρὶς ἦσαν τούτων οὐ τοῖς διαστήμασιν (ἐγγὺς γὰρ κεῖνται) ἀλλὰ ὑφʼ ἑτέροις ἡγεμόσι ταττόμεναι, Ταφίοις καὶ Τηλεβόαις· πρότερον μὲν οὖν Ἀμφιτρύων ἐπιστρατεύσας αὐτοῖς μετὰ Κεφάλου τοῦ Δηιονέως ἐξ Ἀθηνῶν φυγάδος, ἐκείνῳ τὴν ἀρχὴν παρέδωκεν αὐτῶν· ὁ δὲ ποιητὴς ὑπὸ Μέντῃ τετάχθαι φησὶ λῃστὰς καλῶν αὐτούς, καθάπερ καὶ τοὺς Τηλεβόας ἅπαντάς φασι.
而塔菲奥伊人的岛屿,以前是泰勒博埃斯人的岛屿,其中包括塔波斯(现在称为塔皮亚斯),与这些岛屿是分开的,不是因为距离(因为它们离得很近),而是因为被划归在其他领袖的统治下,即塔菲奥伊人和泰勒博埃斯人;以前,安菲特律翁确实在从雅典流亡出来的得伊奥内乌斯之子凯法洛斯的陪同下,对他们进行过远征,并将对他们的统治权交给了凯法洛斯;但诗人却说他们是在门特斯的统治下,并称他们为海盗,正如人们对所有泰勒博埃斯人的称呼一样。
τὰ μὲν περὶ τὰς νήσους τὰς πρὸ τῆς Ἀκαρνανίας ταῦτα.
关于阿卡纳尼亚前面的岛屿的情况就是这样。