Humanitext Reader

斯特拉波 · 地理学 §1.2.37-1.2.38

驳阿波罗多洛斯与德米特里乌斯之说

第 30 段,共 577 段 · 希腊语

内容简介

本段讨论了阿波罗多洛斯对卡里马科斯的指责,以及斯凯普西斯的德米特里乌斯关于荷马地理知识的主张,并给出了斯特拉波的反驳。

§1.2.37Ἀπολλόδωρος δὲ ἐπιτιμᾷ Καλλιμάχῳ, συνηγορῶν τοῖς περὶ τὸν Ἐρατοσθένη, διότι καίπερ γραμματικὸς ὢν παρὰ τὴν Ὁμηρικὴν ὑπόθεσιν καὶ τὸν ἐξωκεανισμὸν τῶν τόπων, περὶ οὓς τὴν πλάνην φράζει, Γαῦδον καὶ Κόρκυραν ὀνομάζει.
阿波罗多洛斯指责卡里马科斯,支持埃拉托斯特尼的拥护者,因为尽管卡里马科斯是一位文法学家,却违背了荷马的设想以及将放浪所涉地点移至大洋之外的作法,指名了高多斯和科尔库拉。
ἀλλʼ εἰ μὲν μηδαμοῦ γέγονεν ἡ πλάνη, ἀλλʼ ὅλον πλάσμα ἐστὶν Ὁμήρου τοῦτο, ὀρθὴ ἡ ἐπιτίμησις· ἢ εἰ γέγονε μέν, περὶ ἄλλους δὲ τόπους, δεῖ λέγειν εὐθὺς καὶ περὶ τίνας, ἐπανορθούμενον ἅμα τὴν ἄγνοιαν.
但是,如果放浪根本没有发生,而这完全是荷马的虚构,那么这一指责是正确的;或者,如果放浪确实发生了,但发生在其他地方,阿波罗多洛斯应当立即指出是在哪些地方,同时纠正这一无知。
μήτε δὲ ὅλου πλάσματος εἶναι πιθανῶς λεγομένου, καθάπερ ἐπεδείκνυμεν, μήτʼ ἄλλων τόπων κατὰ πίστιν μείζω δεικνυμένων, ἀπολύοιτʼ ἂν τῆς αἰτίας ὁ Καλλίμαχος.
然而,既然既不能像我们所证明的那样,说这完全是说得通的虚构,也不能以更大的可信度指出其他地方,那么卡里马科斯就可以免受指责。
§1.2.38οὐδʼ ὁ Σκήψιος δὲ Δημήτριος εὖ, ἀλλὰ καὶ τῷ Ἀπολλοδώρῳ τῶν ἁμαρτιῶν ἐνίων αἴτιος ἐκεῖνος κατέστη.
斯凯普西斯的德米特里乌斯也做得很不好,而且他还成了阿波罗多洛斯某些错误的原因。
πρὸς γὰρ Νεάνθη τὸν Κυζικηνὸν φιλοτιμοτέρως ἀντιλέγων εἰπόντα ὅτι οἱ Ἀργοναῦται πλέοντες εἰς Φᾶσιν τὸν ὑφʼ Ὁμήρου καὶ τῶν ἄλλων ὁμολογούμενον πλοῦν ἱδρύσαντο τὰ τῆς Ἰδαίας μητρὸς ἱερὰ περὶ Κύζικον, ἀρχὴν φησὶ μηδʼ εἰδέναι τὴν εἰς Φᾶσιν ἀποδημίαν τοῦ Ἰάσονος Ὅμηρον.
因为在与库齐科斯的尼安特斯进行颇具好胜心的辩论时(尼安特斯曾说,阿耳戈英雄们在航行前往荷马和其他人一致认同的法西斯途中,在库齐科斯周围建立了伊达山圣母的圣所),他声称荷马根本连伊阿宋前往法西斯的旅程都不知道。
τοῦτο δʼ οὐ μόνον τοῖς ὑφʼ Ὁμήρου λεγομένοις μάχεται, ἀλλὰ καὶ τοῖς ὑπʼ αὐτοῦ.
但这不仅与荷马所说的话相冲突,也与他自己所说的话相冲突。
φησὶ γὰρ τὸν Ἀχιλλέα Λέσβον μὲν πορθῆσαι καὶ ἄλλα χωρία, Λήμνου δʼ ἀποσχέσθαι καὶ τῶν πλησίον νήσων διὰ τὴν πρὸς Ἰάσονα καὶ τὸν υἱὸν Εὔνεων συγγένειαν τότε τὴν νῆσον κατέχοντα.
因为他说阿基琉斯掠夺了莱斯博斯和其他地方,但由于与伊阿宋及其当时占领该岛的儿子欧涅乌斯的亲缘关系,他没有动莱姆诺斯和附近的岛屿。
πῶς οὖν ὁ ποιητὴς τοῦτο μὲν ᾔδει, διότι συγγενεῖς ἢ ὁμοεθνεῖς ἢ γείτονες ἢ ὁπωσοῦν οἰκεῖοι ὑπῆρχον ὅ τε Ἀχιλλεὺς καὶ ὁ Ἰάσων (ὅπερ οὐδαμόθεν ἄλλοθεν ἀλλʼ ἐκ τοῦ Θετταλοὺς ἀμφοτέρους εἶναι συνέβαινε, καὶ τὸν μὲν Ἰώλκιον τὸν δʼ ἐκ τῆς Φθιώτιδος Ἀχαιίδος ὑπάρχειν), τοῦτο δʼ ἠγνόει, πόθεν ἦλθε τῷ Ἰάσονι, Θετταλῷ καὶ Ἰωλκίῳ ὑπάρχοντι, ἐν μὲν τῇ πατρίδι μηδεμίαν καταλιπεῖν διαδοχήν, Λήμνου δὲ καταστῆσαι κύριον τὸν υἱόν;
那么,诗人怎么会一方面知道这件事,即阿基琉斯和伊阿宋是亲戚、同族、邻居或以某种方式亲近的人(这不源于其他,而源于两人都是帖撒罗尼迦人,一个来自伊奥尔科斯,另一个来自阿开亚的普提奥提斯),另一方面却不知道,对于身为帖撒罗尼迦人和伊奥尔科斯人的伊阿宋来说,他何以在祖国没有留下任何继承人,却立自己的儿子为莱姆诺斯的主宰?
καὶ Πελίαν μὲν ᾔδει καὶ τὰς Πελιάδας καὶ τὴν ἀρίστην αὐτῶν καὶ τὸν υἱὸν αὐτῆς Εὔμηλον, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν Ἄλκηστις, Πελίαο θυγατρῶν εἶδος ἀρίστη, τῶν δὲ περὶ τὸν Ἰάσονα συμβάντων καὶ τὴν Ἀργὼ καὶ τοὺς Ἀργοναύτας, τῶν ὁμολογουμένων παρὰ πᾶσιν, ἀνήκοος ἦν, ἐν δὲ τῷ ὠκεανῷ τὸν παρʼ Αἰήτου πλοῦν ἔπλαττεν, ἀρχὴν μηδεμίαν ἐξ ἱστορίας λαβών;
而且,荷马既然知道珀利阿斯、珀利阿斯的女儿们、她们中最优秀的女儿以及她的儿子欧墨洛斯——“阿尔克斯提斯将他生给阿德墨托斯,她是妇女中的高贵者,珀利阿斯女儿中容貌最美者”——难道他对所有人一致认同的关于伊阿宋、阿耳戈号和阿耳戈英雄们的事情竟然毫无所闻,而在没有从历史上获得任何根据的情况下,在大洋中虚构了从埃埃忒斯出发的航行吗?

词汇与语法注释

  1. §1.2.37διότι — 原因连词,引导解释阿波罗多洛斯为何指责卡里马科斯的从句。该从句中带有 καίπερ 的分词 ὢν 的逻辑主语是主句中被指责的对象卡里马科斯(Callimachus)。
  2. §1.2.37μήτε δὲ ὅλου πλάσματος εἶναι πιθανῶς λεγομένου ... μήτʼ ἄλλων τόπων ... δεικνυμένων — 由并列连词 μήτε... μήτε... 连接的两个属格绝对格(genitive absolute)结构。它们为主要分句中的潜在希求法语气动词 ἀπολύοιτο 提供了条件背景。
  3. §1.2.38ἀρχὴν — 名词 ἀρχή(开始)单数宾格的副词性用法。与后面的否定小词 μηδέ 结合,构成强烈的否定,表示“根本不”或“完全不”。
  4. §1.2.38πόθεν ἦλθε τῷ Ἰάσονι — 作为动词 ἠγνόει 宾语的间接疑问句。基于习惯用法 ἔρχομαί τινι(意为“发生于某人”或“临到某人身上”),其中的与格 τῷ Ἰάσονι 是利害与格,整句意为“伊阿宋何以会面临如此境地”。

引用这一段

斯特拉波, 地理学 §1.2.37-1.2.38. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.2.37-1.2.38

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。