Humanitext Reader

斯特拉波 · 地理学 §1.3.5-1.3.6

批判斯特拉托学说与海底升降论

第 35 段,共 577 段 · 希腊语

内容简介

作者批评了斯特拉托将海平面变化和流出归因于海底高度差及河流沉积的假说,指出海底自身的抬升与沉降才是真正的原因。他进而通过论证拜占庭海口开通前水面平衡的可能性,反驳了斯特拉托的观点。

§1.3.5πρὸς δὲ τὸν Στράτωνα λέγοιτʼ ἄν, ὅτι πολλῶν αἰτίων ὄντων ἀφεὶς ταῦτα τὰ μὴ ὄντα αἰτιᾶται.
但针对斯特拉托可以这样说:虽然存在许多原因,他却弃之不顾,反而去指责那些不存在的原因。
πρώτην γὰρ αἰτίαν φησίν, ὅτι τῆς ἐντὸς θαλάττης καὶ τῆς ἐκτὸς οὐ ταὐτὸν τὸ ἔδαφος καὶ ὁ βυθός.
因为他所说的第一原因,是内海和外海的床底和深度并不相同。
πρὸς γὰρ τὸ μετεωρίζεσθαι ταύτην καὶ ταπεινοῦσθαι καὶ ἐπικλύζειν τόπους τινὰς καὶ ἀναχωρεῖν ἀπʼ αὐτῶν οὐ τοῦτό ἐστιν αἴτιον ἄλλα καὶ ἄλλα ἐδάφη τὰ μὲν ταπεινότερα εἶναι τὰ δὲ ὑψηλότερα, ἀλλὰ τὸ τὰ αὐτὰ ἐδάφη ποτὲ μὲν μετεωρίζεσθαι ποτὲ δʼ αὖ ταπεινοῦσθαι καὶ συνεξαίρειν ἢ συνενδιδόναι τὸ πέλαγος· ἐξαρθὲν μὲν γὰρ ἐπικλύσαι ἄν, ταπεινωθὲν δὲ ἀναδράμοι ἂν εἰς τὴν ἀρχαίαν κατάστασιν.
因为,关于这海的升降、淹没某些地方以及从这些地方退去,其原因并不是不同的海底有些较低、有些较高,而是同一海底有时上升,有时又下降,并随之抬高或降低海面;因为海底若被抬高,海就会淹没陆地,而若降低,海就会退回到原先的状态。
εἰ γὰρ οὕτω, δεήσει πλεονασμῷ τῆς θαλάττης αἰφνιδίῳ γενομένῳ τὴν ἐπίκλυσιν συμβαίνειν, καθάπερ ἐν ταῖς ἀναβάσεσι τῶν ποταμῶν, τοτὲ μὲν ἐπενεχθέντος ἑτέρωθεν τοτὲ δʼ αὐξηθέντος τοῦ ὕδατος.
如果情况是这样,那么洪水的发生就必须是因为海水突然发生量的增加,就像河流的上涨一样,水有时从他处引入,有时自身增大。
ἀλλʼ οὔθʼ αἱ αὐξήσεις ἀθρόαι καὶ αἰφνίδιοι γίνονται, οὔθʼ αἱ πλημμυρίδες τοσοῦτον ἐπιμένουσι χρόνον οὐδʼ ἄτακτοί εἰσιν, οὔτε κατὰ τὴν ἡμετέραν ἐπικλύζουσι θάλατταν οὐδʼ ὅπου ἔτυχε.
但海水的增加既非一举而突然发生的,潮汐也停留不了那么长时间,亦非无规则,它们既不沿我们的海泛滥,也不在任意地方随意泛滥。
λοιπὸν οὖν αἰτιᾶσθαι τὸ ἔδαφος ἢ τὸ τῇ θαλάττῃ ὑποκείμενον ἢ τὸ ἐπικλυζόμενον, μᾶλλον δὲ τὸ ὕφαλον.
因此,剩下的就是将原因归咎于底盘——无论是位于海面下的底盘,还是被淹没的陆地,或者更确切地说是水下部分。
πολὺ γὰρ εὐκινητότερον καὶ μεταβολὰς θάττους δέξασθαι δυνάμενον τὸ ἔνυγρον· καὶ γὰρ τὸ πνευματικὸν τὸ πάντων τῶν τοιούτων αἴτιον πλέον ἐνταῦθα.
因为潮湿的部分要容易活动得多,且能够接受更快的变化;因为确实,作为所有此类现象原因的气性元素,在此处更为丰富。
ἀλλʼ, ὡς ἔφην, τῶν τοιούτων ἀπεργαστικόν ἐστι παθῶν τὸ τὰ αὐτὰ ἐδάφη ποτὲ μὲν ἐξαίρεσθαι ποτὲ δὲ ὑφίζησιν λαμβάνειν, οὐ τὸ τὰ μὲν εἶναι ὑψηλὰ τὰ δὲ ἧττον· ὁ δὲ τοῦτο λαμβάνει, νομίζων ὅπερ ἐπὶ τῶν ποταμῶν συμβαίνει τοῦτο καὶ ἐπὶ τῆς θαλάττης ἀπαντᾶν, τὸ ἀπὸ τῶν μετεώρων τόπων εἶναι τὴν ῥύσιν.
但是,正如我所说,是同一海底有时抬高、有时下沉而造成了这些变化,而不是因为有些地方高、有些地方较低;但他却接受了这一前提,认为发生在河流中的情况也会发生在海洋中,即流动是从高处产生的。
οὐδὲ γὰρ ἂν τοῦ κατὰ Βυζάντιον ῥοῦ τὸ ἔδαφος ᾐτιᾶτο, λέγων ὑψηλότερον τὸ τοῦ Εὐξείνου ἢ τὸ τῆς Προποντίδος καὶ τοῦ ἑξῆς πελάγους, ἅμα καὶ αἰτίαν προστιθείς· ἀπὸ γὰρ τῆς ἰλύος τῆς ἀπὸ τῶν ποταμῶν καταφερομένης πληροῦσθαι τὸν βυθὸν καὶ βραχὺν γίνεσθαι, διὰ τοῦτο δὲ καὶ ῥεῖν εἰς τὰ ἐκτός.
否则,他就不会把拜占庭附近流动的责任归咎于海底,说厄克斯诺斯的海底高于丙泊提斯和其后海域的海底,同时还加上了一个原因:因为他说,由于河流带来的泥沙,海底被填满并变浅,因此水向外流动。
τὸν δʼ αὐτὸν λόγον καὶ ἐπὶ τὴν ἡμετέραν θάλατταν σύμπασαν μεταφέρει πρὸς τὴν ἐκτός, ὡς καὶ ταύτης μετεωρότερον τοὔδαφος ποιούσης τοῦ ὑποκειμένου τῷ Ἀτλαντικῷ πελάγει· καὶ γὰρ αὕτη ἐκ πολλῶν ποταμῶν πληροῦται καὶ τὴν ὑποστάθμην τῆς ἰλύος δέχεται τὴν ἀνάλογον.
他还把同样的论点应用到我们整个海与外海的关系上,仿佛这海也使其海底高于大西洋底盘一样;因为这海确实也被许多河流填满,并接受了相应比例的泥沙沉淀。
ἐχρῆν οὖν καὶ τὸν εἴσρουν ὅμοιον γίνεσθαι τῷ κατὰ Βυζάντιον τὸν κατὰ στήλας καὶ τὴν Κάλπην.
因此,在柱和卡尔佩处的流入也应该变得与拜占庭处类似。
ἀλλὰ τοῦτο μὲν ἐῶ· ἐροῦσι γὰρ κἀκεῖ τοῦτο συμβαίνειν, περισπᾶσθαι δὲ ὑπὸ τῶν ἀμπώτεων καὶ τῶν πλημμυρίδων καὶ ἐπικρύπτεσθαι.
但这事我就不予追究了;因为他们会说,那里的确也发生了这种情况,但被潮汐的涨落分散并掩盖了。
§1.3.6Ἐκεῖνο δὲ πυνθάνομαι τί ἐκώλυε, πρὶν ἀνεῳγέναι τὸ στόμα τὸ κατὰ Βυζάντιον, ταπεινότερον ὂν τὸ τοῦ Εὐξείνου ἔδαφος τοῦ τῆς Προποντίδος καὶ τῆς ἑξῆς θαλάττης πληρωθῆναι ὑπὸ τῶν ποταμῶν, εἴτε θάλατταν οὖσαν καὶ πρότερον εἴτε λίμνην μείζω τῆς Μαιώτιδος;
但我倒想请问,在拜占庭处的海口开启之前,即使厄克斯诺斯的海底比丙泊提斯和其后海域的海底要低,有什么能阻止它被河流填满呢? 无论它以前本就是海,还是一个比麦奥蒂斯更大的湖?
εἰ γὰρ τοῦτο συγχωροῖτο, προσερήσομαι καὶ τοῦτο· ἆρά γε ἡ ἐπιφάνεια τοῦ ὕδατος ἐκείνου καὶ τοῦ τῆς Προποντίδος οὐχ οὕτως εἶχεν ὥστε, μέχρι μὲν ἡ αὐτὴ ἦν, μὴ βιάζεσθαι πρὸς ἔκρυσιν διὰ τὴν ἐξ ἴσης ἀντέρεισιν καὶ θλῖψιν, ἐπειδὴ δὲ ὑπερεπόλασεν ἡ ἐντός, βιάσασθαι καὶ ἀπερᾶσαι τὸ πλεονάζον, ἐκ δὲ τούτου γενέσθαι σύρρουν τὸ ἔξω πέλαγος τῷ ἐντὸς καὶ τὴν αὐτὴν ἐπιφάνειαν ἐκείνῳ λαβεῖν, εἴτε θαλαττίῳ εἴτε λιμναίῳ μὲν πρότερον ὄντι, θαλαττίῳ δὲ ὕστερον, διὰ τὴν μῖξιν καὶ τὴν ἐπικράτειαν;
因为如果这一点被承认,我还要进一步追问:难道那水面和丙泊提斯的水面不曾处于这样的状态吗:只要两者的水面相同,由于均等的抵抗和压力,就不会被迫向外流出;但当内海溢出时,它便强行排出了多余的水,从而使外海与内海汇流,并取得了与内海相同的海平面,无论内海以前是海,还是曾经是湖、后来因混合和海水的优势而变成了海?
εἰ γὰρ καὶ τοῦτο δώσουσιν, ἡ μὲν ἔκρυσις οὐκ ἂν κωλύοιτο ἡ νῦν, οὐκ ἀπὸ ὑπερτέρου δὲ ἐδάφους οὐδὲ ἐπικλινοῦς, ὅπερ ἠξίου Στράτων.
因为如果他们也承认这一点,那么现在的流出固然不会被阻止,但绝非源自斯特拉托所主张的较高或倾斜的海底。

词汇与语法注释

  1. §1.3.5πρὸς δὲ τὸν Στράτωνα λέγοιτʼ ἄν — 动词 λέγοιτο 是潜在希求法(potential optative),与助词 ἄν 连用,表示温和的断言或可能性(“或许可以说”)。
  2. §1.3.5ἐξαρθὲν μὲν γὰρ ἐπικλύσαι ἄν, ταπεινωθὲν δὲ ἀναδράμοι ἂν — 分词 ἐξαρθέν 和 ταπεινωθέν 作为条件从句(“如果被抬高”、“如果被降低”),修饰主句中的潜在希求法(ἐπικλύσαι ἄν, ἀναδράμοι ἄν)。两者均为中性单数,与省略的主语 τὸ ἔδαφος(海底)一致。
  3. §1.3.5οὐδὲ γὰρ ἂν... ᾐτιᾶτο — 助词 ἄν 与直说法的过去时(未完成过去时 ᾐτιᾶτο)连用,构成虚拟条件句(与事实相反)。它表达了在其他情况下不会发生的事实:“因为(否则)他不会将……归咎于”。
  4. §1.3.5ἐχρῆν οὖν — 非人称动词 χρή 的直说法语过去时 ἐχρῆν 在不带助词 ἄν 的情况下使用,表示未实现的义务或必然性:“本来应该……”(但实际并未发生)。
  5. §1.3.6ἆρά γε... οὐχ οὕτως εἶχεν ὥστε — 疑问助词 ἆρα 与否定词 οὐ 连用,引导一个期待肯定回答的疑问句(“难道不曾是……吗?”)。结合 ὥστε 引导的结果从句,旨在让对方承认这一无可辩驳的逻辑结论。

引用这一段

斯特拉波, 地理学 §1.3.5-1.3.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.3.5-1.3.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。