§1.3.4μάλιστα δέ φησι ζήτησιν παρασχεῖν πῶς ἐν δισχιλίοις καὶ τρισχιλίοις ἀπὸ θαλάττης σταδίοις κατὰ τὴν μεσόγαιαν ὁρᾶται πολλαχοῦ κόγχων καὶ ὀστρέων καὶ χηραμύδων πλῆθος καὶ λιμνοθάλατται, καθάπερ φησὶ περὶ τὸ ἱερὸν τοῦ Ἄμμωνος καὶ τὴν ἐπʼ αὐτῷ ὁδὸν τρισχιλίων σταδίων οὖσαν·
他特别指出,在距离海洋两三千斯塔迪亚的内陆,何以在许多地方能看到大量的贝壳、双壳贝、蚌壳以及盐湖,这提供了最大的探究课题(疑问),正如他谈到阿蒙神庙和通往它的三千斯塔迪亚长的道路时所说的那样。
πολλὴν γὰρ εἶναι χύσιν ὀστρέων, ἅλας τε καὶ νῦν ἔτι εὑρίσκεσθαι πολλούς, ἀναφυσήματά τε θαλάττης εἰς ὕψος ἀναβάλλειν· πρὸς ᾧ καὶ ναυάγια θαλαττίων πλοίων δείκνυσθαι, ἃ ἔφασαν διὰ τοῦ χάσματος ἐκβεβράσθαι, καὶ ἐπὶ στυλιδίων ἀνακεῖσθαι δελφῖνας ἐπιγραφὴν ἔχοντας Κυρηναίων θεωρῶν.
因为那里有大量的贝壳堆积,至今仍能发现许多盐,而且海水的喷出口将水抛向高处;此外,那里还展示着海船的残骸,人们说这些残骸是通过地面的裂缝被冲上来的,小柱子上还供奉着刻有居勒尼朝圣使团铭文的海豚像。
ταῦτα δʼ εἰπὼν τὴν Στράτωνος ἐπαινεῖ δόξαν τοῦ φυσικοῦ, καὶ ἔτι Ξάνθου τοῦ Λυδοῦ·
说了这些之后,他赞扬了物理学家斯特拉托的观点,也赞扬了吕底亚人克桑托斯的观点。
τοῦ μὲν Ξάνθου λέγοντος ἐπὶ Ἀρταξέρξου γενέσθαι μέγαν αὐχμὸν ὥστʼ ἐκλιπεῖν ποταμοὺς καὶ λίμνας καὶ φρέατα· αὐτόν τε εἰδέναι πολλαχῆ πρόσω ἀπὸ τῆς θαλάττης λίθον τε κογχυλιώδη καὶ τὰ κτενώδεα καὶ χηραμύδων τυπώματα καὶ λιμνοθάλατταν ἐν Ἀρμενίοις καὶ Ματιηνοῖς καὶ ἐν Φρυγίᾳ τῇ κάτω, ὧν ἕνεκα πείθεσθαι τὰ πεδία ποτὲ θάλατταν γενέσθαι.
克桑托斯说,在阿尔塔薛西斯时代发生了一场大旱灾,以致河流、湖泊和水井都干涸了;他自己也在远离海洋的许多地方看到了含有贝壳的石头、扇贝和双壳贝的印痕,以及在亚美尼亚人、马蒂埃尼人的土地和下弗里吉亚的盐湖,由于这些原因,他确信这些平原曾经是海洋。
τοῦ δὲ Στράτωνος ἔτι μᾶλλον ἁπτομένου τῆς αἰτιολογίας, ὅτι φησὶν οἴεσθαι τὸν Εὔξεινον μὴ ἔχειν πρότερον τὸ κατὰ Βυζάντιον στόμα, τοὺς δὲ ποταμοὺς βιάσασθαι καὶ ἀνοῖξαι τοὺς εἰς αὐτὸν ἐμβάλλοντας, εἶτʼ ἐκπεσεῖν τὸ ὕδωρ εἰς τὴν Προποντίδα καὶ τὸν Ἑλλήσποντον.
而斯特拉托则更深地触及了原因论,他说他认为黑海以前在拜占庭处没有海峡口,而是注入其中的河流用力冲开了它,然后水流宣泄到丙泊提斯和赫勒斯滂。
τὸ δʼ αὐτὸ συμβῆναι καὶ περὶ τὴν καθʼ ἡμᾶς θάλατταν· καὶ γὰρ ἐνταῦθα τὸν κατὰ στήλας ἐκραγῆναι πόρον, πληρωθείσης ὑπὸ τῶν ποταμῶν τῆς θαλάττης, κατὰ δὲ τὴν ἔκρυσιν ἀνακαλυφθῆναι τὰ τεναγώδη πρότερον.
地中海(我们的海)也发生了同样的事情;因为在这里,在河流将海填满时,赫拉克勒斯之柱处的通道被冲开,而在流出过程中,以前是湿地的地方便显露了出来。
φέρει δʼ αἰτίαν πρῶτον μὲν ὅτι τῆς ἔξω θαλάττης καὶ τῆς ἐντὸς τοὔδαφος ἕτερόν ἐστιν, ἔπειθʼ ὅτι καὶ νῦν ἔτι ταινία τις ὕφαλος διατέτακεν ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην, ὡς ἂν μιᾶς οὔσης πρότερον τῆς τε ἐντὸς καὶ τῆς ἐκτός.
他提出的原因首先是,外海和内海的海底高度不同,其次是,甚至到现在仍有一条水下沙脊从欧洲延伸到利比亚,仿佛内海和外海以前是合二为一的。
καὶ βραχύτατα μὲν εἶναι τὰ περὶ τὸν Πόντον, τὸ δὲ Κρητικὸν καὶ Σικελικὸν καὶ Σαρδῷον πέλαγος σφόδρα βαθέα· τῶν γὰρ ποταμῶν πλείστων καὶ μεγίστων ῥεόντων ἀπὸ τῆς ἄρκτου καὶ τῆς ἀνατολῆς, ἐκεῖνα μὲν ἰλύος πληροῦσθαι, τὰ ἄλλα δὲ μένειν βαθέα.
黑海附近的部分极浅,而克里特海、西西里海和撒丁海则非常深;因为极多且最大的河流从北方和东方流来,前者(黑海)被泥沙填满,而其他海则保持着深度。
διὸ καὶ γλυκυτάτην εἶναι τὴν Ποντικὴν θάλατταν τάς τʼ ἐκρύσεις γίνεσθαι εἰς οὓς ἐγκέκλιται τόπους τὰ ἐδάφη.
因此,黑海的海水最淡,且流出发生在海底倾斜的地方。
δοκεῖν δὲ κἂν χωσθῆναι τὸν Πόντον ὅλον εἰς ὕστερον, ἂν μένωσιν αἱ ἐπιρρύσεις τοιαῦται· καὶ γὰρ νῦν ἤδη τεναγίζειν τὰ ἐν ἀριστερᾷ τοῦ Πόντου, τόν τε Σαλμυδησσὸν καὶ τὰ καλούμενα στήθη ὑπὸ τῶν ναυτικῶν τὰ περὶ τὸν Ἴστρον καὶ τὴν Σκυθῶν ἐρημίαν.
seem得如果这种流入(泥沙淤积)持续下去,整个黑海以后甚至会被填平;因为实际上,现在黑海左侧的区域已经开始沙化淤积,即萨尔缪德索斯,以及船员们所称的伊斯特河口附近和塞基亚荒野周边的“胸壁”浅滩。
τάχα δὴ καὶ τὸ τοῦ Ἄμμωνος ἱερὸν πρότερον ἐπὶ τῆς θαλάττης ὂν ἐκρύσεως γενομένης νῦν ἐν τῇ μεσογαίᾳ κεῖσθαι.
或许,以前在海边的阿蒙神庙,由于发生了流出,现在坐落在内陆。
εἰκάζει τε τὸ μαντεῖον εὐλόγως ἐπὶ τοσοῦτον γενέσθαι ἐπιφανές τε καὶ γνώριμον ἐπὶ θαλάττῃ ὄν, τόν τε ἐπὶ πολὺ οὕτως ἐκτοπισμὸν ἀπὸ τῆς θαλάττης οὐκ εὔλογον ποιεῖν τὴν νῦν οὖσαν ἐπιφάνειαν καὶ δόξαν· τήν τε Αἴγυπτον τὸ παλαιὸν θαλάττῃ κλύζεσθαι μέχρι τῶν ἑλῶν τῶν περὶ τὸ Πηλούσιον καὶ τὸ Κάσιον ὄρος καὶ τὴν Σιρβωνίδα λίμνην· ἔτι γοῦν καὶ νῦν κατὰ τὴν Αἴγυπτον τῆς ἁλμυρίδος ὀρυττομένης ὑφάμμους καὶ κογχυλιώδεις εὑρίσκεσθαι τοὺς βόθρους, ὡς ἂν τεθαλαττωμένης τῆς χώρας καὶ τοῦ τόπου παντὸς τοῦ περὶ τὸ Κάσιον καὶ τὰ Γέρρα καλούμενα τεναγίζοντος, ὥστε συνάπτειν τῷ τῆς Ἐρυθρᾶς κόλπῳ· ἐνδούσης δὲ τῆς θαλάττης ἀνακαλυφθῆναι, μεῖναι δὲ τὴν Σιρβωνίδα λίμνην, εἶτʼ ἐκραγῆναι καὶ ταύτην ὥστε ἑλώδη γενέσθαι.
他合乎情理地推测,该神谕所之所以变得如此著名和广为人知,是因为它当时在海边,而如今远离海洋如此之远,使得它现在的名声和声望显得不合常理;埃及古时被海浪冲刷,一直到佩鲁西翁附近的沼泽、卡西翁山和瑟博尼斯湖;至少,现在在埃及开采盐田时,仍发现坑洞里含有沙子和贝壳,仿佛该地区以及卡西翁和被称为杰拉的地方一带曾经是浅海,并与红海湾相连;但随着海水退去,它便显露了出来,只留下了瑟博尼斯湖,随后这湖也决口从而变成了沼泽。
ὡς δʼ αὕτως καὶ τῆς Μοίριδος λίμνης τοὺς αἰγιαλοὺς θαλάττης μᾶλλον ἢ ποταμοῦ προσεοικέναι.
同样,莫里斯湖的湖岸也更像海岸而非河岸。
τὸ μὲν οὖν ἐπικλύζεσθαί ποτε πολὺ μέρος τῶν ἠπείρων ἐπὶ καιρούς τινας καὶ πάλιν ἀνακαλύπτεσθαι δοίη τις ἄν· ὡς δʼ αὕτως καὶ τὸ τοῖς ἐδάφεσιν ἀνώμαλον εἶναι τὴν γῆν ἅπασαν τὴν νῦν ὕφαλον, καθάπερ γε νὴ Δία καὶ τὴν ἔξαλον, ἐν ᾗ οἰκοῦμεν, τοσαύτας δεχομένην ὅσας αὐτὸς Ἐρατοσθένης εἴρηκε μεταβολάς· ὥστε πρός γε τὸν Ξάνθου λόγον οὐδὲν ἂν ἔχοι τις προσφέρειν ἄτοπον.
那么,陆地的大部分在特定时期曾被淹没,随后又重新显露出来,任何人都会承认这一点;同样,现在处于水下的所有地球表面也都有着不平坦的海底,正如——凭宙斯起誓——我们所居住的陆地(露在水面上的地球)一样,它承受着埃拉托斯特尼本人所提到的那许多变化;因此,对于克桑托斯的说法,人们指不出任何荒谬之处。