§1.2.28μηνύει δὲ καὶ Ἔφορος τὴν παλαιὰν περὶ τῆς Αἰθιοπίας δόξαν, ὅς φησιν ἐν τῷ περὶ τῆς Εὐρώπης λόγῳ, τῶν περὶ τὸν οὐρανὸν καὶ τὴν γῆν τόπων εἰς τέτταρα μέρη διῃρημένων, τὸ πρὸς τὸν ἀπηλιώτην Ἰνδοὺς ἔχειν, πρὸς νότον δὲ Αἰθίοπας, πρὸς δύσιν δὲ Κελτούς, πρὸς δὲ βορρᾶν ἄνεμον Σκύθας.
埃福罗斯也指出了关于埃塞俄比亚的古老观点,他在《欧洲论》中说,当天空和大地有关的区域被划分为四个部分时,东部属于印度人,南部属于埃塞俄比亚人,西部属于凯尔特人,北风方向(北部)属于斯基泰人。
προστίθησι δʼ ὅτι μείζων ἡ Αἰθιοπία καὶ ἡ Σκυθία· δοκεῖ γάρ, φησί, τὸ τῶν Αἰθιόπων ἔθνος παρατείνειν ἀπʼ ἀνατολῶν χειμερινῶν μέχρι δυσμῶν, ἡ Σκυθία δʼ ἀντίκειται τούτῳ.
他还补充说,埃塞俄比亚和斯基泰的面积更大;因为他说,埃塞俄比亚人的民族似乎从冬至日出(东南)一直延伸到日落,而斯基泰则与之相对。
ὅτι δʼ ὁ ποιητὴς ὁμόλογος τούτοις, καὶ ἐκ τῶνδε δῆλον ὅτι ἡ μὲν Ἰθάκη κεῖται
πρὸς ζόφον
(ὅπερ ἐστὶ πρὸς ἄρκτον),
αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε.
而诗人(荷马)与这些观点一致,从以下这点也显而易见:即伊萨卡坐落在“暗淡之方”(即北方),“而其余岛屿则偏离,朝向黎明与太阳的方向”。
ὅλον τὸ νότιον πλευρὸν οὕτω λέγων.
他以此方式指代整个南部的一侧。
καὶ ἔτι, ὅταν φῇ· εἴτʼ ἐπὶ δέξιʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.
还有,当他说道:“无论它们向右去往黎明与太阳之方,还是向左去往多雾的暗淡之所。
καὶ πάλιν
ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος, οὐδʼ ὅπῃ ἠώς, οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, οὐδʼ ὅπῃ ἀννεῖται.
”以及:“朋友们,因为我们既不知道黑暗在何处,也不知道黎明在何处,更不知道给凡人带来光明的太阳从何处入地,又从何处升起。
περὶ ὧν λέγεται καὶ ἐν τοῖς περὶ τῆς Ἰθάκης λόγοις σαφέστερον.
”关于这些问题,在讨论伊萨卡的篇章中已有更清晰的阐述。
ὅταν οὖν φῇ
Ζεὺς γὰρ ἐς ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη,
κοινότερον δεκτέον καὶ τὸν ὠκεανὸν τὸν καθʼ ὅλον τὸ μεσημβρινὸν κλίμα τεταμένον καὶ τοὺς Αἰθίοπας· ᾧ γὰρ ἂν τόπῳ τοῦδε τοῦ κλίματος προσβάλῃς τὴν διάνοιαν, καὶ ἐπὶ τῷ ὠκεανῷ ἔσῃ καὶ ἐπὶ τῇ Αἰθιοπίᾳ.
因此,当他说“因为宙斯昨日前往大洋,去往无可指责的埃塞俄比亚人那里”时,我们应当在更广泛的意义上理解那延伸在整个南部纬度的大洋以及埃塞俄比亚人;因为无论你将注意力投向这一维度的哪一个地方,你都既是在大洋之上,也是在埃塞俄比亚。
οὕτω δὲ λέγει καὶ τὸ
τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν,
ἴσον τῷ ἀπὸ μεσημβρινῶν τόπων, Σολύμους λέγων οὐ τοὺς ἐν τῇ Πισιδίᾳ, ἀλλʼ ὡς ἔφην πρότερον πλάσαι τινὰς ὁμωνύμους, τοὺς ἀναλόγως ἔχοντας πρός τε τὸν πλέοντα ἐν τῇ σχεδίᾳ καὶ τοὺς ἐκεῖ μεσημβρινούς, ὡς ἂν Αἰθίοπας, ὡς οἱ Πισιδικοὶ πρός τε τὸν Πόντον καὶ τοὺς ὑπὲρ τῆς Αἰγύπτου Αἰθίοπας.
他同样也这样说:“正从埃塞俄比亚人那里回来的他,被远在索吕莫伊山脉的人看见了”,这等同于“来自南部地区”;他所指的索吕莫伊人并非皮西迪亚的那批人,而是如我之前所说,是虚构的同名之人,他们对于在木筏上航行的人(奥德修斯)及那里的南部居民(可以说是埃塞俄比亚人)所具有的比例关系,正如同皮西迪亚的索吕莫伊人对于庞托斯及埃及彼端的埃塞俄比亚人所具有的关系。
οὕτω δὲ καὶ τὸν περὶ τῶν γεράνων λόγον κοινὸν ποιούμενός φησιν
αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον, κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων, ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι.
同样地,他也将关于鹤的说法普适化而说道:“当它们逃离了冬季和无法估量的豪雨,便伴着鸣叫飞往大洋之流,给俾格米人带来杀戮与死亡。
οὐ γὰρ ἐν μὲν τοῖς κατὰ τὴν Ἑλλάδα τόποις ὁρᾶται φερομένη ἡ γέρανος ἐπὶ τὴν μεσημβρίαν, ἐν δὲ τοῖς κατὰ τὴν Ἰταλίαν ἢ Ἰβηρίαν οὐδαμῶς ἢ τοῖς κατὰ τὴν Κασπίαν καὶ Βακτριανήν.
”因为并非只有在希腊地区才能看到鹤飞往南部,而在意大利、伊比利亚地区,或者里海及巴克特里亚地区就完全看不到。
κατὰ πᾶσαν οὖν τὴν μεσημβρινὴν παραλίαν τοῦ ὠκεανοῦ παρατείνοντος, ἐφʼ ἅπασαν δὲ καὶ χειμοφυγούντων, δέχεσθαι δεῖ καὶ τοὺς Πυγμαίους μεμυθευμένους κατὰ πᾶσαν.
因此,既然大洋沿着整个南部海岸延伸,而它们也向这整片地区逃避冬季,我们便应当理解传说中的俾格米人也分布在整片地区。
εἰ δʼ οἱ ὕστερον τοὺς Αἰθίοπας ἐπὶ τοὺς κατʼ Αἴγυπτον μόνους μετήγαγον καὶ τὸν περὶ τῶν Πυγμαίων λόγον, οὐδὲν ἂν εἴη πρὸς τὰ πάλαι.
如果后世的人将埃塞俄比亚人以及关于俾格米人的故事仅局限于埃及附近的人,这与古代的情况毫无关系。
καὶ γὰρ Ἀχαιοὺς καὶ Ἀργείους οὐ πάντας μὲν νῦν φαμεν τοὺς στρατεύσαντας ἐπὶ Ἴλιον, Ὅμηρος δὲ καλεῖ πάντας.
因为实际上,我们现在并不把所有远征伊利翁的人都称为“阿开亚人”和“阿耳戈斯人”,但荷马却把他们全部这样称呼。
παραπλήσιον δέ ἐστιν ὃ λέγω καὶ περὶ τῶν δίχα διῃρημένων Αἰθιόπων, ὅτι δεῖ δέχεσθαι τοὺς παρʼ ὅλην διατείνοντας τὴν ὠκεανῖτιν ἀφʼ ἡλίου ἀνιόντος μέχρι ἡλίου δυομένου.
我所说的关于“分居两地”的埃塞俄比亚人也是类似的,即我们应当理解为他们是沿着整个大洋,从日出之处一直延伸到日落之处的人们。
οἱ γὰρ οὕτω λεγόμενοι Αἰθίοπες δίχα διῄρηνται φυσικῶς τῷ Ἀραβίῳ κόλπῳ, ὡς ἂν μεσημβρινοῦ κύκλου τμήματι ἀξιολόγῳ, ποταμοῦ δίκην ἐν μήκει σχεδόν τι καὶ πεντακισχιλίων σταδίων ἐπὶ τοῖς μυρίοις, πλάτει δʼ οὐ πολὺ τῶν χιλίων μείζονι τῷ μεγίστῳ· πρόσεστι δὲ τῷ μήκει καὶ τὸ τὸν μυχὸν τοῦδε τοῦ κόλπου διέχειν τῆς κατὰ Πηλούσιον θαλάττης τριῶν ἢ τεττάρων ἡμερῶν, ἣν ἐπέχει ὁ ἰσθμός.
因为这些被称为埃塞俄比亚人的人,自然地被阿拉伯湾一分为二,这海湾就如同一条河流,长度差不多有一万五千斯塔迪亚,宽度在最宽处也不比一千斯塔迪亚大多少,仿佛子午线圈的一段显著部分;并且除了其长度之外,还有这一海湾最内深处距离佩卢西翁附近的海洋有三四天的路程,而这一空间正由地峡所占据。
καθάπερ οὖν οἱ χαριέστεροι τῶν διαιρούντων τὴν Ἀσίαν ἀπὸ τῆς Λιβύης ὅρον εὐφυέστερον ἡγοῦνται τοῦτον τῶν ἠπείρων ἀμφοῖν τὸν κόλπον ἢ τὸν Νεῖλον· τὸν μὲν γὰρ διήκειν παρʼ ὀλίγον παντελῶς ἀπὸ θαλάττης ἐπὶ θάλατταν, τὸν δὲ Νεῖλον πολλαπλάσιον ἀπὸ τοῦ ὠκεανοῦ διέχειν, ὥστε μὴ διαιρεῖν τὴν Ἀσίαν πᾶσαν ἀπὸ τῆς Λιβύης· τοῦτον ὑπολαμβάνω τὸν τρόπον κἀγὼ τὰ μεσημβρινὰ μέρη πάντα καθʼ ὅλην τὴν οἰκουμένην δίχα διῃρῆσθαι νομίσαι τὸν ποιητὴν τῷ κόλπῳ τούτῳ.
因此,正如同在划分亚洲与利比亚的人中,那些较为明智的人认为这一海湾比尼罗河是这两个大陆更自然的边界;因为前者几乎完全从一海延伸到另一海,而尼罗河距离大洋的距离要远上许多倍,因而无法将整个亚洲与利比亚分开;我认为,诗人也是以这种方式,认为整个居住世界的全部南部地区都被这一海湾一分为二。
πῶς οὖν ἠγνόει τὸν ἰσθμόν, ὃν οὗτος ποιεῖ πρὸς τὸ Αἰγύπτιον πέλαγος;
那么,他(荷马)又怎会不知道那由他自己延伸至埃及海的地峡呢?