§1.2.33εἰ δὲ Φοίνικας εἰπὼν ὀνομάζει καὶ Σιδωνίους τὴν μητρόπολιν αὐτῶν σχήματι συνήθει χρῆται, ὡς
Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
καί
οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος,
καί
Ἴδην δʼ ἵκανεν καὶ Γάργαρον,
καί
οἳ δʼ Εὔβοιαν ἔχον καὶ Χαλκίδα τʼ Εἰρέτριάν τε.
如果他说了“腓尼基人”,却又用他们母都市的名字称呼“西顿人”,那他就是使用了常见的修辞手法,例如:“他将特洛伊人和赫克托耳逼近船只,”以及:“因为大仁大义的奥纽斯的儿子们已不复存在,甚至连他自己也已不在人世,而金发的梅列阿格罗斯也已死去,”以及:“他来到了伊达和加尔加隆,”以及:“那些领有优卑亚、卡尔基斯和埃雷特里亚的人。
καὶ Σαπφώ
ἤ σε Κύπρος ἢ Πάφος ἢ Πάνορμος.
”还有萨福:“无论塞浦路斯,还是帕福斯,抑或帕诺尔莫斯(拥抱着你)。
καίτοι καὶ ἄλλο τι ἦν τὸ ποιῆσαν καίπερ ἤδη μνησθέντα τῆς Φοινίκης ἰδίως πάλιν καὶ τὴν Σιδῶνα συγκαταλέξαι.
”然而,尽管他已经提到了腓尼基,但他再次单独列出西顿,还有另外一个原因。
πρὸς μὲν γὰρ τὸ τὰ ἐφεξῆς ἔθνη καταλέξαι ἱκανῶς εἶχεν οὕτως εἰπεῖν
Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθεὶς Αἰθίοπάς θʼ ἱκόμην·
因为就列举相连的民族而言,这样说就已经足够了:“我漫游了塞浦路斯、腓尼基和埃及人的土地,并到达了埃塞俄比亚人那里。
ἵνα δʼ ἐμφήνῃ καὶ τὴν παρὰ τοῖς Σιδωνίοις ἀποδημίαν τὴν ἐπὶ πλέον γενομένην, καλῶς εἶχεν εἴτʼ ἀναλαβεῖν εἴτε καὶ παραλαβεῖν·
”但是为了显示在西顿人那里的旅程时间更长,重新提起或者(在叙述中)纳入这一内容是合适的。
ἐμφαίνει διὰ τῶν ἐπαίνων τῆς παρʼ αὐτοῖς εὐτεχνίας καὶ τοῦ τὴν Ἑλένην προεξενῶσθαι τοῖς ἀνθρώποις μετὰ Ἀλεξάνδρου·
他通过赞美他们精湛的手艺,以及海伦此前曾由亚历山大(帕里斯)引荐给这些人,表明了这一点。
διόπερ παρὰ τῷ Ἀλεξάνδρῳ πολλὰ τοιαῦτα ἀποκείμενα λέγει
ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, ἔργα γυναικῶν Σιδονίων, ἃς αὐτὸς Ἀλέξανδρος θεοειδὴς ἤγαγε Σιδονίηθεν τὴν ὁδόν, ἣν Ἑλένην περ ἀνήγαγε·
因此,他提到在亚历山大那里藏有许多这样的物件: “那里有色彩斑斓的华丽衣裳,是西顿妇女的手工,神一般的亚历山大亲自将她们从西顿带回,就在他带走海伦的同一次航行中。
καὶ παρὰ τῷ Μενελάῳ· λέγει γὰρ πρὸς Τηλέμαχον
δώσω τοι κρητῆρα τετυγμένον·
”在梅内拉奥斯那里也是如此;因为他对忒勒马科斯说:“我要送你一个精美的混酒器;它完全是银制的,边缘用黄金包边。
ἀργύρεος δὲ ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται. ἄργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ φαίδιμος ἥρως Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε κεῖσέ με νοστήσαντα.
这是赫斐斯托斯的作品;西顿人的国王、显赫的英雄,在我回程时他的宫殿款待我之际,将它赠送给了我。
δεῖ δὲ δέξασθαι πρὸς ὑπερβολὴν εἰρημένον τὸ Ἡφαίστου ἔργον, ὡς λέγεται Ἀθηνᾶς ἔργα τὰ καλὰ καὶ Χαρίτων καὶ Μουσῶν.
”但我们应当将“赫斐斯托斯的作品”这一说法理解为夸张之词,正如美丽的艺术品被称为阿斯忒娜、美惠三女神或缪斯的作品一样。
ἐπεὶ ὅτι γε οἱ ἄνδρες ἦσαν καλλίτεχνοι, δηλοῖ τὸν κρατῆρα ἐπαινῶν, ὃν ὁ Εὔνεως ἔδωκεν ἀντὶ Λυκάονος· φησὶ γάρ
κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν πολλόν· ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν, Φοίνικες δʼ ἄγον ἄνδρες.
因为这些男子的确是精湛的工匠,这从他赞美欧纽斯为赎回吕卡安而赠送的混酒器中可以看出;因为他说:“它在美观上远远超过了整个大地;因为心灵手巧的西顿人精心打造了它,而腓尼基人将它运来。
§1.2.34περὶ δὲ τῶν Ἐρεμβῶν πολλὰ μὲν εἴρηται, πιθανώτατοι δʼ εἰσὶν οἱ νομίζοντες τοὺς Ἄραβας λέγεσθαι.
” 关于埃伦博伊人有许多说法,但最令人信服的是那些认为他们是指阿拉伯人的人。
Ζήνων δʼ ὁ ἡμέτερος καὶ γράφει οὕτως
Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε.
我们的同胞芝诺甚至这样改写:“我到达了埃塞俄比亚人、西顿人和阿拉伯人那里。
τὴν μὲν οὖν γραφὴν οὐκ ἀνάγκη κινεῖν παλαιὰν οὖσαν· αἰτιᾶσθαι δὲ βέλτιον τὴν τοῦ ὀνόματος μετάπτωσιν πολλὴν καὶ ἐπιπολαίαν οὖσαν ἐν πᾶσι τοῖς ἔθνεσιν.
”因此,既然这个文本是古老的,就没有必要修改它;相反,更应该将原因归咎于名称的变迁,这在所有民族中都是频繁且表面的。
ἀμέλει δὲ καὶ ποιοῦσί τινες παραγραμματίζοντες.
事实上,确实有人通过改写字母来做到这一点。
ἄριστα δʼ ἂν δόξειεν εἰπεῖν ὁ Ποσειδώνιος κἀνταῦθα ἀπὸ τῆς τῶν ἐθνῶν συγγενείας καὶ κοινότητος ἐτυμολογῶν.
但波塞多尼奥斯在这里似乎也说得最好,他通过诸民族的亲缘关系和共同性来推导词源。
τὸ γὰρ τῶν Ἀρμενίων ἔθνος καὶ τὸ τῶν Σύρων καὶ Ἀράβων πολλὴν ὁμοφυλίαν ἐμφαίνει κατά τε τὴν διάλεκτον καὶ τοὺς βίους καὶ τοὺς τῶν σωμάτων χαρακτῆρας, καὶ μάλιστα καθὸ πλησιόχωροί εἰσι.
因为亚美尼亚民族、叙利亚民族和阿拉伯民族在语言、生活方式和身体特征上都表现出极大的同族性,尤其是因为他们是邻国。
δηλοῖ δʼ ἡ Μεσοποταμία ἐκ τῶν τριῶν συνεστῶσα τούτων ἐθνῶν· μάλιστα γὰρ ἐν τούτοις ἡ ὁμοιότης διαφαίνεται.
由这三个民族组成的美索不达米亚就表明了这一点;因为他们之间的相似性最为明显。
εἰ δέ τις παρὰ τὰ κλίματα γίνεται διαφορὰ τοῖς προσβόρροις ἐπὶ πλέον πρὸς τοὺς μεσημβρινοὺς καὶ τούτοις πρὸς μέσους τοὺς ὅρους, ἀλλʼ ἐπικρατεῖ γε τὸ κοινόν.
即使由于气候(纬度)的原因,更北方的人与南方的人,以及这些人与中间地带的人之间存在某些差异,但共同的特征仍然占主导地位。
καὶ οἱ Ἀσσύριοι δὲ καὶ οἱ Ἀριανοὶ παραπλησίως πως ἔχουσι καὶ πρὸς τούτους καὶ πρὸς ἀλλήλους.
亚述人和阿里亚诺伊人与这些人以及他们彼此之间的情况也大致相似。
εἰκάζει γε δὴ καὶ τὰς τῶν ἐθνῶν τούτων κατονομασίας ἐμφερεῖς ἀλλήλαις εἶναι. τοὺς γὰρ ὑφʼ ἡμῶν Σύρους καλουμένους ὑπʼ αὐτῶν τῶν Σύρων Ἀραμμαίους καλεῖσθαι· τούτῳ δʼ ἐοικέναι τοὺς Ἀρμενίους καὶ τοὺς Ἄραβας καὶ Ἐρεμβούς, τάχα τῶν πάλαι Ἑλλήνων οὕτω καλούντων τοὺς Ἄραβας, ἅμα καὶ τοῦ ἐτύμου συνεργοῦντος πρὸς τοῦτο.
此外,他推测这些民族的名称也彼此相似;因为被我们称为叙利亚人的人,被叙利亚人自己称为阿拉姆人;亚美尼亚人、阿拉伯人和埃伦博伊人都与这个名称相似,也许是因为古希腊人曾经这样称呼阿拉伯人,同时词源学也支持这一点。
ἀπὸ γὰρ τοῦ εἰς τὴν ἔραν ἐμβαίνειν τοὺς Ἐρεμβοὺς ἐτυμολογοῦσιν οὕτως οἱ πολλοί, οὓς μεταλαβόντες οἱ ὕστερον ἐπὶ τὸ σαφέστερον Τρωγλοδύτας ἐκάλεσαν· οὗτοι δέ εἰσιν Ἀράβων οἱ ἐπὶ θάτερον μέρος τοῦ Ἀραβίου κόλπου κεκλιμένοι, τὸ πρὸς Αἰγύπτῳ καὶ Αἰθιοπίᾳ.
因为大多数人从埃伦博伊人“进入土地(穴居)”(eis ten eran embainein)来推导其词源,后来的人将其改写为更明确的名称,称他们为“穴居人(托格罗底特人)”;而这些人是居住在阿拉伯湾另一侧(即靠近埃及和埃塞俄比亚一侧)的阿拉伯人。
τούτων δʼ εἰκὸς μεμνῆσθαι τὸν ποιητὴν καὶ πρὸς τούτους ἀφῖχθαι λέγειν τὸν Μενέλαον, καθʼ ὃν τρόπον εἴρηται καὶ πρὸς τοὺς Αἰθίοπας· τῇ γὰρ Θηβαΐδι καὶ οὗτοι πλησιάζουσιν·
诗人很可能提到了这些人,并说梅内拉奥斯到达了他们那里,其方式正如关于埃塞俄比亚人所说的那样;因为这些人也临近底比斯地区。
ὁμοίως οὐκ ἐργασίας οὐδὲ χρηματισμοῦ χάριν τούτων ὀνομαζομένων (οὐ πολὺ γὰρ ἦν τοῦτο), ἀλλὰ τοῦ μήκους τῆς ἀποδημίας καὶ τοῦ ἐνδόξου· ἔνδοξον γὰρ τοσοῦτον ἐκτοπίσαι.
同样,他们被点名并不是为了贸易或求财(因为这并不多),而是因为旅程的遥远和随之而来的荣耀;因为前往如此遥远的地方是享有盛誉的。
τοιοῦτον δὲ καὶ τὸ
πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
καὶ τὸ
ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς ἠγαγόμην.
诸如此类的还有:“他看到了许多人的城市,并了解了他们的心思,”以及:“因为在经历了许多苦难并经历了许多漫游之后,我才带回了(这些东西)。
Ἡσίοδος δʼ ἐν Καταλόγῳ φησί
καὶ κούρην Ἀράβοιο, τὸν Ἑρμάων ἀκάκητα γείνατο καὶ Θρονίη, κούρη Βήλοιο ἄνακτος.
”赫西俄德在《名媛录》中说:“还有阿拉波斯的女儿,她是仁慈的赫尔墨斯与贝洛斯国王的女儿特罗尼亚所生。
οὕτω δὲ καὶ Στησίχορος λέγει.
”斯特西科罗斯也这样说。
εἰκάζειν οὖν ἐστιν ὅτι ἀπὸ τούτου καὶ ἡ χώρα Ἀραβία ἤδη τότε ὠνομάζετο, κατὰ δὲ τοὺς ἥρωας τυχὸν ἴσως οὔπω.
因此,可以推测,正是由于此人,该地区在当时就已经被称为阿拉伯,但在英雄时代,或许还不是这样。