Humanitext Reader

斯特拉波 · 地理学 §1.2.5-1.2.6

诗歌与雄辩术的渊源及散文的起源

第 12 段,共 577 段 · 希腊语

内容简介

论述了诗歌与雄辩术的深层联系,指出通过言辞模仿生活是诗人的核心美德,这要求诗人首先必须是一个优秀的人。同时,从历史角度阐明精心构建的散文是对诗意措辞的模仿,是由诗歌的高度演变而来的。

§1.2.5̔η δὲ ῥητορικὴ φρόνησίς ἐστι δήπου περὶ λόγους, ἣν ἐπιδείκνυται παρʼ ὅλην τὴν ποίησιν Ὀδυσσεὺς ἐν τῇ διαπείρᾳ, ἐν ταῖς λιταῖς, ἐν τῇ πρεσβείᾳ, ἐν ᾗ φησίν ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν, οὐκ ἂν ἔπειτʼ Ὀδυσῆί γʼ ἐρίσσειε βροτὸς ἄλλος.
至于雄辩术,自然是关于言辞的智慧,奥德修斯在整部诗歌中,在尝试中、在恳求中、在使节中都展现了这一点,诗人在关于使节的部分中说道: “但是,当他确实从胸中发出洪亮的声音,吐出如同冬天雪片般的言辞时,那时便没有别的人类能与奥德修斯竞争。
τίς ἂν οὖν ὑπολάβοι τὸν δυνάμενον ποιητὴν εἰσάγειν ῥητορεύοντας ἑτέρους καὶ στρατηγοῦντας καὶ τὰ ἄλλα ἐπιδεικνυμένους τὰ τῆς ἀρετῆς ἔργα αὐτὸν εἶναι τῶν φλυάρων ἕνα καὶ τῶν θαυματοποιῶν, γοητεύειν μόνον καὶ κολακεύειν τὸν ἀκροατὴν δυνάμενον, ὠφελεῖν δὲ μηδέν;
” 那么,谁会认为那位能够引入他人进行雄辩、担任将领并展示其他美德行为的诗人本身只是个空谈家和杂耍艺人,只能取悦和阿谀听众,却毫无益处?
προτέραν δʼ οὐδʼ ἀρετὴν ποιητοῦ λέγοιμεν ἂν ἡντινοῦν ἄλλην ἢ τὴν μιμητικὴν τοῦ βίου διὰ λόγων.
我们不认为诗人的任何其他美德会先于通过言辞模仿生活的美德。
πῶς ἂν οὖν μιμοῖτο ἄπειρος ὢν τοῦ βίου καὶ ἄφρων;
那么,一个对生活毫无经验且愚蠢的人,又怎么能进行模仿呢?
οὐ γὰρ οὕτω φαμὲν τὴν τῶν ποιητῶν ἀρετὴν ὡσεὶ τεκτόνων ἢ χαλκέων· ἀλλʼ ἐκείνη μὲν οὐδενὸς ἔχεται καλοῦ καὶ σεμνοῦ, ἡ δὲ ποιητοῦ συνέζευκται τῇ τοῦ ἀνθρώπου, καὶ οὐχ οἷόν τε ἀγαθὸν γενέσθαι ποιητὴν μὴ πρότερον γενηθέντα ἄνδρα ἀγαθόν.
因为我们所说的诗人的美德,并不等同于木匠或铁匠的美德;后者的美德不包含任何高贵和庄严,而诗人的美德与人类的美德相结合,不先成为一个优秀的人,就不可能成为一个优秀的诗人。
§1.2.6τὸ δὲ δὴ καὶ τὴν ῥητορικὴν ἀφαιρεῖσθαι τὸν ποιητὴν τελέως ἀφειδοῦντος ἡμῶν ἐστι.
而且,完全剥夺诗人的雄辩术,确实是那些轻视我们之人的做法。
τί γὰρ οὕτω ῥητορικὸν ὡς φράσις;
因为有什么能像措辞那样具有雄辩性?
τί δʼ οὕτω ποιητικόν;
又有什么能像措辞那样具有诗意?
τίς δʼ ἀμείνων Ὁμήρου φράσαι;
谁能比荷马更善于表达?
νὴ Δία, ἀλλʼ ἑτέρα φράσις ἡ ποιητική.
的确,可能会有人反驳说:“但诗意的措辞是不同的。
τῷ γε εἴδει, ὡς καὶ ἐν αὐτῇ τῇ ποιητικῇ ἡ τραγικὴ καὶ ἡ κωμική, καὶ ἐν τῇ πεζῇ ἡ ἱστορικὴ καὶ ἡ δικανική.
”确实在文体上不同,正如在诗歌本身中有悲剧和喜剧,在散文中也有历史文体和法庭文体。
ἆρα γὰρ οὐδʼ ὁ λόγος ἐστὶ γενικός, οὗ εἴδη ὁ ἔμμετρος καὶ ὁ πεζός;
难道语言本身不是一个类,而有韵律的语言和散文是其种吗?
ἢ λόγος μέν, ῥητορικὸς δὲ λόγος οὐκ ἔστι γενικὸς καὶ φράσις καὶ ἀρετὴ λόγου;
或者语言是一个类,而雄辩的语言、措辞和语言的美德却不是一个类吗?
ὡς δʼ εἰπεῖν, ὁ πεζὸς λόγος, ὅ γε κατεσκευασμένος, μίμημα τοῦ ποιητικοῦ ἐστι.
总的来说,散文语言,至少是精心构建的散文,是对诗意语言的模仿。
πρώτιστα γὰρ ἡ ποιητικὴ κατασκευὴ παρῆλθεν εἰς τὸ μέσον καὶ εὐδοκίμησεν· εἶτα ἐκείνην μιμούμενοι, λύσαντες τὸ μέτρον, τἆλλα δὲ φυλάξαντες τὰ ποιητικά, συνέγραψαν οἱ περὶ Κάδμον καὶ Φερεκύδη καὶ Ἑκαταῖον· εἶτα οἱ ὕστερον ἀφαιροῦντες ἀεί τι τῶν τοιούτων εἰς τὸ νῦν εἶδος κατήγαγον ὡς ἂν ἀπὸ ὕψους τινός· καθάπερ ἄν τις καὶ τὴν κωμῳδίαν φαίη λαβεῖν τὴν σύστασιν ἀπὸ τῆς τραγῳδίας καὶ τοῦ κατʼ αὐτὴν ὕψους καταβιβασθεῖσαν εἰς τὸ λογοειδὲς νυνὶ καλούμενον.
因为首先是诗意的构建出现在公众面前并赢得了声誉;接着,卡德摩斯、斐瑞居德斯、赫卡泰乌斯及其学派模仿它,解开了韵律,却保留了其他诗意元素,撰写了散文;然后后人不断削减这类元素,将其从某种高度引向了现在的形式;正如人们可以说,喜剧从悲剧那里获得了它的结构,并从悲剧的高度降到了现在被称为“类散文”的形式。
καὶ τὸ ἀείδειν δὲ ἀντὶ τοῦ φράζειν τιθέμενον παρὰ τοῖς πάλαι ταὐτὸ τοῦτο ἐκμαρτυρεῖ, διότι πηγὴ καὶ ἀρχὴ φράσεως κατεσκευασμένης καὶ ῥητορικῆς ὑπῆρξεν ἡ ποιητική.
古代人以“歌唱”代替“表达”,也见证了这同一事实,因为精心构建的和雄辩的措辞之源泉和起点是诗歌。
αὕτη γὰρ προσεχρήσατο τῷ μέλει κατὰ τὰς ἐπιδείξεις· τοῦτο δʼ ἦν ᾠδὴ ἢ λόγος μεμελισμένος, ἀφʼ οὗ δὴ ῥαψῳδίαν τʼ ἔλεγον καὶ τραγῳδίαν καὶ κωμῳδίαν.
因为诗歌在演示中使用了旋律;这便是歌唱或带旋律的言辞,他们正是由此称其为吟诵、悲剧和喜剧。
ὥστʼ ἐπειδὴ τὸ φράζειν πρώτιστα ἐπὶ τῆς ποιητικῆς ἐλέγετο φράσεως, αὕτη δὲ μετʼ ᾠδῆς * τὸ ἀείδειν αὐτοῖς τὸ αὐτὸ τῷ φράζειν ὑπῆρξε παρʼ ἐκείνοις.
因此,既然“表达”一词起初是针对诗意措辞说的,而诗意措辞又伴随着歌唱,* 那么在古代人那里,“歌唱”对他们来说就等于“表达”。
καταχρησαμένων δʼ αὐτῶν θατέρῳ καὶ ἐπὶ τοῦ πεζοῦ λόγου, καὶ ἐπὶ θάτερον ἡ κατάχρησις διέβη.
当他们将其中一个词也借用到散文语言中时,这种借用也过渡到了另一个词上。
καὶ αὐτὸ δὲ τὸ πεζὸν λεχθῆναι τὸν ἄνευ τοῦ μέτρου λόγον ἐμφαίνει τὸν ἀπὸ ὕψους τινὸς καταβάντα καὶ ὀχήματος εἰς τοὔδαφος.
而无韵律的语言本身被称为“步行”,这也表明它是从某种高度和坐骑上降落到了地面。

词汇与语法注释

  1. 1.2.5τίς ἂν οὖν ὑπολάβοι τὸν δυνάμενον ποιητὴν εἰσάγειν ῥητορεύοντας ἑτέρους ... αὐτὸν εἶναι τῶν φλυάρων ἕνα — 动词 ὑπολάβοι 支配对格主语加不定式结构的用法。主句的宾语 τὸν δυνάμενον ποιητὴν 在不定式 εἶναι 的主语代词 αὐτόν 中被重申,呈现出一种先行(prolepsis)构文的特征。
  2. 1.2.6ἀφειδοῦντος ἡμῶν ἐστι — 属格的表语用法,意为“是……的特征/行为”。分词 ἀφειδοῦντος(源自 ἀφειδέω,“无情对待、轻视”)在此处表示“这是轻视我们之人的做法”。

引用这一段

斯特拉波, 地理学 §1.2.5-1.2.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.2.5-1.2.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。