Humanitext Reader

斯特拉波 · 地理学 §1.3.12-1.3.14

海峡潮流成因与对喜帕恰斯批评的辩驳

第 38 段,共 577 段 · 希腊语

内容简介

斯特拉波针对海峡潮流成因及古代水位问题对喜帕恰斯的批评进行了反驳,通过物理常识分析和“相接”一词的多义性辨析,为埃拉托斯特尼进行辩护。

§1.3.12περὶ μὲν οὖν τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων εἰρήκασιν ἱκανῶς Ποσειδώνιός τε καὶ Ἀθηνόδωρος· περὶ δὲ τῆς τῶν πορθμῶν παλιρροίας, ἐχόντων καὶ αὐτῶν φυσικώτερον λόγον ἢ κατὰ τὴν νῦν ὑπόθεσιν, τοσοῦτον εἰπεῖν ἀπόχρη, ὅτι οὔτε εἷς τρόπος τοῦ ῥοώδεις εἶναι τοὺς πορθμούς, ὅ γε κατʼ εἶδος (οὐ γὰρ ἂν ὁ μὲν Σικελικὸς δὶς ἑκάστης ἡμέρας μετέβαλλεν, ὡς οὗτός φησιν, ὁ δὲ Χαλκιδικὸς ἑπτάκις, ὁ δὲ κατὰ Βυζάντιον οὐδὲ μετέβαλλεν, ἀλλὰ διετέλει τὸν ἔκρουν μόνον ἔχων τὸν ἐκ τοῦ Ποντικοῦ πελάγους εἰς τὴν Προποντίδα, ὡς δὲ Ἵππαρχος ἱστορεῖ, καὶ μονάς ποτε ἐποιεῖτο), οὔτʼ εἰ τρόπος εἷς εἴη, ταύτην ἂν ἔχοι τὴν αἰτίαν, ἥν φησιν ὁ Ἐρατοσθένης, ὅτι ἡ ἐφʼ ἑκάτερα θάλαττα ἄλλην καὶ ἄλλην ἐπιφάνειαν ἔχει·
关于潮汐的涨落,波塞多尼乌斯和阿特诺多罗斯已经作了充分的论述;但关于海峡的往复流(其自身也具有比当前假设更符合自然学理的解释),只需说明以下几点就足够了:首先,海峡产生潮流的方式绝非仅有一种,至少在物种分类上如此(否则,正如他所说,西西里海峡不会每天改变两次,而哈尔基斯海峡改变七次,拜占庭海峡则完全不改变,而是始终保持着从黑海流入马尔马拉海的单向流出,并且据喜帕恰斯记载,它有时甚至会处于静止状态);其次,即使只有一种方式,也不会是埃拉托斯特尼所说的原因,即两边的海面高度不同;因为即使在河流中,除非有瀑布,否则也不会发生这种情况;而即使有瀑布,它们也不会往复流,而是始终流向更低处。
οὐδὲ γὰρ ἐπὶ τῶν ποταμῶν τοῦτο γένοιτʼ ἄν, εἰ μὴ καταράκτας ἔχοιεν· ἔχοντες δὲ οὐ παλιρροοῦσιν, ἀλλʼ ἐπὶ τὸ ταπεινότερον ἀεὶ φέρονται. καὶ τοῦτο δὲ συμβαίνει διὰ τὸ κεκλιμένον εἶναι τὸ ῥεῦμα καὶ τὴν ἐπιφάνειαν αὐτοῦ· ὥστʼ οὐχ ὅτι παλιρροοῦντας, ἀλλʼ οὐδὲ καθεστῶτας καὶ μένοντας, συρροίας μὲν ἐν αὐτοῖς οὔσης, μὴ μιᾶς δὲ ἐπιφανείας, ἀλλὰ τῆς μὲν ὑψηλοτέρας τῆς δὲ ταπεινοτέρας.
这种情况发生是因为水流及其表面是倾斜的;因此,在有水流汇合的情况下,如果表面不是统一的、而是一处高一处低,它们不仅不会往复流动,甚至连保持静止和不动都做不到。
πελάγους δὲ τίς ἂν φαίη κεκλιμένην ἐπιφάνειαν;
那么,谁能说海洋具有倾斜的表面呢?
καὶ μάλιστα κατὰ τὰς σφαιροποιούσας ὑποθέσεις τὰ τέτταρα σώματα, ἃ δὴ καὶ στοιχεῖα φαμέν·
特别是在我们称为元素、能形成球体的四种物体的假说下,更是如此。
οὐ γὰρ ὥσπερ ἡ γῆ κατὰ ἕξιν ἐσχημάτισται στερεὰ οὖσα, ὥστε καὶ κοιλάδας ἔχειν συμμενούσας καὶ ἀναστήματα, οὕτω καὶ τὸ ὕδωρ, ἀλλʼ αὐτῇ τῇ κατὰ τὸ βάρος ῥοπῇ τὴν ὄχησιν ἐπὶ τῆς γῆς ποιεῖται καὶ τοιαύτην λαμβάνει τὴν ἐπιφάνειαν οἵαν ὁ Ἀρχιμήδης φησιν.
因为水不像地球那样因其固体性质而具有固定的形态,从而能保持凹谷和凸起的并存,相反,水正是通过其自身因重量而产生的倾向在地球上承托自身,并呈现出阿基米德所说的那种表面。
§1.3.13Ἐπιφέρει δὲ τοῖς περὶ τοῦ Ἄμμωνος καὶ τῆς Αἰγύπτου ῥηθεῖσιν, ὅτι δοκοίη καὶ τὸ Κάσιον ὄρος περικλύζεσθαι θαλάττῃ καὶ πάντα τὸν τόπον, ὅπου νῦν τὰ καλούμενα Γέρρα, καθʼ ἕκαστα τεναγίζειν συνάπτοντα τῷ τῆς Ἐρυθρᾶς κόλπῳ, συνελθούσης δὲ τῆς θαλάττης ἀποκαλυφθῆναι.
他在关于阿蒙神庙和埃及的论述之后补充说,卡西翁山似乎也曾被海水环绕,而如今被称为格拉的整个地方,其各部分曾是与红海湾相接的沼泽,但当海水汇合退去后,这里便显露了出来。
τὸ δὴ τεναγίζειν τὸν λεχθέντα τόπον συνάπτοντα τῷ τῆς Ἐρυθρᾶς κόλπῳ, ἀμφίβολόν ἐστιν, ἐπειδὴ τὸ συνάπτειν σημαίνει καὶ τὸ συνεγγίζειν καὶ τὸ ψαύειν, ὥστε, εἰ ὕδατα εἴη, σύρρουν εἶναι θάτερον θατέρῳ.
说上述地方是与红海湾相接的沼泽,这一说法是具有歧义的,因为“相接”(synaptein)既可以表示“邻近”,也可以表示“接触”,从而意味着在有水存在时,一者与另一者相汇流。
ἐγὼ μὲν οὖν δέχομαι καὶ τὸ συνεγγίζειν τὰ τενάγη τῇ Ἐρυθρᾷ θαλάττῃ, ἕως ἀκμὴν ἐκέκλειστο τὰ κατὰ τὰς στήλας στενά, ἐκραγέντων δὲ τὴν ἀναχώρησιν γενέσθαι, ταπεινωθείσης τῆς ἡμετέρας θαλάττης διὰ τὴν κατὰ τὰς στήλας ἔκρυσιν.
因此,我本人认为,只要柱(直布罗陀)处的狭道依然关闭,这些沼泽就只是“邻近”红海,而当狭道被冲开后,由于我们的海因柱处的流出而降低,退落便发生了。
Ἵππαρχος δὲ ἐκδεξάμενος τὸ συνάπτειν ταὐτὸν τῷ σύρρουν γενέσθαι τὴν ἡμετέραν θάλατταν τῇ Ἐρυθρᾷ διὰ τὴν πλήρωσιν, αἰτιᾶται τί δή ποτε οὐχὶ τῇ κατὰ τὰς στήλας ἐκρύσει μεθισταμένη ἐκεῖσε ἡ καθʼ ἡμᾶς θάλαττα συμμεθίστα καὶ τὴν σύρρουν αὐτῇ γενομένην τὴν Ἐρυθράν, καὶ ἐν τῇ αὐτῇ διέμεινεν ἐπιφανείᾳ, μὴ ταπεινουμένη·
然而,喜帕恰斯将“相接”理解为我们的海因充满而与红海“汇流”,并对此提出责难:究竟为什么,当我们的海因柱处的流出而移向那一侧时,它没有将与之汇流的红海一同带走,而是保持在同一高度、未曾降低?
καὶ γὰρ κατʼ αὐτὸν Ἐρατοσθένη τὴν ἐκτὸς θάλατταν ἅπασαν σύρρουν εἶναι, ὥστε καὶ τὴν ἑσπέριον καὶ τὴν Ἐρυθρὰν θάλατταν μίαν εἶναι.
因为根据埃拉托斯特尼本人的说法,整个外海都是相通的,因此西方之海和红海是同一个整体。
τοῦτο δʼ εἰπὼν ἐπιφέρει τὸ ἀκόλουθον, τὸ τὸ αὐτὸ ὕψος ἔχειν τήν τε ἔξω στηλῶν θάλατταν καὶ τὴν Ἐρυθρὰν καὶ ἔτι τὴν ταύτῃ γεγονυῖαν σύρρουν.
在说了这些之后,他得出了必然的结论:柱外的海、红海以及与之汇流的海,必然具有相同的高度。
§1.3.14Ἀλλʼ οὔτʼ εἰρηκέναι τοῦτό φησιν Ἐρατοσθένης, τὸ σύρρουν γεγονέναι κατὰ τὴν πλήρωσιν τῇ Ἐρυθρᾷ, ἀλλὰ συνεγγίσαι μόνον, οὔτʼ ἀκολουθεῖν τῇ μιᾷ καὶ συνεχεῖ θαλάττῃ τὸ αὐτὸ ὕψος ἔχειν καὶ τὴν αὐτὴν ἐπιφάνειαν, ὥσπερ οὐδὲ τὴν καθʼ ἡμᾶς, καὶ νὴ Δία τὴν κατὰ τὸ Λέχαιον καὶ τὴν περὶ Κεγχρεάς.
但是,埃拉托斯特尼既没有说过在充满时它与红海达成了汇流,而只是说它邻近,而且对于一个单一且连续的海洋来说,也并不必然得出它具有相同高度和相同表面的结论,正如我们的海不是如此,也正如——天晓得——勒开翁附近的海与肯克雷阿伊周围的海不是如此一样。
ὅπερ καὶ αὐτὸς ὁ Ἵππαρχος ἐπισημαίνεται ἐν τῷ πρὸς αὐτὸν λόγῳ· εἰδὼς οὖν τὴν δόξαν αὐτοῦ τοιαύτην ἰδίᾳ τι πρὸς αὐτὸν λεγέτω, καὶ μὴ ἐξ ἑτοίμου λαμβανέτω, ὡς ἄρα ὁ φήσας μίαν εἶναι τὴν ἔξω θάλατταν σύμφησι καὶ ὅτι μία ἐστὶν αὐτῆς ἡ ἐπιφάνεια.
这一点,喜帕恰斯自己在他对埃拉托斯特尼的反驳中也指出了;因此,既然喜帕恰斯知道他的观点是这样的,就应当针对他个人进行反驳,而不应想当然地认为,凡是主张外海为一的人就必然同意其表面也是单一的。

词汇与语法注释

  1. 1.3.12ὅ γε κατʼ εἶδος — 语气词 `γε` 起到限定或强调前文名词短语(此处为 `εἷς τρόπος`)的作用,修饰 `κατʼ εἶδος`(“在物种分类上”或“本质上”),意为“至少在物种分类的意义上”。
  2. 1.3.12ὥστʼ οὐχ ὅτι — 句式 `οὐch ὅ提... ἀλλʼ οὐδέ...` 意为“不仅不……甚至连……也不……”。此处,宾格分词 `παλιρροοῦντας` 和 `καθεστῶτας καὶ μένοντας` 充当受前文结果连词 `ὥστε` 支配的省略不定式的主语,或作为修饰上下文主语(河流)的表语分词。
  3. 1.3.13συνάπτοντα — 动词 `συνάπτω` 的现在活动分词中性复数(与 `Γέρρα` 一致)。该词是斯特拉波指出歧义(`ἀμφίβολόν`)的论证核心,它可以表示单纯的“地理邻近”(`συνεγγίζειν`)或“物理接触与水流汇合”(`ψαύειν`, `σύρρουν εἶναι`)。
  4. 1.3.14μὴ ἐξ ἑτοίμου λαμβανέτω — 惯用语 `ἐξ ἑτοίμου λαμβάνειν` 意为“想当然地接受”或“在无根据的情况下视作自明”。此处与第三人称单数命令式 `λαμβανέτω` 连用,批评喜帕恰斯任意预设埃拉托斯特尼的观点并加以指责。

引用这一段

斯特拉波, 地理学 §1.3.12-1.3.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.3.12-1.3.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。