Humanitext Reader

斯特拉波 · 地理学 §1.4.5-1.4.6

已知世界长度的夸大与多个世界的可能性

第 44 段,共 577 段 · 希腊语

内容简介

斯特拉波批评埃拉托斯特尼为了弥补宽度计算的错误而过度高估已知世界的长度,详细审查其距离测量,并指出在同一个温带内可以存在多个已知世界。

§1.4.5διαμαρτὼν δὲ τοῦ πλάτους ἠνάγκασται καὶ τοῦ μήκους ἀστοχεῖν.
然而,由于在宽度上犯了错误,他也只能在长度上偏离目标。
ὅτι μὲν γὰρ πλέον ἢ διπλάσιον τὸ γνώριμον μῆκός ἐστι τοῦ γνωρίμου πλάτους, ὁμολογοῦσι καὶ οἱ ὕστερον καὶ τῶν παλαιῶν οἱ χαριέστατοι· λέγω δὲ τὸ ἀπὸ τῶν ἄκρων τῆς Ἰνδικῆς ἐπὶ τὰ ἄκρα τῆς Ἰβηρίας, τοῦ ἀπʼ Αἰθιόπων ἕως τοῦ κατὰ Ἰέρνην κύκλου.
因为,已知长度是已知宽度的两倍以上,这一点不仅得到了后世学者的公认,也得到了古代最杰出学者的赞同;我指的是从印度端点到伊比利亚端点,以及从埃塞俄比亚人到通过爱尔涅的平行线。
ὁρίσας δὲ τὸ λεχθὲν πλάτος, τὸ ἀπὸ τῶν ἐσχάτων Αἰθιόπων μέχρι τοῦ διὰ Θούλης ἐκτείνει πλέον ἢ δεῖ τὸ μῆκος, ἵνα ποιήσῃ πλέον ἢ διπλάσιον τοῦ λεχθέντος πλάτους.
但是,他界定了上述宽度——即从最远的埃塞俄比亚人到通过图勒的平行线——之后,为了使长度达到上述宽度的两倍以上,他将长度延伸得超过了必要的程度。
φησὶ δʼ οὖν τὸ μὲν τῆς Ἰνδικῆς μέχρι τοῦ Ἰνδοῦ ποταμοῦ τὸ στενώτατον σταδίων μυρίων ἑξακισχιλίων (τὸ γὰρ ἐπὶ τὰ ἀκρωτήρια τεῖνον τρισχιλίοις εἶναι μεῖζον), τὸ δὲ ἔνθεν ἐπὶ Κασπίους πύλας μυρίων τετρακισχιλίων, εἶτʼ ἐπὶ τὸν Εὐφράτην μυρίων, ἐπὶ δὲ τὸν Νεῖλον ἀπὸ τοῦ Εὐφράτου πεντακισχιλίων, ἄλλους δὲ χιλίους καὶ τριακοσίους μέχρι Κανωβικοῦ στόματος, εἶτα μέχρι τῆς Καρχηδόνος μυρίους τρισχιλίους πεντακοσίους, εἶτα μέχρι στηλῶν ὀκτακισχιλίους τοὐλάχιστον· ὑπεραίρειν δὴ τῶν ἑπτὰ μυριάδων ὀκτακοσίους.
无论如何,他说从印度端点到印度河最窄处的距离是一万六千斯塔迪翁(因为延伸到岬角的部分要多出三千斯塔迪翁),从那里到里海门是一万四千斯塔迪翁,然后到幼发拉底河是一万斯塔迪翁,从幼发拉底河到尼罗河是五千斯塔迪翁,到卡诺波斯口还有一千三百斯塔迪翁,然后到迦太基是一万三千五百斯塔迪翁,然后到柱至少八千斯塔迪翁;因此,总计超过七万斯塔迪翁八百。
δεῖν δὲ ἔτι προσθεῖναι τὸ ἐκτὸς Ἡρακλείων στηλῶν κύρτωμα τῆς Εὐρώπης, ἀντικείμενον μὲν τοῖς Ἴβηρσι προπεπτωκὸς δὲ πρὸς τὴν ἑσπέραν, οὐκ ἔλαττον σταδίων τρισχιλίων, καὶ τὰ ἀκρωτήρια τά τε ἄλλα καὶ τὸ τῶν Ὠστιμίων, ὃ καλεῖται Κάβαιον, καὶ τὰς κατὰ τοῦτο νήσους, ὧν τὴν ἐσχάτην Οὐξισάμην φησὶ Πυθέας ἀπέχειν ἡμερῶν τριῶν πλοῦν.
他说我们还必须加上赫拉克勒斯之柱外侧欧洲的弯曲部,该部与伊比利亚人相对并向西突出,不少于三千斯塔迪翁,以及其他岬角,特别是被称为卡拜翁的奥斯蒂米奥伊人的岬角,和靠近该处的岛屿,其中最远的乌克西萨梅,皮西亚斯说距离有三天的航程。
ταῦτα δʼ εἰπὼν τὰ τελευταῖα οὐδὲν πρὸς τὸ μῆκος συντείνοντα προσέθηκε τὰ περὶ τῶν ἀκρωτηρίων καὶ τῶν Ὠστιμίων καὶ τῆς Οὐξισάμης καὶ ὧν φησι νήσων· ταῦτα γὰρ πάντα προσάρκτιά ἐστι καὶ Κελτικά, οὐκ Ἰβηρικά, μᾶλλον δὲ Πυθέου πλάσματα.
但是在说了这些最后的细节之后,他添加了关于岬角、奥斯蒂米奥伊人、乌克西萨梅和他提到的岛屿的记述,而这些对长度的计算毫无贡献;因为所有这些都是北方的和凯尔特人的地方,而不是伊比利亚的,或者更确切地说,它们是皮西亚斯的捏造。
προστίθησί τε τοῖς εἰρημένοις τοῦ μήκους διαστήμασιν ἄλλους σταδίους δισχιλίους μὲν πρὸς τῇ δύσει, δισχιλίους δὲ πρὸς τῇ ἀνατολῇ, ἵνα σώσῃ τὸ πλέον ἢ διπλάσιον τὸ μῆκος τοῦ πλάτους εἶναι.
他还在上述长度距离上,在西边增加了两千斯塔迪翁,在东边增加了两千斯塔迪翁,以便维持长度是宽度的两倍以上这一关系。
§1.4.6παραμυθούμενος δʼ ἐπὶ πλέον, ὅτι κατὰ φύσιν ἐστὶ τὸ ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν διάστημα μεῖζον λέγειν, κατὰ φύσιν φησὶν εἶναι ἀπὸ τῆς ἕω πρὸς τὴν ἑσπέραν μακροτέραν εἶναι τὴν οἰκουμένην, καθάπερ εἰρήκαμεν·
为了进一步辩白,说指出从东到西的距离更长是符合自然的,他说,正如我们已经说过的,已知世界在东西方向上更长是符合自然的。
ὡς οἱ μαθηματικοί φασι, κύκλον συνάπτειν, συμβάλλουσαν αὐτὴν ἑαυτῇ, ὥστʼ εἰ μὴ τὸ μέγεθος τοῦ Ἀτλαντικοῦ πελάγους ἐκώλυε, κἂν πλεῖν ἡμᾶς ἐκ τῆς Ἰβηρίας εἰς τὴν Ἰνδικὴν διὰ τοῦ αὐτοῦ παραλλήλου, τὸ λοιπὸν μέρος παρὰ τὸ λεχθὲν διάστημα ὑπὲρ τὸ τρίτον μέρος ὂν τοῦ ὅλου κύκλου·
也就是说,正如数学家所说,已知世界会闭合连接成一个圆,自我相遇,因此,如果大西洋的辽阔没有阻碍的话,我们甚至可以沿着同一条平行线从伊比利亚航行到印度。
εἴπερ ὁ διʼ Ἀθηνῶν ἐλάττων ἐστὶν εἴκοσι μυριάδων, ὅπου πεποιήμεθα τὸν εἰρημένον σταδιασμὸν ἀπὸ τῆς Ἰνδικῆς εἰς τὴν Ἰβηρίαν.
除去上述距离之外的其余部分超过了整个圆的三分之一,如果通过雅典的平行线(在这条线上我们进行了上述从印度到伊比利亚的里数测量)少于二十万斯塔迪翁的话。
οὐδὲ ταῦτα οὖν εὖ λέγει·
因此,他在这些事情上也说得不对。
οὗτος γὰρ ὁ λόγος περὶ μὲν τῆς εὐκράτου καὶ καθʼ ἡμᾶς ζώνης λέγοιτʼ ἂν κατὰ τοὺς μαθηματικούς, ἧς μέρος ἡ οἰκουμένη ἐστί, περὶ δὲ τῆς οἰκουμένης καλοῦμεν γὰρ οἰκουμένην ἣν οἰκοῦμεν καὶ γνωρίζομεν·
因为按照数学家的说法,这一论据可能适用于我们所处的温带,已知世界只是其中的一部分,但不适用于已知世界本身。
ἐνδέχεται δὲ ἐν τῇ αὐτῇ εὐκράτῳ ζώνῃ καὶ δύο οἰκουμένας εἶναι ἢ καὶ πλείους, καὶ μάλιστα ἐγγὺς τοῦ διʼ Ἀθηνῶν κύκλου τοῦ διὰ τοῦ Ἀτλαντικοῦ πελάγους γραφομένου.
因为我们所说的“已知世界”是指我们居住且知晓的世界;但在同一个温带内,也可能存在两个甚至更多的已知世界,特别是在通过大西洋绘制的雅典平行线附近。
πάλιν δὲ ἐπιμένων τῇ περὶ τοῦ σφαιροειδῆ τὴν γῆν εἶναι ἀποδείξει τῆς αὐτῆς ἐπιτιμήσεως ἂν τυγχάνοι.
而且,如果他再次坚持关于地球是球形的论证,他将遭受同样的谴责。
ὡς δʼ αὕτως καὶ πρὸς τὸν Ὅμηρον οὐ παύεται περὶ τῶν αὐτῶν διαφερόμενος.
同样地,在对待荷马的问题上,他也一直在同一事情上争论休。

词汇与语法注释

  1. 1.4.5ὑπεραίρειν δὴ τῶν ἑπτὰ μυριάδων ὀκτακοσίους. — 不定式 ὑπεραίρειν 是转述埃拉托斯特尼观点的间接引语的一部分。此处的“70,800斯塔迪翁”与他给出的从印度到赫拉克勒斯之柱的各项具体距离之和(16,000 + 14,000 + 10,000 + 5,000 + 1,300 + 13,500 + 8,000 = 67,800)加上印度半岛突出部的增加值(3,000)完全吻合。
  2. 1.4.6κἂν πλεῖν ἡμᾶς ἐκ τῆς Ἰβηρίας εἰς τὴν Ἰνδικὴν διὰ τοῦ αὐτοῦ παραλλήλου — κἂν 是 καὶ ἂν 的缩合。在由连词 ὥστε 引导的结果从句中,助词 ἄν 与带宾格主语的不定式 πλεῖν 结合,表示与过去事实相反的虚拟语气或潜在可能性(“我们甚至可以航行”),其对应的条件从句是 εἰ μὴ ... ἐκώλυε(如果……没有阻碍的话)。
  3. 1.4.6τὸ λοιπὸν μέρος παρὰ τὸ λεχθὲν διάστημα ὑπὲρ τὸ τρίτον μέρος ὂν τοῦ ὅλου κύκλου — 介词 παρά 接宾格(τὸ λεχθὲν διάστημα)表示排除,意为“除去”或“扣除”。分词 ὄν(中性单数主格)与主语 τὸ λοιπὸν μέρος(其余部分)一致,此处类似于主格绝对结构,形成一个独立的分词短语。
  4. 1.4.6πάλιν δὲ ἐπιμένων τῇ περὶ τοῦ σφαιροειδῆ τὴν γῆν εἶναι ἀποδείξει τῆς αὐτῆς ἐπιτιμήσεως ἂν τυγχάνοι. — 主格分词 ἐπιμένων 充当条件从句(“如果他坚持……”),与主句中的潜在希求语气 ἂν τυγχάνοι(将遭受……)呼应,共同构成一个条件句结构。

引用这一段

斯特拉波, 地理学 §1.4.5-1.4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.4.5-1.4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。