Humanitext Reader

斯特拉波 · 地理学 §1.3.17-1.3.18

自然地貌变迁与诗歌描述的真实性

第 40 段,共 577 段 · 希腊语

内容简介

作者援引德米特里等人收集的由地震、火山和河流淤积引起地理变化的实例,指出诗歌中对地貌描述的不符之处应归因于自然变化,而非诗人的无知或虚构。

§1.3.17πολλῶν δὲ συναγωγὰς ποιησαμένων τοιαύτας, ἀρκέσει τὰ ὑπὸ τοῦ Σκηψίου Δημητρίου συνηγμένα οἰκείως παρατεθέντα.
尽管许多人都曾做过此类收集,但若将斯克普西斯的德米特里所搜集的内容适切地罗列出来,便已足够。
μνησθεὶς γὰρ τῶν ἐπῶν τούτων "κρουνὼ δʼ ἵκανον καλλιρρόω, ἔνθα τε πηγαὶ δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
因为他在提到以下诗句时—— “他们来到了两处流淌着美景的泉源,在那里,漩涡滚滚的斯卡曼德罗斯河的两股源头喷涌而出。
ἡ μὲν γάρ θʼ ὕδατι λιαρῷ, ἡ δʼ ἑτέρη θέρεϊ προρέει εἰκυῖα χαλάζῃ," οὐκ ἐᾷ θαυμάζειν, εἰ νῦν ἡ μὲν τοῦ ψυχροῦ ὕδατος μένει πηγή, ἡ δὲ τοῦ θερμοῦ οὐχ ὁρᾶται.
其中一处确实流淌着温水,而另一处在夏天里流出的水却冷如冰雹”—— 认为如果现在冷水的泉源尚在,而温水的泉源已不复见,人们不应感到惊异。
δεῖν γάρ φησιν αἰτιᾶσθαι τὴν ἔκλειψιν τοῦ θερμοῦ ὕδατος.
因为他说,我们应该把原因归结于温水的枯竭。
μιμνήσκεται δὲ πρὸς ταῦτα τῶν ὑπὸ Δημοκλέους λεγομένων, σεισμούς τινας μεγάλους τοὺς μὲν πάλαι περὶ Λυδίαν γενομένους καὶ Ἰωνίαν μέχρι τῆς Τρωάδος ἱστοροῦντος, ὑφʼ ὧν καὶ κῶμαι κατεπόθησαν καὶ Σίπυλος κατεστράφη κατὰ τὴν Ταντάλου βασιλείαν καὶ ἐξ ἑλῶν λίμναι ἐγένοντο, τὴν δὲ Τροίαν ἐπέκλυσε κῦμα.
与此相关,他还提到了德莫克利斯所说的话,后者记载了过去发生于吕底亚和伊奥尼亚直至特罗阿斯的一些大地震,通过这些地震,村庄被吞没,西皮洛斯在坦塔罗斯统治时期被毁,沼泽变成了湖泊,波涛淹没了特洛伊。
ἡ δὲ Φάρος ἡ κατʼ Αἴγυπτον ἦν ποτε πελαγία, νῦν δὲ τρόπον τινὰ χερρόνησος γέγονεν· ὡς δʼ αὕτως καὶ Τύρος καὶ Κλαζομεναί.
而埃及附近的法罗斯岛曾是外海中的岛屿,现在却在某种程度上变成了半岛;推罗和克拉佐门奈也是如此。
ἡμῶν δʼ ἐπιδημούντων ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἰγύπτῳ, περὶ Πηλούσιον καὶ τὸ Κάσιον ὄρος μετεωρισθὲν τὸ πέλαγος ἐπέκλυσε τὴν γῆν καὶ νῆσον ἐποίησε τὸ ὄρος, ὥστε πλωτὴν γενέσθαι τὴν παρὰ τὸ Κάσιον ὁδὸν τὴν ἐς Φοινίκην.
当我们住在埃及的亚历山大时,在佩鲁西乌姆和卡西乌斯山附近,海水上涨淹没了陆地,使这座山变成了岛屿,以致经过卡西乌斯山前往腓尼基的路变得可以通航。
οὐδὲν οὖν θαυμαστὸν οὐδʼ εἴ ποτε διαστὰς ὁ ἰσθμὸς ἢ ἵζημα λαβὼν ὁ διείργων τὸ Αἰγύπτιον πέλαγος ἀπὸ τῆς Ἐρυθρᾶς θαλάττης ἀποφανεῖ πορθμὸν καὶ σύρρουν ποιήσει τὴν ἐκτὸς θάλατταν τῇ ἐντός, καθάπερ ἐπὶ τοῦ κατὰ τὰς Ἡρακλέους στήλας πορθμοῦ συνέβη.
因此,如果将埃及海与红海隔开的地峡在某一天裂开或发生沉降,显露出一条海峡并使外海与内海相通,就像在赫拉克勒斯之柱的海峡所发生的那样,这绝非什么不可议的事。
εἴρηται δὲ περὶ τῶν τοιούτων τινὰ καὶ ἐν ἀρχαῖς τῆς πραγματείας, ἃ δεῖ συμφέρειν εἰς ἓν καὶ τὴν πίστιν ἰσχυρὰν κατασκευάζειν τῶν τε τῆς φύσεως ἔργων καὶ τῶν ἄλλως γινομένων μεταβολῶν.
在本著作的开头也曾提到过一些此类事件,我们需要将它们整合在一起,从而增强我们对自然造化及其他方式所产生的变化的信心。
§1.3.18τόν τε Πειραιᾶ νησιάζοντα πρότερον καὶ πέραν τῆς ἀκτῆς κείμενον οὕτως φασὶν ὀνομασθῆναι· ὑπεναντίως δʼ ἡ Λευκὰς Κορινθίων τὸν ἰσθμὸν διακοψάντων νῆσος γέγονεν, ἀκτὴ πρότερον οὖσα·
人们说,比雷埃夫斯以前曾是岛屿,因其位于“对岸”(peran)而得此名;相反,莱夫卡斯在科林斯人凿通地峡后变成了岛屿,在此之前它则是半岛。
περὶ ταύτης γάρ φασι λέγειν τὸν Λαέρτην οἷος Νήριτον εἷλον ἐυκτίμενον πτολίεθρον, ἀκτὴν ἠπείροιο·
因为他们说,拉埃尔特斯谈到的正是此处: “就像我攻占内里顿那座建好的城池、那片大陆的半岛时一样。
ἐνταῦθα μὲν δὴ διακοπαὶ χειρότμητοι γεγόνασιν, ἀλλαχόθι δὲ προσχώσεις ἢ γεφυρώσεις, καθάπερ ἐπὶ τῆς πρὸς Συρακούσαις νήσου νῦν μὲν γέφυρά ἐστιν ἡ συνάπτουσα αὐτὴν πρὸς τὴν ἤπειρον, πρότερον δὲ χῶμα, ὥς φησιν Ἴβυκος, λογαίου λίθου, ὃν καλεῖ ἐκλεκτόν.
” 在这里,确实有手凿的开掘,而在其他地方则有泥沙淤积或架桥,正如叙拉古附近的岛屿那样:现在确实有桥梁将其与大陆相连,但以前,正如伊比科斯所说,有一条由“logaios lithos”(他称之为“精选石”)筑成的堤道。
Βοῦρα δὲ καὶ Ἑλίκη ἡ μὲν ὑπὸ χάσματος ἡ δʼ ὑπὸ κύματος ἠφανίσθη.
而布拉和赫利克,前者因地缝而消失,后者则被波涛所毁灭。
περὶ Μεθώνην δὲ τὴν ἐν τῷ Ἑρμιονικῷ κόλπῳ ὄρος ἑπταστάδιον τὸ ὕψος ἀνεβλήθη γενηθέντος ἀναφυσήματος φλογώδους, μεθʼ ἡμέραν μὲν ἀπρόσιτον ὑπὸ τοῦ θερμοῦ καὶ τῆς θειώδους ὀδμῆς, νύκτωρ δʼ ἐκλάμπον πόρρω καὶ θερμαῖνον ὥστε ζεῖν τὴν θάλατταν ἐπὶ σταδίους πέντε, θολερὰν δʼ εἶναι καὶ ἐπὶ εἴκοσι σταδίους, προσχωσθῆναι δὲ πέτραις ἀπορρῶξι πύργων οὐκ ἐλάττοσιν.
在赫米奥尼湾的梅索内附近,由于发生了火喷,一座高达七斯塔德的山被推起,它在白天因高温和硫磺气气味而令人无法接近,但在夜间却在远处闪烁并发出热量,以致海水在五斯塔德的范围内沸腾,在二十斯塔德的范围内变得浑浊,并由不小于塔楼的陡峭巨石堆积成堤。
ὑπὸ δὲ τῆς Κωπαΐδος λίμνης ἥ τε Ἄρνη κατεπόθη καὶ Μίδεια, ἃς ὠνόμακεν ὁ ποιητὴς ἐν τῷ καταλόγῳ οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν.
阿尔内和米德亚被科派斯湖吞没,诗人在目录中曾指名提及它们: “那些占有葡萄丰茂的阿尔内的人们,以及占有米德亚的人们。
καὶ ὑπὸ τῆς Βιστονίδος δὲ καὶ τῆς νῦν Ἀφνίτιδος λίμνης ἐοίκασι κατακεκλύσθαι πόλεις τινὲς Θρᾳκῶν, οἱ δὲ καὶ Τρηρῶν, ὡς συνοίκων τοῖς Θρᾳξὶν ὄντων.
” 此外,由于比斯托尼斯湖以及现在的阿弗尼蒂斯湖,色雷斯人的一些城市似乎已被淹没,有人说特雷雷斯人的城市也是如此,因为他们与色雷斯人杂居。
καὶ ἡ πρότερον δὲ Ἀρτεμίτα λεγομένη μία τῶν Ἐχινάδων νήσων ἤπειρος γέγονε· καὶ ἄλλας δὲ τῶν περὶ τὸν Ἀχελῶον νησίδων τὸ αὐτὸ πάθος φασὶ παθεῖν ἐκ τῆς ὑπὸ τοῦ ποταμοῦ προχώσεως τοῦ πελάγους, συγχοῦνται δὲ καὶ αἱ λοιπαί, ὡς Ἡρόδοτός φησι.
以前被称为阿尔特米塔的埃奇纳德斯群岛中的一座岛屿,已经变成了大陆;他们说,由于阿克洛奥斯河对海洋的淤积,该河周围的其他小岛也遭遇了同样的事情,而其余的岛屿也正在被淤积,正如希罗多德所说。
καὶ Αἰτωλικαὶ δέ τινες ἄκραι εἰσὶ νησίζουσαι πρότερον· καὶ ἡ Ἀστερία ἤλλακται, ἣν Ἀστερίδα φησὶν ὁ ποιητής "ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα, Ἀστερίς, οὐ μεγάλη, λιμένες δʼ ἐνὶ ναύλοχοι αὐτῇ ἀμφίδυμοι·
还有一些埃托利亚的岬角,以前也是岛屿;而阿斯特里亚也发生了变化,即诗人所说的阿斯特里斯: “在海中有一座岩石累累的岛屿,名为阿斯特里斯,面积不大,其中有两个可供停泊的双向港湾。
" νυνὶ δὲ οὐδʼ ἀγκυροβόλιον εὐφυὲς ἔχει.
” 然而现在,它甚至没有一个合适的锚地。
ἔν τε τῇ Ἰθάκῃ οὐδέν ἐστιν ἄντρον τοιοῦτον οὐδὲ νυμφαῖον, οἷόν φησιν Ὅμηρος· βέλτιον δὲ αἰτιᾶσθαι μεταβολὴν ἢ ἄγνοιαν ἢ κατάψευσιν τῶν τόπων κατὰ τὸ μυθῶδες.
在伊萨卡,也没有荷马所说的那种洞穴或宁芙的神庙;但将原因归咎于变化,要好过由于其神话性质而将原因归咎于对这些地方的无知或虚构。
τοῦτο μὲν δὴ ἀσαφὲς ὃν ἐν κοινῷ σκοπεῖν.
这件事既不明朗,就让我们共同来探讨吧。

词汇与语法注释

  1. §1.3.17πολλῶν δὲ συναγωγὰς ποιησαμένων τοιαύτας — 这是一个属格独立结构,意为“尽管许多人都曾做过此类收集”,为宾语/主句动词 ἀρκέσει(“将是足够的”)提供让步或背景。
  2. §1.3.17οὐκ ἐᾷ θαυμάζειν, εἰ νῦν ἡ μὲν τοῦ ψυχροῦ ὕδατος μένει πηγή — οὐκ ἐᾷ 意为“不容许惊讶”(即“认为不应感到惊异”)。由 εἰ 引导的条件从句具有让步意味(“即便如今……”),用作不应感到惊异的对象。
  3. §1.3.17σύρρουν ποιήσει τὴν ἐκτὸς θάλατταν τῇ ἐντός — 形容词 σύρρουν(“合流的”)作为宾语 τὴν ἐκτὸς θάλατταν(“外海”)的补足语,与与格 τῇ ἐντός(“内海”)连用,意为“使外海与内海相通(合流)”。
  4. §1.3.18τοῦτο μὲν δὴ ἀσαφὲς ὃν ἐν κοινῷ σκοπεῖν — 不定式 σκοπεῖν 在此处用作祈使/劝诱语气(“让我们共同探讨”)。分词 ὃν 与主语 τοῦτο 构成对格绝对结构,意为“既然此事不明朗”。

引用这一段

斯特拉波, 地理学 §1.3.17-1.3.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.3.17-1.3.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。