§1.2.32εἰ δʼ οὖν καὶ σύρρουν ποτὲ ὑπάρξαντα τὸν ἰσθμὸν τοῦτον ὁ ποιητὴς ἱστορήκει, πόσῳ μείζονα ἂν ἔχοιμεν πίστιν τοῦ τοὺς Αἰθίοπας διχθὰ διῃρῆσθαι, πορθμῷ τηλικούτῳ διειργομένους;
退一步说,即使诗人确实记载过这条地峡曾经是通航的水道,我们又怎能因此更加相信,被如此巨大的海峡所阻隔的埃塞俄比亚人被分成了两部分呢?
τίς δὲ καὶ χρηματισμὸς παρὰ τῶν ἔξω καὶ κατὰ τὸν ὠκεανὸν Αἰθιόπων;
此外,从那些居住在大洋沿岸的外界埃塞俄比亚人那里,又能获得什么财富呢?
ἅμα μὲν γὰρ θαυμάζουσι τοῦ κόσμου τῶν βασιλείων οἱ περὶ Τηλέμαχον τὸ πλῆθος ὅ ἐστι
χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.
因为一方面,忒勒马科斯一行人对宫殿装饰的丰裕感到惊叹,那是 “黄金、琥珀、白银和象牙”。
τούτων δʼ οὐδενὸς πλὴν ἐλέφαντος εὐπορία παρʼ ἐκείνοις ἐστίν, ἀπορωτάτοις τῶν ἁπάντων οὖσι τοῖς πλείστοις καὶ νομάσι.
但在这些人中,除了象牙之外,并没有这些东西的富余,因为他们大多数人是所有人中最贫困的游牧者。
νὴ Δία, ἀλλʼ ἡ Ἀραβία προσῆν καὶ τὰ μέχρι τῆς Ἰνδικῆς·
确实,有人会说,阿拉伯以及一直到印度的地区不是紧邻着的吗?
τούτων δʼ ἡ μὲν εὐδαίμων κέκληται μόνη τῶν ἁπασῶν, τὴν δέ, εἰ καὶ μὴ ὀνομαστὶ καλοῦσιν, οὕτως ὑπολαμβάνουσί γε καὶ ἱστοροῦσιν ὡς εὐδαιμονεστάτην.
但在这些地区中,唯有前者被称为“福地(幸福的)”,而后者,即使人们不指名道姓地称呼它,也确实认为并将其记载为最富庶幸福的地方。
τὴν μὲν οὖν Ἰνδικὴν οὐκ οἶδεν Ὅμηρος (εἰδὼς δὲ ἐμέμνητο ἄν), τὴν δʼ Ἀραβίαν, ἣν εὐδαίμονα προσαγορεύουσιν οἱ νῦν, τότε δʼ οὐκ ἦν πλουσία, ἀλλὰ καὶ αὐτὴ ἄπορος καὶ ἡ πολλὴ αὐτῆς σκηνιτῶν ἀνδρῶν· ὀλίγη δʼ ἡ ἀρωματοφόρος, διʼ ἣν καὶ τοῦτο τοὔνομα εὕρετο ἡ χώρα διὰ τὸ καὶ τὸν φόρτον εἶναι τὸν τοιοῦτον ἐν τοῖς παρʼ ἡμῖν σπάνιον καὶ τίμιον.
因此,荷马并不了解印度(如果他知道,他一定会提及);而如今被人们称为“福地”的阿拉伯,在当时并不富裕,其自身也是贫困的,且大部分由居住在帐篷里的游牧民所占据;只有一小部分土地产出香料,也正是因为这种货物在我们的地方稀少且昂贵,该地区才获得了这个名字。
νυνὶ μὲν οὖν εὐποροῦσι καὶ πλουτοῦσι διὰ τὸ καὶ τὴν ἐμπορίαν εἶναι πυκνὴν καὶ δαψιλῆ, τότε δʼ οὐκ εἰκός.
因此,如今他们确实因为贸易频繁且丰盛而富裕,但在当时这并非可能。
αὐτῶν δὲ χάριν τῶν ἀρωμάτων ἐμπόρῳ μὲν καὶ καμηλίτῃ γένοιτʼ ἄν τις ἐκ τῶν τοιούτων φορτίων εὐπορία· Μενελάῳ δὲ λαφύρων ἢ δωρεῶν ἔδει παρὰ βασιλέων καὶ δυναστῶν, ἐχόντων τε ἃ δώσουσι καὶ βουλομένων διὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ εὔκλειαν.
单凭这些香料,商人和骆驼夫或许能从这类货物中获得财富;但梅内拉奥斯所需要的是来自国王和统治者的战利品或礼物,这些统治者既拥有可赠送之物,又因他的名望和显赫声誉而乐意馈赠。
οἱ μὲν οὖν Αἰγύπτιοι καὶ οἱ πλησίον Αἰθίοπες καὶ Ἄραβες οὔθʼ οὕτω τελέως ἄβιοι οὔτʼ ἀνήκοοι τῆς τῶν Ἀτρειδῶν δόξης, καὶ μάλιστα διὰ τὴν κατόρθωσιν τοῦ Ἰλιακοῦ πολέμου, ὥστʼ ἐλπὶς ἦν τῆς ἐξ αὐτῶν ὠφελείας· καθάπερ ἐπὶ τοῦ θώρακος τοῦ Ἀγαμέμνονος λέγεται
τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήιον εἶναι· πεύθετο γὰρ Κύπρονδε μέγα κλέος.
因此,埃及人以及邻近的埃塞俄比亚人和阿拉伯人,既非如此完全地缺乏生计,也非没有听说过阿特雷斯家族的显赫名声(尤其是因为特洛伊战争的胜利),因此有希望从他们那里获得好处;正如关于阿伽门农的胸甲所说的那样: “这是昔日基努拉斯送给他的客礼;因为伟大的名声已经传到了塞浦路斯。
καὶ δὴ καὶ τὸν πλείω χρόνον τῆς πλάνης λεκτέον μὲν ἐν τοῖς κατὰ Φοινίκην καὶ Συρίαν καὶ Αἴγυπτον καὶ Λιβύην γενέσθαι καὶ τὰ περὶ Κύπρον χωρία καὶ ὅλως τὴν καθʼ ἡμᾶς παραλίαν καὶ τὰς νήσους· καὶ γὰρ ξένια παρὰ τούτοις καὶ τὸ βίᾳ καὶ τὸ ἐκ λεηλασίας πορίσασθαι, καὶ μάλιστα παρὰ τῶν συμμαχησάντων τοῖς Τρωσίν, ἐντεῦθεν ἦν.
” 事实上,应该说他漫游的大部分时间是在腓尼基、叙利亚、埃及、利比亚以及塞浦路斯周边地区,总之是在我们的沿海(地中海沿岸)和岛屿度过的;因为在这些人中间可以获得客礼,而且强行夺取或通过掠夺获取物资的手段——特别是从那些曾作为特洛伊人盟友参战的人那里——也正是从这些地方获得的。
οἱ δʼ ἐκτὸς καὶ πόρρω βάρβαροι οὐδεμίαν τοιαύτην ὑπηγόρευον ἐλπίδα.
相反,外界和遥远的野蛮人则没有提供任何这样的希望。
εἰς οὖν τὴν Αἰθιοπίαν ἀφῖχθαι λέγεται ὁ Μενέλαος, οὐχ ὅτι μέχρι τῶν ὅρων τῶν πρὸς Αἰγύπτῳ.
因此,梅内拉奥斯被说成到达了埃塞俄比亚,并非指他深入其腹地,而是指他到达了与埃及接壤的边界。
τάχα μὲν γὰρ καὶ πλησιαίτεροι ἦσαν ταῖς Θήβαις οἱ τότε ὅροι, ἀλλὰ καὶ οἱ νῦν πλησίον εἰσίν, οἱ κατὰ Συήνην καὶ τὰς Φίλας· ὧν ἡ μὲν τῆς Αἰγύπτου ἐστίν, αἱ δὲ Φίλαι κοινὴ κατοικία τῶν Αἰθιόπων καὶ τῶν Αἰγυπτίων.
因为或许当时的边界离底比斯更近,但如今的边界也很近,即在塞涅和菲莱一带;其中前者属于埃及,而菲莱则是埃塞俄比亚人和埃及人的共同定居地。
ὁ οὖν εἰς Θήβας ἀφιγμένος εἰ καὶ μέχρι τῶν ὅρων ἀφῖκτο ἢ καὶ περαιτέρω τῶν Αἰθιόπων, καὶ ταῦτα τῇ βασιλικῇ ξενίᾳ χρώμενος, οὐδὲν ἄλογον.
因此,来到底比斯的人,即使在享受皇家款待的同时,到达了边界或甚至稍稍进入了埃塞俄比亚人的领土,也完全没有任何不合理之处。
οὕτω δὲ καὶ Κυκλώπων εἰς γαῖαν ἀφῖχθαί φησιν ὁ Ὀδυσσεύς, μέχρι τοῦ σπηλαίου προεληλυθὼς ἀπὸ θαλάττης· ἐπʼ ἐσχατιᾶς γὰρ ἱδρῦσθαί που λέγει.
同样,奥德修斯也说他到达了独眼巨人的土地,而他实际上只是从海边走到洞穴而已;因为他在某处说过,洞穴大约建在土地的边缘。
καὶ εἰς Αἰολίαν δὲ καὶ Λαιστρυγόνας καὶ τοὺς ἄλλους, ὅπου ποτὲ καὶ καθωρμίσατο, ἐκεῖσέ φησιν ἀφῖχθαι.
而且对于埃奥利亚、莱斯特律戈涅斯以及其他地方,只要是他曾停泊过的地方,他都说自己到达了那里。
καὶ ὁ Μενέλαος οὖν οὕτως εἰς Αἰθιοπίαν ἧκεν, οὕτω δὲ καὶ εἰς Λιβύην, ὅτι προσέσχε τόποις τισίν· ἀφʼ οὗ καὶ ὁ κατὰ τὴν Ἀρδανίαν λιμὴν τὴν ὑπὲρ Παραιτονίου Μενέλαος καλεῖται.
因此,梅内拉奥斯也是这样来到埃塞俄比亚的,也是这样来到利比亚的,因为他曾停留在某些地方;正因如此,位于帕赖托尼乌姆上方、沿着阿尔达尼亚的港口才被称为“梅内拉奥斯港”。