Humanitext Reader

斯特拉波 · 地理学 §1.2.35-1.2.36

批判神话与历史的混淆及诗歌夸张解析

第 29 段,共 577 段 · 希腊语

内容简介

作者批评了神话叙事与历史事实的混淆,指出荷马的地理描述和卡律布狄斯的刻画是基于文学夸张和戏剧效果。

§1.2.35οἱ δὲ πλάττοντες Ἐρεμβοὺς ἴδιόν τι ἔθνος Αἰθιοπικὸν καὶ ἄλλο Κηφήνων καὶ τρίτον Πυγμαίων καὶ ἄλλα μυρία ἧττον ἂν πιστεύοιντο, πρὸς τῷ μὴ ἀξιοπίστῳ καὶ σύγχυσίν τινα ἐμφαίνοντες τοῦ μυθικοῦ καὶ ἱστορικοῦ σχήματος.
那些将埃伦博伊人虚构为某种独特的埃塞俄比亚民族,将另一个虚构为凯斐涅斯人,将第三个虚构为俾格米人,并虚构了其他无数个民族的人,更不会被相信;因为除了不值得信任之外,他们还表现出了神话和历史形式的某种混淆。
ὅμοιοι δʼ εἰσὶ τούτοις καὶ οἱ Σιδονίους ἐν τῇ κατὰ Πέρσας θαλάττῃ διηγούμενοι ἢ ἄλλοθί που τοῦ ὠκεανοῦ, καὶ τὴν τοῦ Μενελάου πλάνην ἐξωκεανίζοντες· ὁμοίως δὲ καὶ τοὺς Φοίνικας.
与这些人相似的,还有那些叙述西顿人居住在波斯海或大洋其他地方、将梅内拉奥斯的漫游推向大洋之外的人,同样还有对腓尼基人也这样做的人。
τῆς δʼ ἀπιστίας αἴτιον οὐκ ἐλάχιστόν ἐστι τὸ ἐναντιοῦσθαι ἀλλήλοις τοὺς λέγοντας.
这种不可信的非最小原因在于,那些论述者们彼此对立。
οἱ μὲν γὰρ καὶ τοὺς Σιδονίους τοὺς καθʼ ἡμᾶς ἀποίκους εἶναι τῶν ἐν τῷ ὠκεανῷ φασί, προστιθέντες καὶ διὰ τί Φοίνικες ἐκαλοῦντο, ὅτι καὶ ἡ θάλαττα ἐρυθρά· οἱ δʼ ἐκείνους τούτων.
因为有些人说我们这里的西顿人是大洋中西顿人的殖民者,并补充了他们为何被称为腓尼基人的原因,即那里的海也是红色的;而另一些人则说那些人是这些人的殖民者。
εἰσὶ δʼ οἳ καὶ τὴν Αἰθιοπίαν εἰς τὴν καθʼ ἡμᾶς Φοινίκην μετάγουσι καὶ τὰ περὶ τὴν Ἀνδρομέδαν ἐν Ἰόπῃ συμβῆναί φασιν· οὐ δήπου κατʼ ἄγνοιαν τοπικὴν καὶ τούτων λεγομένων, ἀλλʼ ἐν μύθου μᾶλλον σχήματι· καθάπερ καὶ τῶν παρʼ Ἡσιόδῳ καὶ τοῖς ἄλλοις, ἃ προφέρει ὁ Ἀπολλόδωρος, οὐδʼ ὃν τρόπον παρατίθησι τοῖς Ὁμήρου ταῦτα εἰδώς.
还有一些人将埃塞俄比亚转移到我们这里的腓尼基,并说关于安德洛墨达的事情发生在约帕;当然,这些说法并非源于地理上的无知,而更多地是采取了神话的形式;正如阿波罗多洛斯所引用的赫西俄德和其他人的作品中的情况一样,他并不懂得应该以何种方式将这些与荷马的作品进行对照。
τὰ μὲν γὰρ Ὁμήρου τὰ περὶ τὸν Πόντον καὶ τὴν Αἴγυπτον παρατίθησιν ἄγνοιαν αἰτιώμενος, ὡς λέγειν μὲν τὰ ὄντα βουλομένου, μὴ λέγοντος δὲ τὰ ὄντα, ἀλλὰ τὰ μὴ ὄντα ὡς ὄντα κατʼ ἄγνοιαν.
因为他引用了荷马关于蓬托斯和埃及的言论并指责其无知,仿佛荷马想要表达真实存在的事物,却因无知而未能表达真实存在的事物,反而将不存在的事物当作真实存在的事物来表达。
Ἡσιόδου δʼ οὐκ ἄν τις αἰτιάσαιτο ἄγνοιαν, ἡμίκυνας λέγοντος καὶ μακροκεφάλους καὶ πυγμαίους· οὐδὲ γὰρ αὐτοῦ Ὁμήρου ταῦτα μυθεύοντος, ὧν εἰσι καὶ οὗτοι οἱ πυγμαῖοι, οὐδʼ Ἀλκμᾶνος στεγανόποδας ἱστοροῦντος, οὐδʼ Αἰσχύλου κυνοκεφάλους καὶ στερνοφθάλμους καὶ μονομμάτους, ὅπου γε οὐδὲ τοῖς πεζῇ συγγράφουσιν ἐν ἱστορίας σχήματι προσέχομεν περὶ πολλῶν, κἂν μὴ ἐξομολογῶνται τὴν μυθογραφίαν.
但是,没有人会指责赫西俄德的无知,当他提到“半犬人”、“长头人”和“俾格米人”时;荷马自己讲述这些神话(其中也有这些俾格米人)时也是如此,阿尔克曼记载“水蹼足人”时亦然,埃斯库罗斯描写“犬头人”、“胸眼人”和“独眼人”时亦然,因为我们甚至不会过多关注那些以历史形式撰写散文的人,即使他们不承认自己是在创作神话。
φαίνεται γὰρ εὐθὺς ὅτι μύθους παραπλέκουσιν ἑκόντες οὐκ ἀγνοίᾳ τῶν ὄντων, ἀλλὰ πλάσει τῶν ἀδυνάτων τερατείας καὶ τέρψεως χάριν.
因为显而易见,他们是故意编织神话,并非出于对真实事物的无知,而是通过虚构不可能的事物来达到惊异和娱乐的目的。
δοκοῦσι δὲ κατʼ ἄγνοιαν, ὅτι μάλιστα καὶ πιθανῶς τὰ τοιαῦτα μυθεύουσι περὶ τῶν ἀδήλων καὶ τῶν ἀγνοουμένων.
但他们看起来像是出于无知,主要是因为他们对于那些不明确和不为人知的事物,讲述了此类极具说服力的神话。
Θεόπομπος δὲ ἐξομολογεῖται φήσας ὅτι καὶ μύθους ἐν ταῖς ἱστορίαις ἐρεῖ, κρεῖττον ἢ ὡς Ἡρόδοτος καὶ Κτησίας καὶ Ἑλλάνικος καὶ οἱ τὰ Ἰνδικὰ συγγράψαντες.
而忒奥蓬波斯则坦白承认,他说他也会在历史中讲述神话,这比希罗多德、克特西亚斯、赫拉尼科斯以及那些撰写印度志的人做得更好。
§1.2.36περὶ δὲ τῶν τοῦ ὠκεανοῦ παθῶν εἴρηται μὲν ἐν μύθου σχήματι· καὶ γὰρ τούτου στοχάζεσθαι δεῖ τὸν ποιητήν.
关于大洋的现象,确实是以神话的形式被叙述的;因为我们必须认为诗人也以此为目标。
ἀπὸ γὰρ τῶν ἀμπώτεων καὶ τῶν πλημμυρίδων ἡ Χάρυβδις αὐτῷ μεμύθευται, οὐδʼ αὐτὴ παντάπασιν Ὁμήρου πλάσμα οὖσα, ἀλλʼ ἀπὸ τῶν ἱστορουμένων περὶ τὸν Σικελικὸν πορθμὸν διεσκευασμένη.
因为卡律布狄斯是他根据落潮和涨潮虚构出来的,她本身并非完全是荷马的凭空想象,而是根据关于西西里海峡的传闻改写而成的。
εἰ δὲ δὶς τῆς παλιρροίας γινομένης καθʼ ἑκάστην ἡμέραν καὶ νύκτα ἐκεῖνος τρὶς εἴρηκε τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ, λέγοιτʼ ἂν καὶ οὕτως· οὐ γὰρ κατʼ ἄγνοιαν τῆς ἱστορίας ὑποληπτέον λέγεσθαι τοῦτο, ἀλλὰ τραγῳδίας χάριν καὶ φόβου, ὃν ἡ Κίρκη πολὺν τοῖς λόγοις προστίθησιν ἀποτροπῆς χάριν, ὥστε καὶ τὸ ψεῦδος παραμίγνυσθαι.
如果虽然每天昼夜各发生两次潮汐,而他却说了“三次”:“因为一日三次她喷吐出来,又三次吸纳进去,”也可以这样说;因为不应认为这是由于对事实的无知而说的,而是为了悲剧效果和恐惧,喀耳刻为了劝阻而在言辞中加入了极大的恐惧,以至于虚假也混杂其中。
ἐν αὐτοῖς γοῦν τοῖς ἔπεσι τούτοις εἴρηκε μὲν οὕτως ἡ Κίρκη τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ δεινόν·
至少在这些诗句中,喀耳刻确实是这样说的:“因为一日三次她喷吐出来,又三次可怕地吸纳进去。
μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειε· οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ Ἐνοσίχθων.
愿你不要在她吸纳时恰好在那里;因为即使是震地神(波塞冬)也无法救你脱离灾难。
καὶ μὴν παρέτυχέ τε τῇ ἀναρροιβδήσει ὁ Ὀδυσσεὺς καὶ οὐκ ἀπώλετο, ὥς φησιν αὐτός ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ· αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς, τῷ προσφὺς ἐχόμην, ὡς νυκτερίς.
”然而,奥德修斯确实遇到了那次吸纳,但并未丧生,正如他自己所说:“她吸纳了海里的咸水;但我被高高提起,攀附在高大的野无花果树上,像蝙蝠一样紧紧抓着它。
εἶτα περιμείνας τὰ ναυάγια καὶ λαβόμενος πάλιν αὐτῶν σώζεται, ὥστʼ ἐψεύσατο ἡ Κίρκη.
”然后他等待着残骸并重新抓住它们而获救,可见喀耳刻说了谎。
ὡς οὖν τοῦτο, κἀκεῖνο τὸ τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι ἀντὶ τοῦ δίς, ἅμα καὶ τῆς ὑπερβολῆς τῆς τοιαύτης συνήθους πᾶσιν οὔσης, τρισμακαρίους καὶ τρισαθλίους λεγόντων· καὶ ὁ ποιητής τρισμάκαρες Δαναοί, καί ἀσπασίη τρίλλιστος, τριχθά τε καὶ τετραχθά.
因此,就像这件事一样,那句“因为一日三次她喷吐出来”也是用来代替“两次”的,同时这种夸张对所有人来说都是习以为常的,就像人们说“三倍幸福”和“三倍悲惨”一样;诗人也说:“三倍幸福的丹纳人”,以及:“令人欣喜的三度(热烈)祈求的”,“三分以及四分”。
ἴσως δʼ ἄν τις καὶ ἀπὸ τῆς ὥρας τεκμήραιτο, ὅτι ὑπαινίττεταί πως τὸ ἀληθές· μᾶλλον γὰρ ἂν ἐφαρμόττοι τῷ δὶς γενέσθαι τὴν παλίρροιαν κατὰ τὸν συνάμφω χρόνον, τὸν ἐξ ἡμέρας καὶ νυκτός, ἢ τῷ τρὶς τοσοῦτον χρόνον μεῖναι τὰ ναυάγια ὑποβρύχια, ὀψὲ δὲ ἀναβληθῆναι ποθοῦντι.
或许我们也可以从时间上推测,诗人是以某种方式暗示了真相;因为与残骸三次在水下停留如此之久、并在他极度渴望时很晚才被抛出相比,潮汐在昼夜相加的时间内发生两次,更符合实际情况。
καὶ συνεχῶς προσισχομένῳ τοῖς κλάδοις νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω ἱστὸν καὶ τρόπιν αὖτις, ἐελδομένῳ δέ μοι ἦλθεν ὄψʼ· ἦμός τʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη, κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν, καὶ τότε δήμοι δοῦρα Χαρύβδιος ἐξεφαάνθη.
还有当他连续紧抓着树枝时所说的:“我毫不松懈地紧抓着,直到她再次吐出桅杆和龙骨,在我渴望的时候它们很晚才来到;当一个人为了晚餐而从集市上站起来,在裁决了许多诉讼中的年轻人的争端之后,就在那时卡律布狄斯的木材才显现在我面前。
πάντα γὰρ ταῦτα χρόνου τινὸς ἔμφασιν ἀξιολόγου δίδωσι, καὶ μάλιστα τὸ τὴν ἑσπέραν ἐπιτεῖναι, μὴ κοινῶς εἰπόντα, ἡνίκα ὁ δικαστὴς ἀνίσταται, ἀλλʼ ἡνίκα κρίνων νείκεα πολλά, ὥστε βραδῦναι πλέον τι καὶ ἄλλως δὲ οὐ πιθανὴν ἂν ὑπέτεινε τῷ ναυαγῷ τὴν ἀπαλλαγήν, εἰ πρὶν ἀποσπασθῆναι πολὺ καὶ αὐτίκα εἰς τοὐπίσω παλίρρους μετέπιπτεν.
”因为所有这些都表明了相当长的一段时间,尤其是对黄昏时间的延长,不是通俗地说当法官站起来时,而是当他“裁决了许多争端”时,从而更加拖延;否则,如果潮汐在落水者被带走很远之前就立即向后退去,他就无法为落水者提供一个令人信服的得救方式。

词汇与语法注释

  1. 1.2.35οἱ δὲ πλάττοντες — 以分词短语 'οἱ πλάττοντες'(虚构的人)为主语,其后的 'ἧττον ἂν πιστεύοιντο'(更不会被相信)为主动词。由于中间并列了多个宾语(如 'ἴδιόν τι ἔθνος Αἰθιοπικόν' 和 'ἄλλο Κηφήνων'),句子结构较为复杂。
  2. 1.2.35πρὸς τῷ μὴ ἀξιοπίστῳ — 介词 'πρός' 接与格,意为“除了……之外”。冠词修饰的形容词 'τὸ ἀξιόπιστον' 被名词化,与否定词 'μή' 连用,表示“不可信”。
  3. 1.2.36εἰ δὲ δὶς... ἐκεῖνος τρὶς εἴρηκε — 由连词 'εἰ' 引导的从句。它描述了事实(两次)与荷马的描写(三次)之间的偏差,并与主句 'λέγοιτʼ ἂν καὶ οὕτως'(也可以这样说)相结合,包含了一种让步的语气(“即使……也”)。

引用这一段

斯特拉波, 地理学 §1.2.35-1.2.36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.2.35-1.2.36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。