Humanitext Reader

斯特拉波 · 地理学 §1.2.9-1.2.10

荷马对历史事实与神话虚构的融合

第 14 段,共 577 段 · 希腊语

内容简介

斯特拉博解释了荷马出于教育目的在历史事实中掺入虚构(神话),并论证了奥德修斯和阿耳戈英雄的漂泊、以及索吕莫伊人和库克罗普斯等族群的地理分布,都是基于当时的地理知识和观念,被创造性地从实际地点移植到大洋或黑暗之地的。

§1.2.9̔́ατε δὴ πρὸς τὸ παιδευτικὸν εἶδος τοὺς μύθους ἀναφέρων ὁ ποιητὴς ἐφρόντισε πολὺ μέρος τἀληθοῦς, ἐν δʼ ἐτίθει καὶ ψεῦδος, τὸ μὲν ἀποδεχόμενος τῷ δὲ δημαγωγῶν καὶ στρατηγῶν τὰ πλήθη.
既然诗人将神话引向教育的目的,他便融入了大部分真实,但在其中也掺入了虚假,一方面是他自己接受真实,另一方面则通过虚假来引导和统领大众。
ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνήρ, οὕτως ἐκεῖνος ταῖς ἀληθέσι περιπετείαις προσεπετίθει μῦθον, ἡδύνων καὶ κοσμῶν τὴν φράσιν, πρὸς δὲ τὸ αὐτὸ τέλος τοῦ ἱστορικοῦ καὶ τοῦ τὰ ὄντα λέγοντος βλέπων.
“如同有人将黄金镀在白银上,” 同样,他将神话加在真实的事件之上,使辞章优美并加以装饰,但他所瞩目的目标与历史学家以及陈述事实者完全相同。
οὕτω δὴ τόν τε Ἰλιακὸν πόλεμον γεγονότα παραλαβὼν ἐκόσμησε ταῖς μυθοποιίαις, καὶ τὴν Ὀδυσσέως πλάνην ὡσαύτως· ἐκ μηδενὸς δὲ ἀληθοῦς ἀνάπτειν κενὴν τερατολογίαν οὐχ Ὁμηρικόν.
因此,他以实际发生过的特洛伊战争为基础,用神话创作加以装饰,对奥德修斯的漂泊也是如此;而凭空虚构出毫无真实依据的荒诞怪谈,这并非荷马的作风。
προσπίπτει γάρ, ὡς εἰκός, ὡς πιθανώτερον ἂν οὕτω τις ψεύδοιτο, εἰ καταμίσγοι τι καὶ αὐτῶν τῶν ἀληθινῶν· ὅπερ καὶ Πολύβιός φησι περὶ τῆς Ὀδυσσέως πλάνης ἐπιχειρῶν·
因为很自然地,人们会想到,如果将一些真实的事物掺杂进去,人就能撒出更有说服力的谎;这正是波利比乌斯在探讨奥德修斯的漂泊时所说的话。
τοιοῦτο δʼ ἐστὶ καὶ τό ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.
下面的诗句也是此类: “他说了许多虚假的话,使其如同真实一般。
οὐ γὰρ πάντα ἀλλὰ πολλά, ἐπεὶ οὐδʼ ἂν ἦν ἐτύμοισιν ὁμοῖα.
” 因为并非说“所有”,而是“许多”,否则它们甚至无法如同真实一般。
ἔλαβεν οὖν παρὰ τῆς ἱστορίας τὰς ἀρχάς.
因此,他从历史中获得了出发点。
καὶ γὰρ τὸν Αἰόλον δυναστεῦσαί φασι τῶν περὶ τὴν Λιπάραν νήσων καὶ τῶν περὶ τὴν Αἴτνην καὶ Λεοντίνην Κύκλωπας καὶ Λαιστρυγόνας ἀξένους τινάς· διὸ καὶ τὰ περὶ τὸν πορθμὸν ἀπροσπέλαστα εἶναι τοῖς τότε καὶ τὴν Χάρυβδιν καὶ τὸ Σκύλλαιον ὑπὸ λῃστῶν κατέχεσθαι.
事实上,人们说埃俄罗斯统治了里帕拉周围的岛屿,而埃特纳和莱翁蒂尼周围则是库克罗普斯和莱斯特律戈涅斯,他们是某种不友善的人;因此,当时的人们无法接近海峡周围的地区,卡律布狄斯和斯库拉翁也被海盗所占据。
οὕτω δὲ καὶ τοὺς ἄλλους τῶν ὑπὸ Ὁμήρου λεγομένων ἐν ἄλλοις τόποις ἱστοροῦμεν· οὕτω δὲ καὶ τοὺς Κιμμερίους εἰδὼς οἰκοῦντας τὸν Κιμμερικὸν Βόσπορον πρὸς βορρᾶν καὶ ζοφώδη μετήγαγεν οἰκείως εἰς σκοτεινόν τινα τόπον τὸν καθʼ ᾄδην, χρήσιμον ὄντα πρὸς τὴν μυθοποιίαν τὴν ἐν τῇ πλάνῃ.
同样,我们也记录了荷马在其他地方提到的其他族群;同样,由于他知道基默里人居住在偏北且阴暗的基默里博斯普鲁斯,便顺理成章地将他们移到了靠近冥界的一个黑暗场所,这有利于漂泊故事中的神话创作。
ὅτι δʼ οἶδεν αὐτούς, οἱ χρονογράφοι δηλοῦσιν ἢ μικρὸν πρὸ αὐτοῦ τὴν τῶν Κιμμερίων ἔφοδον ἢ κατʼ αὐτὸν ἀναγράφοντες.
而他确实知道他们,这由编年史家们所表明,他们记录了基默里人的入侵是在他之前不久,或是在他同时代。
§1.2.10̔ωσαύτως καὶ τοὺς Κόλχους εἰδὼς καὶ τὸν Ἰάσονος πλοῦν τὸν εἰς Αἶαν καὶ τὰ περὶ Κίρκης καὶ Μηδείας μυθευόμενα καὶ ἱστορούμενα περὶ τῆς φαρμακείας καὶ τῆς ἄλλης ὁμοιοτροπίας συγγενείας τε ἔπλασε τῶν οὕτω διῳκισμένων, τῆς μὲν ἐν τῷ μυχῷ τοῦ Πόντου τῆς δʼ ἐν τῇ Ἰταλίᾳ, καὶ ἐξωκεανισμὸν ἀμφοῖν, τάχα καὶ τοῦ Ἰάσονος μέχρι τῆς Ἰταλίας πλανηθέντος· δείκνυται γάρ τινα καὶ περὶ τὰ Κεραύνια ὄρη καὶ περὶ τὸν Ἀδρίαν καὶ ἐν τῷ Ποσειδωνιάτῃ κόλπῳ καὶ ταῖς πρὸ τῆς Τυρρηνίας νήσοις τῆς τῶν Ἀργοναυτῶν πλάνης σημεῖα.
同样,因为他了解科尔基斯人、伊阿宋前往埃亚的航行、以及关于喀耳刻和美狄亚的药草魔术、类似性格和亲缘关系的传说与历史记载,他便在这两个如此遥隔(一个在蓬托斯的最深处,另一个在意大利)的人群之间虚构了联系,并将二者都移至了大洋,这或许是因为伊阿宋也曾漂泊至意大利;因为在凯劳尼亚山脉周围、亚得里亚海周围、波塞多尼亚湾、以及第勒尼安前方的岛屿上,都展示着阿耳戈英雄们漂泊的一些痕迹。
προσέδοσαν δέ τι καὶ αἱ Κυάνεαι, ἅσπερ Συμπληγάδας καλοῦσι πέτρας τινές, τραχὺν ποιοῦσαι τὸν διέκπλουν τὸν διὰ τοῦ Βυζαντιακοῦ στόματος· ὥστε παρὰ μὲν τὴν Αἶαν ἡ Αἰαίη, παρὰ δὲ τὰς Συμπληγάδας αἱ Πλαγκταὶ καὶ ὁ διʼ αὐτῶν πλοῦς τοῦ Ἰάσονος πιθανὸς ἐφάνη, παρὰ δὲ τὴν Σκύλλαν καὶ τὴν Χάρυβδιν ὁ διὰ τῶν σκοπέλων πλοῦς.
而被称为“撞击岩”的科亚涅亚群岛也起到了一定作用,它们使得通过拜占庭海口的航道变得险恶;因此,对应于埃亚,埃埃亚岛显得合乎情理;对应于撞击岩,普朗克泰和伊阿宋通过其间的航行也显得可信;而对应于斯库拉和卡律布狄斯,通过岩礁的航行也是如此。
ἁπλῶς δʼ οἱ τότε τὸ πέλαγος τὸ Ποντικὸν ὥσπερ ἄλλον τινὰ ὠκεανὸν ὑπελάμβανον, καὶ τοὺς πλέοντας ἐκεῖσε ὁμοίως ἐκτοπίζειν ἐδόκουν ὥσπερ τοὺς ἔξω στηλῶν ἐπὶ πολὺ προϊόντας· καὶ γὰρ μέγιστον τῶν καθʼ ἡμᾶς ἐνομίζετο, καὶ διὰ τοῦτο κατʼ ἐξοχὴν ἰδίως πόντον προσηγόρευον, ὡς ποιητὴν Ὅμηρον.
简而言之,当时的人们将蓬托斯海视作另一个大洋,并认为航行至那里的人,就像那些远行至赫拉克勒斯之柱外的人一样,走出了已知世界;因为在我们的海域中,它被认为是最大的一片,因此人们特意将其称为“海”(蓬托斯),正如称荷马为“诗人”一样。
ἴσως οὖν καὶ διὰ τοῦτο μετήνεγκε τὰ ἐκ τοῦ Πόντου πρὸς τὸν ὠκεανὸν ὡς εὐπαράδεκτα διὰ τὴν κατέχουσαν δόξαν.
也许正是因为这个原因,他顺应当时普遍的观念,将蓬托斯的事件移至了大洋,以便易于被人们接受。
οἶμαι δὲ καὶ τῶν Σολύμων τὰ ἄκρα τοῦ Ταύρου τὰ περὶ τὴν Λυκίαν ἕως Πισιδίας κατεχόντων τὰ ὑψηλότατα καὶ τὰς ἀπὸ τῆς μεσημβρίας ὑπερβολὰς ἐπιφανεστάτας παρεχόντων τοῖς ἐντὸς τοῦ Ταύρου καὶ μάλιστα τοῖς περὶ τὸν Πόντον, καθʼ ὁμοιότητά τινα καὶ τούτους ἐξωκεανισθῆναι· φησὶ γὰρ ἐπὶ τοῦ πλέοντος ἐν τῇ σχεδίᾳ τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων Ἐνοσίχθων τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν.
我认为索吕莫伊人也是如此,因为他们占据了从吕基亚一直延伸至皮西迪亚的陶鲁斯山脉的最高峰,并为陶鲁斯以内、特别是蓬托斯周围的人们提供了自南方最显著的突出地标,基于某种相似性,他们也被移至了大洋;因为关于在木筏上航行的人,诗人写道: “而那强大的震撼大地者,从埃塞俄比亚人处归来,从遥远的索吕莫伊山脉上看见了他。
τάχα δὲ καὶ τοὺς μονομμάτους Κύκλωπας ἐκ τῆς Σκυθικῆς ἱστορίας μετενήνοχε· τοιούτους γάρ τινας τοὺς Ἀριμασπούς φασιν, οὓς ἐν τοῖς Ἀριμασπείοις ἔπεσιν ἐνδέδωκεν Ἀριστέας ὁ Προκοννήσιος.
” 也许,他也将独眼的库克罗普斯从斯基泰的历史中移借了过来;因为人们说阿里马斯波伊人就是这样的人,普罗科涅索斯的阿里斯泰阿斯在他的《阿里马斯波伊》史诗中介绍过他们。

词汇与语法注释

  1. §1.2.9τὸ μὲν ἀποδεχόμενος τῷ δὲ δημαγωγῶν καὶ στρατηγῶν τὰ πλήθη — 关于表示对比的 `tò mèn` 与 `tôi dè` 非对称语法功能的注解。`tò mèn` 是分词 `apodechómenos` 的直接宾语(中性单数宾格),指代“接受真实”;而 `tôi dè` 则是工具与格(中性单数与格),意为“通过虚假”,修饰分词 `dēmagōgôn` 和 `stratēgôn`(“引导和统领”)。忽视这种格的非对称性会导致误译。
  2. §1.2.9προσπίπτει γάρ, ὡς εἰκός, ὡς πιθανώτερον ἂν οὕτω τις ψεύδοιτο, εἰ καταμίσγοι τι — 关于整个句子结构的注解。非人称动词 `prospíptei`(意为“呈现在心中、被认可”)是主句,而 `hōs` 引导的从句(`hōs pithanōteron...`)作为其主语(或表示内容的实质从句)。在 `hōs` 从句内部,条件从句 `ei katamísgoi`(希求法过去时)与主句 `àn pseúdoito`(`án` + 希求法过去时)共同构成了一个潜在的/假定的条件句结构。
  3. §1.2.10συγγενείας τε ἔπλασε τῶν οὕτω διῳκισμένων — 关于确定 `éplase`(意为“虚构、创作”)的宾语的注解。`syngeneías` 是名词 `syngéneia`(意为“亲缘关系、相似性”)的复数宾格形式,作为 `éplase` 的直接宾语。属格短语 `tôn hoútō diōikisménōn`(意为“那些如此遥隔而居的人们的”)是修饰 `syngeneías` 的限制性属格。
  4. §1.2.10καθʼ ὁμοιότητά τινα καὶ τούτους ἐξωκεανισθῆναι — 关于不定式 `exōkeanisthênai` 的语法从属关系的注解。该不定式(被动不定式过去时)是由数行前的动词 `oîmai`(意为“我认为”)所引导的“对格+不定式”(AcI)结构的一部分,其逻辑主语是 `toútous`(意为“他们[索吕莫伊人]”,对格)。由于中间夹杂了较长的插入语成分,该不定式对 `oîmai` 的从属关系容易被遗忘。

引用这一段

斯特拉波, 地理学 §1.2.9-1.2.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.2.9-1.2.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。