§1.2.7Ἀλλʼ οὐδὲ τὰ σύνεγγυς μόνον, ὥσπερ Ἐρατοσθένης εἴρηκε, καὶ τὰ ἐν τοῖς Ἕλλησιν, ἀλλὰ καὶ τῶν πόρρω πολλὰ λέγει καὶ διʼ ἀκριβείας Ὅμηρος καὶ μᾶλλόν γε τῶν ὕστερον μυθολογεῖται, οὐ πάντα τερατευόμενος, ἀλλὰ καὶ πρὸς ἐπιστήμην ἀλληγορῶν ἢ διασκευάζων ἢ δημαγωγῶν ἄλλα τε καὶ τὰ περὶ τὴν Ὀδυσσέως πλάνην, περὶ ἧς πολλὰ διαμαρτάνει τούς τʼ ἐξηγητὰς φλυάρους ἀποφαίνων καὶ αὐτὸν τὸν ποιητήν· περὶ ὧν ἄξιον εἰπεῖν διὰ πλειόνων.
但是,正如埃拉托斯特尼所说,荷马不仅讲述了身边的事物以及希腊人中间的事物,而且还十分准确地讲述了许多遥远的事物,甚至比后世的人更为准确。 他讲述神话,并非将一切都描绘得荒诞怪异,而是为了求知而使用寓言、进行改编、或是为了争取民众,讲述了其他许多事情,尤其是关于奥德修斯漂泊的事迹。 关于这一漂泊,埃拉托斯特尼犯了许多错误,声称解释者们和诗人本人都是空谈家;关于这些,值得用更长篇幅来讨论。
§1.2.8καὶ πρῶτον ὅτι τοὺς μύθους ἀπεδέξαντο οὐχ οἱ ποιηταὶ μόνον, ἀλλὰ καὶ αἱ πόλεις πολὺ πρότερον καὶ οἱ νομοθέται τοῦ χρησίμου χάριν, βλέψαντες εἰς τὸ φυσικὸν πάθος τοῦ λογικοῦ ζῴου·
首先,不仅是诗人,而且早在他们之前,城邦和立法者们出于实用目的也接受了神话,因为他们看到了理智动物的自然倾向。
φιλειδήμων γὰρ ἅνθρωπος, προοίμιον δὲ τούτου τὸ φιλόμυθον.
因为人类渴望求知,而喜爱神话则是其序曲。
ἐντεῦθεν οὖν ἄρχεται τὰ παιδία ἀκροᾶσθαι καὶ κοινωνεῖν λόγων ἐπὶ πλεῖον.
因此,孩子们开始倾听神话并更广泛地分享言辞(对话)。
αἴτιον δʼ, ὅτι καινολογία τίς ἐστιν ὁ μῦθος, οὐ τὰ καθεστηκότα φράζων ἀλλʼ ἕτερα παρὰ ταῦτα·
其原因在于,神话是一种新奇的叙述,它不讲述已确立的事实,而是讲述与这些不同、此外的其他事物。
ἡδὺ δὲ τὸ καινὸν καὶ ὃ μὴ πρότερον ἔγνω τις· τοῦτο δʼ αὐτό ἐστι καὶ τὸ ποιοῦν φιλειδήμονα.
新奇的事物,以及人们先前所未知的事物是令人愉悦的;而正是这一点使人乐于求知。
ὅταν δὲ προσῇ καὶ τὸ θαυμαστὸν καὶ τὸ τερατῶδες, ἐπιτείνει τὴν ἡδονήν, ἥπερ ἐστὶ τοῦ μανθάνειν φίλτρον.
当惊异和怪异也加入其中时,便增强了这种愉悦感,而这正是学习的媚药(催化剂)。
κατʼ ἀρχὰς μὲν οὖν ἀνάγκη τοιούτοις δελέασι χρῆσθαι, προϊούσης δὲ τῆς ἡλικίας ἐπὶ τὴν τῶν ὄντων μάθησιν ἄγειν, ἤδη τῆς διανοίας ἐρρωμένης καὶ μηκέτι δεομένης κολάκων.
因此,在开始时,必须使用此类诱饵,但随着年龄的增长,在心智已经强健、不再需要抚慰(谄媚)时,便要引导他们学习真实存在的事物。
καὶ ἰδιώτης δὲ πᾶς καὶ ἀπαίδευτος τρόπον τινὰ παῖς ἐστι φιλομυθεῖ τε ὡσαύτως· ὁμοίως δὲ καὶ ὁ πεπαιδευμένος μετρίως·
每一个外行和未受教育的人,在某种意义上都是孩子,同样也喜爱神话;中等受教育程度的人也是如此。
οὐδὲ γὰρ οὗτος ἰσχύει τῷ λογισμῷ, πρόσεστι δὲ καὶ τὸ ἐκ παιδὸς ἔθος.
因为这种人的理性思考力也并不强固,并且还存有从小养成的习惯。
ἐπεὶ δʼ οὐ μόνον ἡδὺ ἀλλὰ καὶ φοβερὸν τὸ τερατῶδες, ἀμφοτέρων ἐστὶ τῶν εἰδῶν χρεία πρός τε τοὺς παῖδας καὶ τοὺς ἐν ἡλικίᾳ·
然而,由于怪异之物不仅令人愉悦,而且也令人恐惧,因此对于孩子们和成年人来说,这两种神话都是需要的。
τοῖς τε γὰρ παισὶ προσφέρομεν τοὺς ἡδεῖς μύθους εἰς προτροπήν, εἰς ἀποτροπὴν δὲ τοὺς φοβερούς·
因为我们向孩子们提供愉悦的神话以作鼓励,而提供恐惧的神话以作诫勉。
ἥ τε γὰρ Λάμια μῦθός ἐστι καὶ ἡ Γοργὼ καὶ ὁ Ἐφιάλτης καὶ ἡ Μορμολύκη.
因为拉米亚是神话,戈耳工、艾菲亚尔特斯和莫尔莫吕克也是如此。
οἵ τε πολλοὶ τῶν τὰς πόλεις οἰκούντων εἰς μὲν προτροπὴν ἄγονται τοῖς ἡδέσι τῶν μύθων, ὅταν ἀκούωσι τῶν ποιητῶν ἀνδραγαθήματα μυθώδη διηγουμένων, οἷον Ἡρακλέους ἄθλους ἢ Θησέως, ἢ τιμὰς παρὰ θεῶν νεμομένας, ἢ νὴ Δία ὁρῶσι γραφὰς ἢ ξόανα ἢ πλάσματα τοιαύτην τινὰ περιπέτειαν ὑποσημαίνοντα μυθώδη· εἰς ἀποτροπὴν δέ, ὅταν κολάσεις παρὰ θεῶν καὶ φόβους καὶ ἀπειλὰς ἢ διὰ λόγων ἢ διὰ τύπων ἀοράτων τινῶν προσδέχωνται, ἢ καὶ πιστεύωσι περιπεσεῖν τινας.
居住在城邦中的大多数普通人,当听到诗人讲述神话般的英勇事迹时(例如赫拉克勒斯的功绩或忒修斯的功绩),或者听到神明赐予的荣耀时,或者——确实——当他们看到表现这种神话般剧烈变故(命运转折)的画作、木雕或塑像时,会被引导向愉悦神话的鼓励;而当他们通过言辞或某些无形之物的象征,接受来自神明的惩罚、恐惧和威胁,甚至相信某些人已陷入其中时,则会被引导向诫勉。
οὐ γὰρ ὄχλον γε γυναικῶν καὶ παντὸς χυδαίου πλήθους ἐπαγαγεῖν λόγῳ δυνατὸν φιλοσόφῳ καὶ προσκαλέσασθαι πρὸς εὐσέβειαν καὶ ὁσιότητα καὶ πίστιν, ἀλλὰ δεῖ καὶ διὰ δεισιδαιμονίας· τοῦτο δʼ οὐκ ἄνευ μυθοποιίας καὶ τερατείας.
因为,仅凭哲学性的论说是不可能引导妇女的群体以及所有平庸的大众,并召唤他们走向虔敬、神圣和信仰的,还必须通过对神明的敬畏(迷信);而这离不开神话创作和怪异描写。
κεραυνὸς γὰρ καὶ αἰγὶς καὶ τρίαινα καὶ λαμπάδες καὶ δράκοντες καὶ θυρσόλογχα τῶν θεῶν ὅπλα μῦθοι καὶ πᾶσα θεολογία ἀρχαϊκή· ταῦτα δʼ ἀπεδέξαντο οἱ τὰς πολιτείας καταστησάμενοι μορμολύκας τινὰς πρὸς τοὺς νηπιόφρονας.
因为雷电、埃癸斯神盾、三叉戟、火炬、巨蛇、以及神明们的兵器凯尔索斯神杖都是神话,而且所有古代的神学也是如此;城邦制度的建立者接受了这些,作为针对幼稚之人的某种吓唬人的东西(鬼怪)。
τοιαύτης δὲ τῆς μυθοποιίας οὔσης καὶ καταστρεφούσης εἰς τὸ κοινωνικὸν καὶ τὸ πολιτικὸν τοῦ βίου σχῆμα καὶ τὴν τῶν ὄντων ἱστορίαν, οἱ μὲν ἀρχαῖοι τὴν παιδικὴν ἀγωγὴν ἐφύλαξαν μέχρι τῶν τελείων ἡλικιῶν, καὶ διὰ ποιητικῆς ἱκανῶς σωφρονίζεσθαι πᾶσαν ἡλικίαν ὑπέλαβον·
既然神话创作具有这样的性质,并且能归结为生活的社会与政治形态以及对客观事实的探求,古人便将对儿童的管教一直维持到成年,并认为通过诗歌,任何年龄段都可以得到充分的规诫。
χρόνοις δʼ ὕστερον ἡ τῆς ἱστορίας γραφὴ καὶ ἡ νῦν φιλοσοφία παρελήλυθεν εἰς μέσον.
然而在后世,历史的撰写和现在的哲学才走入大众。
αὕτη μὲν οὖν πρὸς ὀλίγους, ἡ δὲ ποιητικὴ δημωφελεστέρα καὶ θέατρα πληροῦν δυναμένη, ἡ δὲ δὴ τοῦ Ὁμήρου ὑπερβαλλόντως·
虽然现在的哲学只针对少数人,但诗歌更具大众益处,且能填满剧场,而荷马的诗歌尤其如此。
καὶ οἱ πρῶτοι δὲ ἱστορικοὶ καὶ φυσικοὶ μυθογράφοι.
事实上,最早的历史学家和自然哲学者也是神话作家。