§1.3.19̔η δὲ Ἄντισσα νῆσος ἦν πρότερον, ὡς Μυρσίλος φησί· τῆς δὲ Λέσβου καλουμένης πρότερον Ἴσσης, καὶ τὴν νῆσον Ἄντισσαν καλεῖσθαι συνέβη· νῦν δὲ τῆς Λέσβου πόλις ἐστίν.
据米尔西洛斯所说,安蒂萨以前曾是一座岛屿;由于莱斯博斯以前被称为伊萨,所以该岛得名为安蒂萨;而现在它是莱斯博斯的一个城市。
οἱ δὲ καὶ τὴν Λέσβον τῆς Ἴδης ἀπερρωγέναι πεπιστεύκασι, καθάπερ τὴν Προχύτην καὶ τὴν Πιθηκοῦσσαν τοῦ Μισηνοῦ, τὰς δὲ Καπρέας τοῦ Ἀθηναίου, τὴν Σικελίαν δὲ τῆς Ῥηγίνης, τὴν Ὄσσαν δὲ τοῦ Ὀλύμπου.
有些人还相信,莱斯博斯也是从伊达山分裂出来的,就像普罗丘特和皮特库萨从米塞努姆分裂出来、卡普里亚从阿特奈翁分裂出来、西西里从雷吉姆领土分裂出来、奥萨从奥林匹斯分裂出来一样。
γεγόνασι δὲ καὶ περὶ ταῦτα τοιαῦται μεταβολαί.
在这些地方也曾发生过此类变化。
καὶ ὁ Λάδων δὲ ὁ ἐν Ἀρκαδίᾳ ἐπέσχε ποτὲ τὸ ῥεῦμα.
阿卡迪亚的拉东河也曾一度阻断了其水流。
Δοῦρις δὲ τὰς Ῥάγας τὰς κατὰ Μηδίαν ὠνομάσθαι φησὶν ὑπὸ σεισμῶν ῥαγείσης τῆς περὶ τὰς Κασπίους πύλας γῆς, ὥστε ἀνατραπῆναι πόλεις συχνὰς καὶ κώμας καὶ ποταμοὺς ποικίλας μεταβολὰς δέξασθαι.
杜里斯说,媒体地方的拉盖得名,是因为里海门附近的土地因地震而裂开,导致许多城市和村庄被倾覆,河流也经历了各种变化。
Ἴων δὲ περὶ τῆς Εὐβοίας φησὶν ἐν Ὀμφάλῃ Σατύροις
"Εὐβοΐδα μὲν γῆν λεπτὸς εὐρίπου κλύδων Βοιωτίας ἐχώρισʼ, ἀκτὴν ἐκτεμὼν προβλῆτα πορθμῷ.
离子在萨堤尔剧《翁法勒》中提到欧博亚时说: “欧里波斯的狭窄波涛将欧博亚之地与波奥蒂亚分离开来,用一条海峡切断了凸出的海岸。
" §1.3.20δημήτριος δʼ ὁ Καλλατιανὸς τοὺς καθʼ ὅλην τὴν Ἑλλάδα γενομένους ποτὲ σεισμοὺς διηγούμενος τῶν τε Λιχάδων νήσων καὶ τοῦ Κηναίου τὰ πολλὰ καταδῦναί φησι, τά τε θερμὰ τὰ ἐν Αἰδηψῷ καὶ Θερμοπύλαις ἐπὶ τρεῖς ἡμέρας ἐπισχεθέντα πάλιν ῥυῆναι, τὰ δʼ ἐν Αἰδηψῷ καὶ καθʼ ἑτέρας ἀναρραγῆναι πηγάς· Ὠρεοῦ δὲ τὸ πρὸς θαλάττῃ τεῖχος καὶ τῶν οἰκιῶν περὶ ἑπτακοσίας συμπεσεῖν, Ἐχίνου τε καὶ Φαλάρων καὶ Ἡρακλείας τῆς Τραχῖνος, τῶν μὲν πολὺ μέρος πεσεῖν, Φαλάρων δὲ καὶ ἐξ ἐδάφους ἀνατραπῆναι τὸ κτίσμα.
” 卡拉蒂斯的德米特里在描述曾发生于整个希腊的地震时说,利查德斯群岛和凯奈翁的大部分都沉没了,艾代普索斯和温泉关的温泉在阻断了三天之后重新流淌,而艾代普索斯的温泉还从其他源头喷涌而出;在奥雷奥斯,面海的城墙和约七百栋房屋倒塌;在埃奇诺斯、法拉拉和特拉希斯附近的赫拉克莱亚,大部分建筑倒塌,而法拉拉的城镇甚至从地基上被倾覆。
παραπλήσια δὲ συμβῆναι καὶ Λαμιεῦσι καὶ Λαρισαίοις· καὶ Σκάρφειαν δʼ ἐκ θεμελίων ἀναρριφῆναι, καὶ καταδῦναι σώματα χιλίων καὶ ἑπτακοσίων οὐκ ἐλάττω, Θρονίους δʼ ὑπὲρ ἥμισυ τούτων· κῦμά τε ἐξαρθὲν τριχῆ τὸ μὲν πρὸς Τάρφην ἐνεχθῆναι καὶ Θρόνιον, τὸ δὲ πρὸς Θερμοπύλας, ἄλλο δὲ εἰς τὸ πεδίον ἕως τοῦ Φωκικοῦ Δαφνοῦντος, πηγάς τε ποταμῶν ξηρανθῆναι πρὸς ἡμέρας τινάς· τὸν δὲ Σπερχειὸν ἀλλάξαι τὸ ῥεῖθρον καὶ ποιῆσαι πλωτὰς τὰς ὁδούς, τὸν δὲ Βοάγριον κατʼ ἄλλης ἐνεχθῆναι φάραγγος, καὶ Ἀλόπης δὲ καὶ Κύνου καὶ Ὀποῦντος πολλὰ καταβλαβῆναι μέρη, Οἶον δὲ τὸ ὑπερκείμενον φρούριον πᾶν ἀνατραπῆναι, Ἐλατείας δὲ τοῦ τείχους καταρραγῆναι μέρος, περὶ δὲ Ἄλπωνον θεσμοφορίων ὄντων πέντε καὶ εἴκοσι παρθένους ἀναδραμούσας εἰς πύργον τῶν ἐλλιμενίων κατὰ θέαν, πεσόντος τοῦ πύργου, πεσεῖν καὶ αὐτὰς εἰς τὴν θάλατταν.
拉米亚人和拉里萨人也遭遇了类似的事情;斯卡佩亚从地基上被掀翻,不少于一千七百具尸体被淹没,斯罗尼翁人则有超过此数一半的人遭遇此难;巨浪升起并分为三股,一股冲向塔尔费和斯罗尼翁,一股冲向温泉关,另一股冲进平原直至福基斯的达夫努斯,河流的源头也干涸了数日;斯佩尔开奥斯河改变了河道,使道路变得可以通航,而博阿格里奥斯河则改道流经另一条峡谷;阿洛佩、库诺斯和奥普斯的许多部分遭到严重破坏,位于它们上方的堡垒奥翁被完全倾覆,埃拉特亚的城墙塌了一部分;在阿尔波诺斯附近举办地母节时,二十五名少女为了观看景象而跑上港口的一座塔楼,塔楼倒塌,她们也坠入海中。
λέγουσι δὲ καὶ τῆς Ἀταλάντης τῆς πρὸς Εὐβοίᾳ τὰ μέσα ῥήγματος γενομένου διάπλουν δέξασθαι, μεταξὺ καὶ τῶν πεδίων ἔνια καὶ μέχρι εἴκοσι σταδίων ἐπικλυσθῆναι, καὶ τριήρη τινὰ ἐκ τῶν νεωρίων ἐξαιρεθεῖσαν ὑπερπεσεῖν τοῦ τείχους.
人们还说,在欧博亚附近的阿塔兰特岛中部因开裂而形成了一条可供船只通过的通道,部分平原被淹没达二十斯塔德,一艘三段反击战船甚至被从船坞中卷起并抛过了城墙。