§1.3.7ταῦτα δὲ μεταφέρειν καὶ ἐπὶ τὴν ὅλην τὴν καθʼ ἡμᾶς θάλατταν καὶ τὴν ἐκτός, μὴ ἐν τοῖς ἐδάφεσι καὶ ταῖς ἐπικλίσεσιν αὐτῶν τὴν αἰτίαν τοῦ ἔκρου τιθεμένους, ἀλλʼ ἐν τοῖς ποταμοῖς· ἐπεὶ οὐκ ἀπίθανον κατʼ αὐτούς, οὐδʼ εἰ τὴν ὅλην θάλατταν τὴν ἡμετέραν λίμνην πρότερον εἶναι συνέβαινε πληρουμένην ὑπὸ τῶν ποταμῶν, ἐπιπολάσασαν ἐκπεσεῖν ἔξω διὰ τῶν κατὰ στήλας στενῶν ὡς ἐκ καταράκτου, ἐπαυξομένην δʼ ἀεὶ καὶ μᾶλλον τὴν θάλατταν σύρρουν γενέσθαι ὑπʼ αὐτῆς τῷ χρόνῳ καὶ συνδραμεῖν εἰς μίαν ἐπιφάνειαν, ἐκθαλαττωθῆναι δὲ διὰ τὴν ἐπικράτειαν.
他们还将这些论点应用到我们整个海与外海的关系上,不把流出的原因归于海底及其倾斜,而是归于河流;因为在他们看来,即使我们整个海以前曾是因河流注入而形成的湖泊,它在满溢后像瀑布一样通过柱处的狭道向外排泄,而不断增加的海水随着时间的推移与之汇流,并汇合到同一个平面上,最终由于海水占据优势而完全变成了海,这也并非是不可能的。
οὐ φυσικὸν δʼ ὅλως τὸ τοῖς ποταμοῖς εἰκάζειν τὴν θάλατταν· οἱ μὲν γὰρ φέρονται κατὰ ἐπικλινὲς ῥεῖθρον, ἡ δὲ ἀκλινὴς ἕστηκεν.
然而,将海洋比作河流是完全不符合自然规律的;因为后者是沿着倾斜的河床流动的,而前者则是无倾斜地静止着的。
οἱ δὲ πορθμοὶ ῥευματίζονται κατʼ ἄλλον τρόπον, οὐ διὰ τὸ τὴν ἰλὺν τὴν ἐκ τῶν ποταμῶν προσχοῦν τὸν τοῦ πελάγους βυθόν· ἡ γὰρ πρόσχωσις περὶ αὐτὰ συνίσταται τὰ στόματα τῶν ποταμῶν, οἷον περὶ μὲν τὰ τοῦ Ἴστρου τὰ λεγόμενα στήθη καὶ ἡ Σκυθῶν ἐρημία καὶ ὁ Σαλμυδησσός, καὶ ἄλλων χειμάρρων συνεργούντων πρὸς τοῦτο, περὶ δὲ τὰ τοῦ Φάσιδος ἡ Κολχικὴ παραλία δίαμμος καὶ ταπεινὴ καὶ μαλακὴ οὖσα, περὶ δὲ τὸν Θερμώδοντα καὶ τὸν Ἶριν ὅλη Θεμίσκυρα, τὸ τῶν Ἀμαζόνων πεδίον, καὶ τῆς Σιδηνῆς τὸ πλέον· οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων.
而海峡产生潮流是由于其他原因,并不是因为河流带来的泥沙填平了海洋的底部;因为淤积只发生在河流自身的口部周围,例如,在伊斯特罗斯河口附近,即所谓的“胸墙”、斯基泰荒原和萨尔米德索斯(其他急流也为此作出了贡献),在法希斯河口附近的科尔基斯海岸(多沙、低洼且松软),在瑟尔莫顿河和伊里斯河周围的整个特米斯库拉(亚马逊人的平原)以及西德内的大部分地区;其他河流也是如此。
ἅπαντες γὰρ μιμοῦνται τὸν Νεῖλον ἐξηπειροῦντες τὸν πρὸ αὐτῶν πόρον, οἱ μὲν μᾶλλον οἱ δὲ ἧττον· ἧττον μὲν οἱ μὴ πολλὴν καταφέροντες τὴν ἰλύν, μᾶλλον δὲ οἱ πολλήν τε καὶ μαλακόγειον χώραν ἐπιόντες καὶ χειμάρρους δεχόμενοι πολλούς, ὧν ἐστι καὶ ὁ Πύραμος ὁ τῇ Κιλικίᾳ πολὺ μέρος προσθείς, ἐφʼ οὗ καὶ λόγιον ἐκπέπτωκέ τι τοιοῦτον
ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος ἀργυροδίνης ἠιόνα προχέων ἱερὴν ἐς Κύπρον ἵκηται.
因为它们都在模仿尼罗河,使它们前方的水道陆地化,有的多一些,有的少一些;那些不带来太多泥沙的河流淤积得少一些,而那些流经广阔且土质松软的地区并接纳许多急流的河流则淤积得多一些,其中也包括皮拉莫斯河,它为基利家增加了很大一部分土地,关于这条河也曾有这样的神谕传出: “对于后世的人们,当银色漩涡的皮拉莫斯河注入泥沙沙滩,直达神圣的塞浦路斯时,那一刻将会到来。
ἐκ μέσων γὰρ τῶν τῆς Καταονίας πεδίων ἐνεχθεὶς πλωτὸς καὶ διεκπαισάμενος διὰ τῶν τοῦ Ταύρου στενῶν εἰς τὴν Κιλικίαν ἐκδίδωσιν εἰς τὸν πρὸ ταύτης τε καὶ τῆς Κύπρου πόρον.
” 因为这条河发源于卡塔奥尼亚平原的中部,可以通航,在穿过托罗斯山脉的狭窄通道后,流入基利家,并注入基利家和塞浦路斯前方的海路。
§1.3.8αἴτιον δὲ τοῦ μὴ φθάνειν τὴν χοῦν εἰς τὸ πέλαγος προϊοῦσαν τὴν ὑπὸ τῶν ποταμῶν καταφερομένην τὸ τὴν θάλατταν ἀνακόπτειν αὐτὴν εἰς τοὐπίσω, παλιρροοῦσαν φύσει· ἔοικε γὰρ τοῖς ζῴοις, καὶ καθάπερ ἐκεῖνα συνεχῶς ἀναπνεῖ τε καὶ ἐκπνεῖ, τὸν αὐτὸν τρόπον καὶ αὐτὴ ἐξ αὑτῆς τε καὶ εἰς ἑαυτὴν συνεχῶς παλινδρομικήν τινα κινουμένη κίνησιν.
河流带来的泥沙之所以未能进一步深入外海,其原因在于海洋将其往回推阻,因为海洋天生具有退潮的性质;因为它类似于生物,正如生物不断地吸气和呼气一样,海洋也以同样的方式,自身产生并向自身内部不断进行着一种往复的运动。
δῆλον δὲ τῷ ἐπὶ τοῦ αἰγιαλοῦ ἑστῶτι κατὰ τὴν κυμάτωσιν· ἅμα γὰρ κλύζονται οἱ πόδες καὶ γυμνοῦνται καὶ πάλιν κλύζονται, καὶ τοῦτο συνεχῶς· τῷ δὲ κλύδωνι καὶ κῦμα ἐπιτρέχει, κἂν γαληνότατον ᾖ ἐπιφερόμενον ἔχει τινὰ βίαν πλείω καὶ ἀπορρίπτει πᾶν τὸ ἀλλότριον εἰς τὴν γῆν
πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευε.
这对于在波浪起伏时站在海岸上的人来说是显而易见的;因为双脚在被浪水冲刷的同时又裸露出来,接着又被冲刷,如此循环往复;而且在涌浪之上波浪也在奔流,即使在最平静的时候,它在涌来时也带有某种更大的力量,并将一切异物抛向陆地: “并在海边散落了许多海藻。
μᾶλλον μὲν οὖν ἐν ἀνέμῳ συμβαίνει τοῦτο, ἀλλὰ καὶ ἐν νηνεμίᾳ καὶ ἐν ἀπογαίοις πνεύμασιν· οὐδὲν γὰρ ἧττον ἐπὶ γῆν φέρεται τὸ κῦμα ὑπεναντίως τῷ ἀνέμῳ, ὡς ἂν ἰδίαν τινὰ τῆς θαλάττης κίνησιν συγκινούμενον αὐτῇ.
” 这在有风时固然更容易发生,但在无风或有陆风时也是如此;因为波浪同样会逆着风向陆地运送,仿佛它与海洋自身的某种特有运动一同共振。