Humanitext Reader

斯特拉波 · 地理学 §10.2.6-10.2.9

埃托利亚古城与阿卡纳尼亚沿海及莱夫卡斯岛

第 317 段,共 577 段 · 希腊语

内容简介

作者讨论了埃托利亚古城奥勒诺斯和皮勒涅的历史变迁,批评了赫拉尼科斯的记载,描述了阿克提翁和莱夫卡斯等阿卡纳尼亚沿海及岛屿的地理与历史关系,并详述了莱夫卡塔斯海岬跳崖的传说与宗教仪式。

§10.2.6καὶ Ὤλενον δὲ καὶ Πυλήνην ὀνομάζει πόλεις ὁ ποιητὴς Αἰτωλικάς, ὧν τὴν μὲν Ὤλενον ὁμωνύμως τῇ Ἀχαϊκῇ λεγομένην Αἰολεῖς κατέσκαψαν, πλησίον οὖσαν τῆς νεωτέρας Πλευρῶνος, τῆς δὲ χώρας ἠμφισβήτουν Ἀκαρνᾶνες· τὴν δὲ Πυλήνην μετενέγκαντες εἰς τοὺς ἀνώτερον τόπους ἤλλαξαν αὐτῆς καὶ τοὔνομα Πρόσχιον καλέσαντες.
诗人还将奥勒诺斯和皮勒涅称为埃托利亚的城市,其中奥勒诺斯与阿凯亚的同名城市同名,已被埃奥利斯人夷为平地,该城曾靠近新普莱乌隆,而阿卡纳尼亚人曾对其领土提出争议;至于皮勒涅,他们将其迁至更高的地方,并更改了其名称,称之为普罗斯基翁。
Ἑλλάνικος δʼ οὐδὲ τὴν περὶ ταύτας ἱστορίαν οἶδεν, ἀλλʼ ὡς ἔτι καὶ αὐτῶν οὐσῶν ἐν τῇ ἀρχαίᾳ καταστάσει μέμνηται, τὰς δʼ ὕστερον καὶ τῆς τῶν Ἡρακλειδῶν καθόδου κτισθείσας Μακυνίαν καὶ Μολύκρειαν ἐν ταῖς ἀρχαίαις καταλέγει, πλείστην εὐχέρειαν ἐπιδεικνύμενος ἐν πάσῃ σχεδόν τι τῇ γραφῇ.
赫拉尼科斯甚至不了解关于这些城市的历史,而是提及它们仿佛它们仍处于古老的状态,另一方面,他将较晚在赫拉克勒斯一族归来之后才建立的马基尼亚和莫利克雷亚列入古老城市之列,在几乎所有的写作中都表现出极大的疏忽。
§10.2.7καθόλου μὲν οὖν ταῦτα περὶ τῆς χώρας ἐστὶ τῆς τῶν Ἀκαρνάνων καὶ τῶν Αἰτωλῶν, περὶ δὲ τῆς παραλίας καὶ τῶν προκειμένων νήσων ἔτι καὶ ταῦτα προσληπτέον· ἀπὸ γὰρ τοῦ στόματος ἀρξαμένοις τοῦ Ἀμβρακικοῦ κόλπου πρῶτόν ἐστιν Ἀκαρνάνων χωρίον τὸ Ἄκτιον.
总的来说,这就是关于阿卡纳尼亚人和埃托利亚人土地的状况,但关于海岸和前方的岛屿,还必须补充以下内容:因为对于从安布拉基亚湾口开始的人来说,属于阿卡纳尼亚人的第一个地方是阿克提翁。
ὁμωνύμως δὲ λέγεται τό τε ἱερὸν τοῦ Ἀκτίου Ἀπόλλωνος καὶ ἡ ἄκρα ἡ ποιοῦσα τὸ στόμα τοῦ κόλπου, ἔχουσα καὶ λιμένα ἐκτός.
阿克提翁的阿波罗神殿和形成湾口且在外部拥有港口的海岬同名。
τοῦ δʼ ἱεροῦ τετταράκοντα μὲν σταδίους ἀπέχει τὸ Ἀνακτόριον ἐν τῷ κόλπῳ ἱδρυμένον, διακοσίους δὲ καὶ τετταράκοντα ἡ Λευκάς.
从神殿出发,位于海湾内的阿纳克托里翁距离四十斯塔迪翁,而莱夫卡斯距离两百四十斯塔迪翁。
§10.2.8αὕτη δʼ ἦν τὸ παλαιὸν μὲν χερρόνησος τῆς Ἀκαρνάνων γῆς, καλεῖ δʼ ὁ ποιητὴς αὐτὴν ἀκτὴν ἠπείροιο, τὴν περαίαν τῆς Ἰθάκης καὶ τῆς Κεφαλληνίας ἤπειρον καλῶν· αὕτη δʼ ἐστὶν ἡ Ἀκαρνανία· ὥστε, ὅταν φῇ ἀκτὴν ἠπείροιο, τῆς Ἀκαρνανίας ἀκτὴν δέχεσθαι δεῖ.
莱夫卡斯在古代曾是阿卡纳尼亚土地上的一个半岛,诗人称其为“大陆的沿岸”,将意萨卡和凯法莱尼亚的对岸称为“大陆”;这片对岸就是阿卡纳尼亚;因此,当他说“大陆的沿岸”时,必须理解为阿卡纳尼亚的沿岸。
τῆς δὲ Λευκάδος ἥ τε Νήριτος, ἥν φησιν ἑλεῖν ὁ Λαέρτης " ἦ μὲν Νήριτον εἷλον ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων, " καὶ ἃς ἐν καταλόγῳ φησί " καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν.
属于莱夫卡斯的有内里托斯,诗人说拉尔特斯曾攻占该地: “我确实攻占了内里托斯,那座建构良好的城市,大陆的沿岸,在统治凯法莱尼亚人时,” 以及他在《船只名录》中所说的: “他们还居住在克罗基莱亚和险峻的埃吉利普斯。
" Κορίνθιοι δὲ πεμφθέντες ὑπὸ Κυψέλου καὶ Γόργου ταύτην τε κατέσχον τὴν ἀκτὴν καὶ μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου προῆλθον, καὶ ἥ τε Ἀμβρακία συνῳκίσθη καὶ Ἀνακτόριον, καὶ τῆς χερρονήσου διορύξαντες τὸν ἰσθμὸν ἐποίησαν νῆσον τὴν Λευκάδα, καὶ μετενέγκαντες τὴν Νήριτον ἐπὶ τὸν τόπον, ὃς ἦν ποτὲ μὲν ἰσθμὸς νῦν δὲ πορθμὸς γεφύρᾳ ζευκτός, μετωνόμασαν Λευκάδα, ἐπώνυμον δοκῶ μοι τοῦ Λευκάτα· πέτρα γάρ ἐστι λευκὴ τὴν χρόαν, προκειμένη τῆς Λευκάδος εἰς τὸ πέλαγος καὶ τὴν Κεφαλληνίαν, ὡς ἐντεῦθεν τοὔνομα λαβεῖν.
” 科林斯人在库普塞罗斯和戈尔戈斯的派遣下占领了这一沿岸,并一直推进到安布拉基亚湾,从而共同建立了安布拉基亚和阿纳克托里翁,并挖通了半岛的地峡,使莱夫卡斯成为一个岛屿,还将内里托斯迁至曾为地峡、现为有桥梁连接的海峡处,改名为莱夫卡斯,我想这是因莱夫卡塔斯而得名;因为那是一块颜色呈白色的岩石,从莱夫卡斯突出到外海和凯法莱尼亚方向,因而得名。
§10.2.9ἔχει δὲ τὸ τοῦ Λευκάτα Ἀπόλλωνος ἱερὸν καὶ τὸ ἅλμα τὸ τοὺς ἔρωτας παύειν πεπιστευμένον· " οὗ δὴ λέγεται πρώτη Σαπφώ " ὥς φησιν ὁ Μένανδρος " τὸν ὑπέρκομπον θηρῶσα Φάωνʼ οἰστρῶντι πόθῳ ῥῖψαι πέτρας ἀπὸ τηλεφανοῦς ἅλμα κατʼ εὐχὴν σήν, δέσποτʼ ἄναξ.
莱夫卡塔斯的阿波罗神殿还拥有被认为可以平息恋情的“跳崖”处: “据说萨福在此最先,” 正如米南德所说: “追寻傲慢的法翁,在狂热的渴望中,从那座远望可见的岩石上投身,依照您的誓愿完成了这一跳,主宰之王啊。
" ὁ μὲν οὖν Μένανδρος πρώτην ἁλέσθαι λέγει τὴν Σαπφώ, οἱ δʼ ἔτι ἀρχαιολογικώτεροι Κέφαλόν φασιν ἐρασθέντα Πτερέλα τὸν Δηιονέως.
” 米南德说萨福是第一个跳崖的人,但更古老的历史记录者则说是凯帕洛斯,他爱上了德伊奥纽斯之子普特雷拉斯。
ἦν δὲ καὶ πάτριον τοῖς Λευκαδίοις κατʼ ἐνιαυτὸν ἐν τῇ θυσίᾳ τοῦ Ἀπόλλωνος ἀπὸ τῆς σκοπῆς ῥιπτεῖσθαί τινα τῶν ἐν αἰτίαις ὄντων ἀποτροπῆς χάριν, ἐξαπτομένων ἐξ αὐτοῦ παντοδαπῶν πτερῶν καὶ ὀρνέων ἀνακουφίζειν δυναμένων τῇ πτήσει τὸ ἅλμα, ὑποδέχεσθαι δὲ κάτω μικραῖς ἁλιάσι κύκλῳ περιεστῶτας πολλοὺς καὶ περισώζειν εἰς δύναμιν τῶν ὅρων ἔξω τὸν ἀναληφθέντα.
莱夫卡斯人还有一个古老的习俗,每年在向阿波罗献祭时,将一名被指控罪名的人从瞭望台扔下去以辟邪,并在他身上系上各种羽毛和能通过飞翔减轻坠落的鸟类,下方许多人乘着小渔船围成一圈接住他,并尽最大可能将其救出到国境之外。
ὁ δὲ τὴν Ἀλκμαιονίδα γράψας, Ἰκαρίου τοῦ Πηνελόπης πατρὸς υἱεῖς γενέσθαι δύο, Ἀλυζέα καὶ Λευκάδιον, δυναστεῦσαι δʼ ἐν τῇ Ἀκαρνανίᾳ τούτους μετὰ τοῦ πατρός· τούτων οὖν ἐπωνύμους τὰς πόλεις Ἔφορος λέγεσθαι δοκεῖ.
而《阿尔克迈奥尼斯》的作者则说,彭涅罗佩之父伊卡里奥斯有两个儿子,即阿吕泽乌斯和莱夫卡迪奥斯,他们与父亲一起统治阿卡纳尼亚;因此,埃福罗斯认为,这些城市是以他们的名字命名的。

词汇与语法注释

  1. 10.2.6ὡς ἔτι καὶ αὐτῶν οὐσῶν — 由连词 ὡς 引导的属格独立结构,表示主词赫拉尼科斯主观的认定或假定(“仿佛它们仍处于……”)。
  2. 10.2.8τῆς δὲ Λευκάδος — 属格 τῆς Λευκάδος 表示所属或部分(“属于莱夫卡斯的[有内里托斯]”),此处省略了表示存在的动词 ἐστί(ν)。
  3. 10.2.8ἐπώνυμον δοκῶ μοι τοῦ Λευκάτα — 短语 δοκῶ μοι 是一个表示“我认为”的第一人称惯用表达。形容词 ἐπώνυμον(意为“因……而得名”)支配表示起因的属格 τοῦ Λευκά塔斯。
  4. 10.2.9ὁ δὲ τὴν Ἀλκμαιονίδα γράψας — 此处省略了引导宾格不定式间接引语的主句动词(如 ἔφη),仅留下分词短语作为主语。

引用这一段

斯特拉波, 地理学 §10.2.6-10.2.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.2.6-10.2.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。