Humanitext Reader

斯特拉波 · 地理学 §1.2.25

评阿里斯塔科斯与尼罗河对埃塞俄比亚的分割

第 22 段,共 577 段 · 希腊语

内容简介

斯特拉波赞扬阿里斯塔科斯排斥了克拉特斯的假说而诉诸现实的埃塞俄比亚,但也批评他在文本异读上纠缠不休,并论证了埃及和埃塞俄比亚在地理上确实被尼罗河一分为二(东与西)的事实。

§1.2.25πρὸς μὲν οὖν Κράτητα μακροῦ λόγου δεῖ καὶ ἴσως οὐδὲν ὄντος πρὸς τὰ νῦν.
至于克拉特斯,需要长篇大论来反驳他,而这也许对目前的目的并无用处。
Ἀριστάρχου δὲ τοῦτο μὲν ἐπαινῶμεν, διότι τὴν Κρατήτειον ἀφεὶς ὑπόθεσιν δεχομένην πολλὰς ἐνστάσεις περὶ τῆς καθʼ ἡμᾶς Αἰθιοπίας ὑπονοεῖ γεγονέναι τὸν λόγον· τὰ δʼ ἄλλα ἐπισκοπῶμεν.
但对于阿里斯塔科斯,一方面让我们赞扬他,因为他放弃了会招致诸多反驳的克拉特斯假说,而认为这番论述是关于我们这一侧的埃塞俄比亚;但另一方面让我们来审视其其余的观点。
καὶ πρῶτον ὅτι καὶ αὐτὸς μικρολογεῖται μάτην περὶ τῆς γραφῆς.
首先,他自己也在文本写法上徒然地斤斤计较。
καὶ γὰρ ἂν ἑκατέρως γράφηται, δύναται ἐφαρμόττειν τοῖς νοήμασιν αὐτοῦ.
因为无论是哪种写法,都能够符合诗人的意图。
τί γὰρ διαφέρει λέγειν ἢ οὕτως δύο εἰσὶ καθʼ ἡμᾶς Αἰθίοπες, οἱ μὲν πρὸς ἀνατολὰς οἱ δὲ πρὸς δύσεις, ἢ οὕτως καὶ γὰρ πρὸς ἀνατολὰς καὶ πρὸς δύσεις;
因为,说“我们这一侧有两个埃塞俄比亚人(群体),一处在东,一处在西”,与说“因为他们既在东也在西”,有什么区别呢?
ἔπειθʼ ὅτι ψευδοῦς προΐσταται δόγματος.
其次,他支持了一个错误的学说。
φέρε γὰρ τὸν ποιητὴν ἀγνοεῖν μὲν τὸν ἰσθμόν, τῆς δὲ κατʼ Αἴγυπτον Αἰθιοπίας μεμνῆσθαι ὅταν φῇ Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται.
因为假设诗人的确不知道地峡,但在他说: “埃塞俄比亚人,他们分居两地” 时,他想到的是埃及附近的埃塞俄比亚。
πῶς οὖν;
那么如何呢?
οὐ διχθὰ δεδαίαται οὕτως, ἀλλʼ ἀγνοῶν οὕτως εἴρηκεν ὁ ποιητής;
难道他们没有这样被一分为二,而是诗人因无知才这样说的吗?
πότερʼ οὐδʼ ἡ Αἴγυπτος, οὐδʼ οἱ Αἰγύπτιοι ἀπὸ τοῦ Δέλτα ἀρξάμενοι μέχρι πρὸς Συήνην ὑπὸ τοῦ Νείλου δίχα διῄρηνται οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δʼ ἀνιόντος;
难道不是连埃及自身,以及从三角洲开始一直延伸到塞恩的埃及人,也都被尼罗河一分为二,以至于 “一处在许佩里翁落下之处,一处在升起之处”吗?
τί δʼ ἄλλο ἡ Αἴγυπτός ἐστι πλὴν ἡ ποταμία, ἣν ἐπικλύζει τὸ ὕδωρ;
除了被水淹没的河滨地区之外,埃及还能是什么呢?
αὕτη δʼ ἐφʼ ἑκάτερα τοῦ ποταμοῦ κεῖται πρὸς ἀνατολὴν καὶ δύσιν.
而这片土地位于河流的两侧,即东面和西面。
ἀλλὰ μὴν ἡ Αἰθιοπία ἐπʼ εὐθείας ἐστὶ τῇ Αἰγύπτῳ καὶ παραπλησίως ἔχει πρός τε τὸν Νεῖλον καὶ τὴν ἄλλην φύσιν τῶν τόπων.
况且,埃塞俄比亚与埃及处于同一直线上,在尼罗河以及这些地方的其他自然特征方面都极为相似。
καὶ γὰρ αὕτη στενή τέ ἐστι καὶ μακρὰ καὶ ἐπίκλυστος.
因为这片土地同样狭窄、漫长且常遭泛滥。
τὰ δʼ ἔξω τῆς ἐπικλύστου ἔρημά τε καὶ ἄνυδρα καὶ σπανίως οἰκεῖσθαι δυνάμενα, τὰ μὲν πρὸς ἕω τὰ δὲ πρὸς δύσιν κεκλιμένα.
而泛滥区之外的地方则是荒凉、无水、极难有人居住的,一侧向东倾斜,另一侧向西。
πῶς οὖν οὐχὶ καὶ δίχα διῄρηται;
既然如此,它又怎能不也是被一分为二呢?
ἢ τοῖς μὲν τὴν Ἀσίαν ἀπὸ τῆς Λιβύης διαιροῦσιν ἀξιόλογον τοῦθʼ ὅριον ἐφάνη ὁ Νεῖλος, μῆκος μὲν ἀνατείνων ἐπὶ τὴν μεσημβρίαν πλειόνων ἢ μυρίων σταδίων, πλάτος δέ, ὥστε καὶ νήσους ἀπολαμβάνειν μυριάνδρους, ὧν μεγίστη ἡ Μερόη τὸ βασίλειον καὶ μητρόπολις τῶν Αἰθιόπων, αὐτὴν δὲ τὴν Αἰθιοπίαν οὐχ ἱκανὸς ἦν διαιρεῖν δίχα;
或者说,对那些将亚细亚与利比亚分开的人而言,尼罗河是一个显赫的边界——它向南延伸的长度超过一万斯塔德,其宽度甚至包围了人口数万的岛屿(其中最大的是美罗埃,即埃塞俄比亚人的王宫所在地和首府)——但它却不足以将埃塞俄比亚自身一分为二吗?
καὶ μὴν οἵ γε ἐπιτιμῶντες τοῖς τὰς ἠπείρους τῷ ποταμῷ διαιροῦσι τῶν ἐγκλημάτων τοῦτο μέγιστον προφέρουσιν αὐτοῖς, ὅτι τὴν Αἴγυπτον καὶ τὴν Αἰθιοπίαν διασπῶσι καὶ ποιοῦσι τὸ μέν τι μέρος ἑκατέρας αὐτῶν Λιβυκόν, τὸ δʼ Ἀσιατικόν· ἢ εἰ μὴ βούλονται τοῦτο, ἢ οὐ διαιροῦσι τὰς ἠπείρους ἢ οὐ τῷ ποταμῷ.
再者,那些指责以河流划分大陆之说的人,对他们提出了最大的一项指责:即他们割裂了埃及和埃塞俄比亚,使两国的某一部分属于利比亚,另一部分属于亚细亚;或者,如果他们不愿如此,他们就必须要么不划分大陆,要么不以河流来划分。

词汇与语法注释

  1. p.41πρὸς μὲν οὖν Κράτητα μακροῦ λόγου δεῖ καὶ ἴσως οὐδὲν ὄντος πρὸς τὰ νῦν. — 无人称动词 δεῖ(需要)支配属格名词短语 μακροῦ λόγου。随后的分词 ὄντος 并非独立属格,而是作为修饰该属格名词 λόγου 的叙述性分词。
  2. p.41φέρε γὰρ τὸν ποιητὴν ἀγνοεῖν μὲν τὸν ἰσθμόν — 命令法 φέρε(且看、假设)在此用作引入性的劝诱小词,引导对格与不定式结构(τὸν ποιητὴν ἀγνοεῖν)以提出一个假设。
  3. p.42ἢ τοῖς μὲν τὴν Ἀσίαν ἀπὸ τῆς Λιβύης διαιροῦσιν ἀξιόλογον τοῦθʼ ὅριον ἐφάνη ὁ Νεῖλος — 句首的连接词 ἢ 引导一个与前一疑问句(πῶς οὐχὶ ...)呼应的选择性直接疑问句(“或者说……吗?”)。现在分词与格复数 τοῖς ... διαιροῦσιν 作判断与格(“在划分……的人看来”)。

引用这一段

斯特拉波, 地理学 §1.2.25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.2.25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。