§1.2.29καὶ γὰρ δὴ καὶ τελέως ἄλογον, εἰ τὰς μὲν Αἰγυπτίους Θήβας ᾔδει σαφῶς, αἳ διέχουσι τῆς καθʼ ἡμᾶς θαλάττης σταδίους μικρὸν ἀπολείποντας ἀπὸ τῶν πεντακισχιλίων, τὸν δὲ μυχὸν τοῦ Ἀραβίου κόλπου μὴ ᾔδει, μηδὲ τὸν ἰσθμὸν τὸν κατʼ αὐτόν, πλάτος ἔχοντα οὐ πλειόνων ἢ χιλίων σταδίων·
事实上,如果他清楚知道埃及的底比斯——该城距离我们的海洋仅差一点不到五千斯塔迪亚,而他却不知道阿拉伯湾的最深处,也不知道其位置上宽度不超过一千斯塔迪亚的地峡,这确实是完全不合情理的。
πολὺ δʼ ἂν ἀλογώτερον δόξειεν, εἰ τὸν μὲν Νεῖλον ᾔδει ὁμωνύμως τῇ τοσαύτῃ χώρᾳ λεγόμενον, τὴν δʼ αἰτίαν μὴ ἑώρα τούτου· μάλιστα γὰρ ἂν προσπίπτοι τὸ ῥηθὲν ὑφʼ Ἡροδότου διότι δῶρον ἦν ἡ χώρα τοῦ ποταμοῦ καὶ διὰ τοῦτο ἠξιοῦτο τοῦ αὐτοῦ ὀνόματος.
而如果他知道尼罗河与那个辽阔的国家同名,却看不出其中的原因,那就显得更加不合情理了;因为人们首先会想到希罗多德所说的话,即该国是河流的馈赠,因此配得上相同的名字。
ἄλλως τε τῶν παρʼ ἑκάστοις ἰδίων ταῦτʼ ἐστὶ γνωριμώτατα, ἃ καὶ παραδοξίαν ἔχει τινά, καὶ ἐν τῷ φανερῷ πᾶσίν ἐστι· τοιοῦτον δʼ ἐστὶ καὶ ἡ τοῦ Νείλου ἀνάβασις καὶ ἡ πρόσχωσις τοῦ πελάγους.
更何况,在每个地方特有的特征中,这些是最广为人知的,它们还带有某种奇特之处,且在众人的瞩目之中;尼罗河的泛滥和海洋的沙洲淤积正是如此。
καὶ καθάπερ οἱ προσαχθέντες πρὸς τὴν Αἴγυπτον οὐδὲν πρότερον ἱστοροῦσι περὶ τῆς χώρας, ἢ τὴν τοῦ Νείλου φύσιν διὰ τὸ τοὺς ἐπιχωρίους μήτε καινότερα τούτων λέγειν ἔχειν πρὸς ἄνδρας ξένους, μήτʼ ἐπιφανέστερα περὶ τῶν παρʼ αὐτοῖς· τῷ γὰρ ἱστορήσαντι περὶ τοῦ ποταμοῦ κατάδηλος καὶ ἡ χώρα γίνεται πᾶσα ὁποία τίς ἐστιν· οὕτω καὶ οἱ πόρρωθεν ἀκούοντες οὐδὲν πρότερον ἱστοροῦσι τούτου.
正如那些被带到埃及的人,首先调查的无非是尼罗河的性质,因为当地人对异乡人既没有比这更新奇的话可说,也没有关于他们那里的更显赫的事可谈;因为对于调查过这条河的人来说,整个国家的样貌也就变得一清二楚了;同样,那些在远方听说的人,首先打听的无非也是这件事。
προστίθει οὖν τούτῳ καὶ τὸ φιλείδημον τοῦ ποιητοῦ καὶ τὸ φιλέκδημον, ὅπερ αὐτῷ μαρτυροῦσιν ὅσοι τὸν βίον ἀναγράφουσι, καὶ ἐξ αὐτῶν δὲ λαμβάνεται τῶν ποιημάτων πολλὰ παραδείγματα τοῦ τοιούτου.
因此,在此之上,还要加上诗人的求知欲和好游历,凡是为他作传的人都对此予以证实,而且从诗歌本身也可以找到许多这方面的例子。
οὗτος μὲν οὖν ἐκ πλεόνων ἐλέγχεται καὶ εἰδὼς καὶ λέγων ῥητῶς τὰ ῥητὰ καὶ σιγῶν τὰ λίαν ἐκφανῆ ἢ ἐπιθέτως λέγων.
由此可见,通过许多事实证明,他既知道并明确说出了该说的话,又对极其明显的事保持沉默,或者用形容语来指代。
§1.2.30θαυμάζειν δὲ δεῖ τῶν Αἰγυπτίων καὶ Σύρων, πρὸς οὓς νῦν ἡμῖν ὁ λόγος, εἰ μηδʼ ἐκείνου λέγοντος τὰ παρʼ αὐτοῖς ἐπιχώρια συνιᾶσιν, ἀλλὰ καὶ ἄγνοιαν αἰτιῶνται, ᾗ αὐτοὺς ἐνόχους δείκνυσιν ὁ λόγος.
然而,令人惊讶的是那些埃及人和叙利亚人(即我们现在所讨论的对象),因为即使当他提到他们那里的本地事物时,他们也不理解,反而还指责他的无知,而这一论述正表明他们自己对此负有责任。
ἁπλῶς δὲ τὸ μὴ λέγειν οὐ τοῦ μὴ εἰδέναι σημεῖόν ἐστιν· οὐδὲ γὰρ τὰς τροπὰς τοῦ εὐρίπου λέγει οὐδὲ τὰς Θερμοπύλας οὐδʼ ἄλλα πλείω τῶν γνωρίμων παρὰ τοῖς Ἕλλησιν, οὐ μὴν ἠγνόει γε.
简单来说,不提及并不是不知道的证明;因为他既没有提到欧里普斯海峡的潮汐,也没有提到温泉关,以及其他许多希腊人熟知的事物,但他绝对并非不知道。
ἀλλὰ καὶ λέγει, οὐ δοκεῖ δὲ τοῖς ἐθελοκωφοῦσιν, ὥστε ἐκείνους αἰτιατέον.
相反,他确实提到了,只是在那些装聋作哑的人看来并非如此,因此应当受到指责的是他们。
ὁ ποιητὴς τοίνυν διιπετέας καλεῖ τοὺς ποταμούς, οὐ τοὺς χειμάρρους μόνους, ἀλλὰ καὶ πάντας κοινῶς, ὅτι πληροῦνται πάντες ἀπὸ τῶν ὀμβρίων ὑδάτων· ἀλλὰ τὸ κοινὸν ἐπὶ τῶν κατʼ ἐξοχὴν ἴδιον γίνεται.
那么,诗人将河流称为“天降之水”(diipeteis),不仅指急流,而是共同指所有的河流,因为它们都是由雨水充满的;但共同的称呼在最杰出的事物上会变成特有的称呼。
ἄλλως γὰρ ἂν τὸν χειμάρρουν ἀκούοι τις διιπετῆ καὶ ἄλλως τὸν ἀέναον· ἐνταῦθα δὲ διπλασιάζει πως ἡ ἐξοχή.
因为听到急流被称为“天降之水”与听到常流被称为此名是不同的;而在这里,这种杰出性在某种程度上加倍了。
καὶ καθάπερ εἰσί τινες ὑπερβολαὶ ἐπὶ ὑπερβολαῖς, ὡς τὸ κουφότερον εἶναι φελλοῦ σκιᾶς, δειλότερον δὲ λαγὼ Φρυγός, ἐλάττω δʼ ἔχειν γῆν τὸν ἀγρὸν ἐπιστολῆς Λακωνικῆς· οὕτως ἐξοχὴ ἐπὶ ἐξοχῇ συντρέχει ἐπὶ τοῦ διιπετῆ τὸν Νεῖλον λέγεσθαι.
正如在夸张之上还有夸张一样,比如比软木的影子还轻、比弗里吉亚的野兔还胆小、或者封地比拉科尼亚的亲信便函还小;同样,在尼罗河被称为“天降之水”的事情上,杰出之上又叠加了杰出。
ὁ μὲν γὰρ χειμάρρους ὑπερβέβληται τοὺς ἄλλους ποταμοὺς τῷ διιπετὴς εἶναι· ὁ δὲ Νεῖλος καὶ τοὺς χειμάρρους ἐπὶ τοσοῦτον πληρούμενος καὶ πλήθους καὶ χρόνου.
因为急流在作为“天降之水”这一点上已经超越了其他河流,而尼罗河在流量和时间上都极大地超越了急流而盈满。
ὥστʼ ἐπεὶ καὶ γνώριμον ἦν τὸ πάθος τοῦ ποταμοῦ τῷ ποιητῇ, ὡς παραμεμυθήμεθα, καὶ κέχρηται τῷ ἐπιθέτῳ τούτῳ κατʼ αὐτοῦ, οὐκ ἄλλως δεκτέον ἢ ὡς εἰρήκαμεν.
因此,既然这条河的这一特征对诗人来说是熟知的(如我们所论证的那样),并且他已对其使用了这一形容语,我们就不能以其他方式理解,而只能如我们所说的那样。
τὸ δὲ πλείοσι στόμασιν ἐκδιδόναι κοινὸν καὶ πλειόνων, ὥστʼ οὐκ ἄξιον μνήμης ὑπέλαβε, καὶ ταῦτα πρὸς εἰδότας· καθάπερ οὐδʼ Ἀλκαῖος, καίτοι φήσας ἀφῖχθαι καὶ αὐτὸς εἰς Αἴγυπτον.
至于它通过多个口流出,这也是许多河流共有的特征,因此他认为不值得提及,更何况是对那些已经知道的人;正如阿尔卡伊奥斯一样,尽管他自己也说曾到达过埃及,但也没有提及。
αἱ δὲ προσχώσεις καὶ ἐκ τῶν ἀναβάσεων μὲν δύνανται ὑπονοεῖσθαι καὶ ἐξ ὧν δὲ εἶπε περὶ τῆς Φάρου.
而沙洲淤积不仅可以从泛滥中推测出来,也可以从他关于法罗斯所说的话中推测出来。
ὁ γὰρ ἱστορῶν αὐτῷ περὶ τῆς Φάρου, μᾶλλον δὲ ἡ κοινὴ φήμη, διότι μὲν τότε τοσοῦτον ἀπεῖχεν ἀπὸ τῆς ἠπείρου ὅσον φησί, δρόμον νεὼς ἡμερήσιον, οὐκ ἂν εἴη διατεθρυλημένη ἐπὶ τοσοῦτον ἐψευσμένως.
因为向他报告关于法罗斯岛的人,或者说共同的传闻,关于当时它距离大陆有如他所说的那样远(即船只一日的航程),应该不至于传播了如此广泛的谎言。
ὅτι δʼ ἡ ἀνάβασις καὶ αἱ προσχώσεις τοιαῦταί τινες, κοινότερον πεπύσθαι εἰκὸς ἦν·
但泛滥和淤积是此类性质的事,本应该被更广泛地知晓。
ἐξ ὧν συνθεὶς ὁ ποιητὴς ὅτι πλέον ἢ τότε ἀφειστήκει τῆς γῆς ἡ νῆσος κατὰ τὴν Μενελάου παρουσίαν, προσέθηκε παρʼ ἑαυτοῦ πολλαπλάσιον διάστημα τοῦ μυθώδους χάριν.
诗人在综合了这些信息后,推测出在梅内拉奥斯逗留期间,该岛距离陆地比当时更远,于是为了神话效果,他自己加上了许多倍的距离。
αἱ δὲ μυθοποιίαι οὐκ ἀγνοίας σημεῖον δήπου· οὐδὲ τὰ περὶ τοῦ Πρωτέως καὶ τῶν Πυγμαίων, οὐδʼ αἱ τῶν φαρμάκων δυνάμεις, οὐδʼ εἴ τι ἄλλο τοιοῦτον οἱ ποιηταὶ πλάττουσιν· οὐ γὰρ κατʼ ἄγνοιαν τῶν τοπικῶν λέγεται, ἀλλʼ ἡδονῆς καὶ τέρψεως χάριν.
毫无疑问,创作神话并不是无知的证据;关于普罗特乌斯和俾格米人的故事,以及药物的功效,或者诗人们虚构的其他此类事物,皆是如此;因为这些并非出于对地理的无知而说,而是为了乐趣和愉悦。
πῶς οὖν καὶ ἄνυδρον οὖσαν φησὶν ὕδωρ ἔχειν;
那么,他怎么又说这本来无水的岛屿有水呢?
ἐν δὲ λιμὴν εὔορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας ἐς πόντον βάλλουσιν ἀφυσσάμενοι μέλαν ὕδωρ. ἀλλʼ οὔτε τὸ ὑδρεῖον ἐκλιπεῖν ἀδύνατον οὔτε τὴν ὑδρείαν ἐκ τῆς νήσου γενέσθαι φησίν, ἀλλὰ τὴν ἀναγωγὴν μόνην διὰ τὴν τοῦ λιμένος ἀρετήν, τὸ δʼ ὕδωρ ἐκ τῆς περαίας ἀρύσασθαι παρῆν, ἐξομολογουμένου πως τοῦ ποιητοῦ διʼ ἐμφάσεως, ὅτι πελαγίαν εἶπεν οὐ πρὸς ἀλήθειαν ἀλλὰ πρὸς ὑπερβολὴν καὶ μυθοποιίαν.
“其中有一处便于停泊的港口,人们在此汲取深色的水,然后将匀称的船只驶入大海。”但是,汲水处干涸并非不可能,他也没有说汲水是在岛上进行的,而只是因为港口的优良而从那里“起航”,而水则是可以从对岸汲取的,这正是诗人通过暗示在某种程度上承认了,他称其为“海洋中的”并非基于事实,而是出于夸张和神话创作。