§1.4.1̔η μὲν οὖν πρώτη διέξοδος αὐτῷ τῶν ὑπομνημάτων τοιαύτη.
那么,他的备忘录的第一部分阐述就是这样的。
ἐν δὲ τῇ δευτέρᾳ πειρᾶται διόρθωσίν τινα ποιεῖσθαι τῆς γεωγραφίας καὶ τὰς ἑαυτοῦ λέγει ὑπολήψεις, πρὸς ἃς πάλιν εἰ ἔστι τις ἐπανόρθωσις, πειρατέον προσφέρειν.
但在第二部分中,他试图对地理学进行某种修正,并阐述了自己的设想,如果对这些设想有必要再次进行纠正,我们必须试着提出。
τὸ μὲν οὖν τὰς μαθηματικὰς ὑποθέσεις εἰσάγειν καὶ φυσικὰς εὖ λέγεται, καὶ ὅτι εἰ σφαιροειδὴς ἡ γῆ καθάπερ καὶ ὁ κόσμος, περιοικεῖται, καὶ τὰ ἄλλα τὰ τοιαῦτα.
现在,一方面,他引入数学和自然学假设是说得很对的,例如,如果地球像宇宙一样呈球形,它就全周围都有人居住,以及其他诸如此类的事情。
εἰ δὲ τηλικαύτη ἡλίκην αὐτὸς εἴρηκεν, οὐχ ὁμολογοῦσιν οἱ ὕστερον, οὐδʼ ἐπαινοῦσι τὴν ἀναμέτρησιν· ὅμως δὲ πρὸς τὴν σημείωσιν τῶν κατὰ τὰς οἰκήσεις ἑκάστας φαινομένων προσχρῆται τοῖς διαστήμασιν ἐκείνοις Ἵππαρχος ἐπὶ τοῦ διὰ Μερόης καὶ Ἀλεξανδρείας καὶ Βορυσθένους μεσημβρινοῦ, μικρὸν παραλλάττειν φήσας παρὰ τὴν ἀλήθειαν.
但至于地球是否像他自己所说的那样大,后世的学者并不赞同,也不称赞他的测量;然而,为了记录各个居住地的天体现象,喜帕恰斯在通过梅罗埃、亚历山大里亚和波留斯提尼斯子午线上,附加使用了那些距离,并称它们与事实相差无几。
καὶ περὶ τοῦ σχήματος δʼ ἐν τοῖς ἑξῆς διὰ πλειόνων καὶ δεικνύς, ὅτι σφαιροειδὴς καὶ ἡ γῆ σὺν τῇ ὑγρᾷ φύσει καὶ ὁ οὐρανός, ἀλλοτριολογεῖν ἂν δόξειεν· ἀρκεῖ γὰρ τὸ ἐπὶ μικρόν.
而且,在接下来的部分中,他通过较长的篇幅论证地球的形状——即地球与液体自然一同呈球形,天空也是如此——这似乎是在说一些题外话;因为只要进行简要的说明就足够了。
§1.4.2̔εξῆς δὲ τὸ πλάτος τῆς οἰκουμένης ἀφορίζων φησὶν ἀπὸ μὲν Μερόης ἐπὶ τοῦ διʼ αὐτῆς μεσημβρινοῦ μέχρι Ἀλεξανδρείας εἶναι μυρίους, ἐνθένδε εἰς τὸν Ἑλλήσποντον περὶ ὀκτακισχιλίους ἑκατόν, εἶτʼ εἰς Βορυσθένη πεντακισχιλίους, εἶτʼ ἐπὶ τὸν κύκλον τὸν διὰ Θούλης (ἥν φησι Πυθέας ἀπὸ μὲν τῆς Βρεττανικῆς ἓξ ἡμερῶν πλοῦν ἀπέχειν πρὸς ἄρκτον, ἐγγὺς δʼ εἶναι τῆς πεπηγυίας θαλάττης) ἄλλους ὡς μυρίους χιλίους πεντακοσίους.
接着,在界定已知世界的宽度时,他说,从梅罗埃沿着通过它的子午线到亚历山大里亚是一万斯塔迪翁,从那里到赫勒斯滂大约是八千一百斯塔迪翁,然后到波留斯提尼斯是五千斯塔迪翁,再到通过图勒的纬线(皮西亚斯称其距离不列颠向北有六天的航程,并且接近冰冻之海)还有大约一万一千五百斯塔迪翁。
ἐὰν οὖν ἔτι προσθῶμεν ὑπὲρ τὴν Μερόην ἄλλους τρισχιλίους τετρακοσίους, ἵνα τὴν τῶν Αἰγυπτίων νῆσον ἔχωμεν καὶ τὴν Κινναμωμοφόρον καὶ τὴν Ταπροβάνην, ἔσεσθαι σταδίους τρισμυρίους ὀκτακισχιλίους.
因此,如果我们还在梅罗埃上方再增加三千四百斯塔迪翁,以便将埃及人的岛屿、肉桂产地和塔普罗巴内包括在内,总计将是三万八千斯塔迪翁。
§1.4.3τὰ μὲν οὖν ἄλλα διαστήματα δεδόσθω αὐτῷ· ὡμολόγηται γὰρ ἱκανῶς· τὸ δʼ ἀπὸ τοῦ Βορυσθένους ἐπὶ τὸν διὰ Θούλης κύκλον τίς ἂν δοίη νοῦν ἔχων;
那么,其他距离可以算作让步于他,因为它们已得到了充分的公认;但一个神智清醒的人,谁会承认从波留斯提尼斯到通过图勒的纬线的距离呢?
ὅ τε γὰρ ἱστορῶν τὴν Θούλην Πυθέας ἀνὴρ ψευδίστατος ἐξήτασται, καὶ οἱ τὴν Βρεττανικὴν Ἰέρνην ἰδόντες οὐδὲν περὶ τῆς Θούλης λέγουσιν, ἄλλας νήσους λέγοντες μικρὰς περὶ τὴν Βρεττανικήν· αὐτή τε ἡ Βρεττανικὴ τὸ μῆκος ἴσως πώς ἐστι τῇ Κελτικῇ παρεκτεταμένη, τῶν πεντακισχιλίων σταδίων οὐ μείζων καὶ τοῖς ἄκροις τοῖς ἀντικειμένοις ἀφοριζομένη.
因为,报道图勒的皮西亚斯已被证明是一个极其撒谎的人,而且那些见过不列颠之爱尔涅(爱尔兰)的人也没有提到任何关于图勒的事,虽然他们提到了不列颠周围的其他小岛;而不列颠自身在长度上,大概是与凯尔特卡平行延伸的,不超过五千斯塔迪翁,并由其相对的两端来界定。
ἀντίκειται γὰρ ἀλλήλοις τά τε ἑῷα ἄκρα τοῖς ἑῴοις καὶ τὰ ἑσπέρια τοῖς ἑσπερίοις, καὶ τά γε ἑῷα ἐγγὺς ἀλλήλων ἐστὶ μέχρις ἐπόψεως, τό τε Κάντιον καὶ αἱ τοῦ Ῥήνου ἐκβολαί.
因为相对的两端是互相对应的,东端对东端,西端对西端,而且东端彼此距离很近,处于视线之内,即坎提翁与莱茵河口。
ὁ δὲ πλειόνων ἢ δισμυρίων τὸ μῆκος ἀποφαίνει τῆς νήσου, καὶ τὸ Κάντιον ἡμερῶν τινων πλοῦν ἀπέχειν τῆς Κελτικῆς φησι· καὶ τὰ περὶ τοὺς Ὠστιμίους δὲ καὶ τὰ πέραν τοῦ Ῥήνου τὰ μέχρι Σκυθῶν πάντα κατέψευσται τῶν τόπων.
但他却宣布该岛的长度超过两万斯塔迪翁,并说坎提翁距离凯尔特卡有数天的航程;而关于奥斯蒂米奥伊人以及莱茵河彼岸直到斯基泰人的所有地方的说法,全都是谎言。
ὅστις οὖν περὶ τῶν γνωριζομένων τόπων τοσαῦτα ἔψευσται, σχολῇ γʼ ἂν περὶ τῶν ἀγνοουμένων παρὰ πᾶσιν ἀληθεύειν δύναιτο.
因此,一个在已知地方撒了这么多谎的人,怎么可能在所有人都不知晓的地方说出真话呢。
§1.4.4τὸν δὲ διὰ τοῦ Βορυσθένους παράλληλον τὸν αὐτὸν εἶναι τῷ διὰ τῆς Βρεττανικῆς εἰκάζουσιν Ἵππαρχός τε καὶ ἄλλοι ἐκ τοῦ τὸν αὐτὸν εἶναι καὶ τὸν διὰ Βυζαντίου τῷ διὰ Μασσαλίας·
喜帕恰斯和其他人推测,通过波留斯提尼斯的平行线与通过不列颠的是同一条,这是基于通过拜占庭的平行线与通过马萨利亚的是同一条这一事实。
ὃν γὰρ λόγον εἴρηκε τοῦ ἐν Μασσαλίᾳ γνώμονος πρὸς τὴν σκιάν, τὸν αὐτὸν καὶ Ἵππαρχος κατὰ τὸν ὁμώνυμον καιρὸν εὑρεῖν ἐν τῷ Βυζαντίῳ φησίν.
因为皮西亚斯在马萨利亚所说的日晷与影子的比例,喜帕恰斯说他在拜占庭的相应季节也发现了相同的比例。
ἐκ Μασσαλίας δὲ εἰς μέσην τὴν Βρεττανικὴν οὐ πλέον τῶν πεντακισχιλίων ἐστὶ σταδίων.
而从马萨利亚到不列颠中部不超过五千斯塔迪翁。
ἀλλὰ μὴν ἐκ μέσης τῆς Βρεττανικῆς οὐ πλέον τῶν τετρακισχιλίων προελθὼν εὕροις ἂν οἰκήσιμον ἄλλως πως (τοῦτο δʼ ἂν εἴη τὸ περὶ τὴν Ἰέρνην), ὥστε τὰ ἐπέκεινα, εἰς ἃ ἐκτοπίζει τὴν Θούλην, οὐκέτʼ οἰκήσιμα.
然而,从不列颠中部向前走不超过四千斯塔迪翁,你就能找到以某种其他方式可居住的地方(这应当是爱尔涅周边的地区),因此,在更远的地方——他将图勒放逐于此——已不再适宜居住了。
τίνι δʼ ἂν καὶ στοχασμῷ λέγοι τὸ ἀπὸ τοῦ διὰ Θούλης ἕως τοῦ διὰ Βορυσθένους μυρίων καὶ χιλίων πεντακοσίων, οὐχ ὁρῶ.
他凭借什么样的推测,能说出从通过图勒的平行线到通过波留斯提尼斯的平行线是一万一千五百斯塔迪翁,我实在看不出来。