§1.2.21εἰσὶ δέ τινες οἵ φασιν εἶναι δύο τοὺς κυριωτάτους ἀνέμους βορέαν καὶ νότον, τοὺς δὲ ἄλλους κατὰ μικρὰν ἔγκλισιν διαφέρειν, τὸν μὲν ἀπὸ θερινῶν ἀνατολῶν εὖρον χειμερινῶν δὲ ἀπηλιώτην, δύσεων δὲ θερινῶν μὲν ζέφυρον χειμερινῶν δὲ ἀργέστην.
但是有些人说,最主要的风只有两个,即北风和南风,而其他的风只是由于微小的倾角而有所不同:将夏至日出方向吹来的风称为东风,冬至日出方向吹来的称为偏东风;在日落方向,将夏至日落方向吹来的称为西风,冬至日落方向吹来的称为西北西风。
τοῦ δὲ δύο εἶναι τοὺς ἀνέμους ποιοῦνται μάρτυρας Θρασυάλκην τε καὶ τὸν ποιητὴν αὐτὸν τῷ τὸν μὲν ἀργέστην τῷ νότῳ προσνέμειν
ἀργεστᾶο Νότοιο,
τὸν δὲ ζέφυρον τῷ βορέᾳ
βορέης καὶ ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον.
为了证明风只有两个,他们引用了色拉西阿尔克斯和诗人自己作为证人,因为诗人将西北西风归于南风: “扫晴的南风” 而将西风归于北风: “北风和西风,这两个风从色雷斯吹来”。
φησὶ δὲ Ποσειδώνιος μηδένα οὕτως παραδεδωκέναι τοὺς ἀνέμους τῶν γνωρίμων περὶ ταῦτα, οἷον Ἀριστοτέλη Τιμοσθένη Βίωνα τὸν ἀστρολόγον· ἀλλὰ τὸν μὲν ἀπὸ θερινῶν ἀνατολῶν καικίαν, τὸν δὲ τούτῳ κατὰ διάμετρον ἐναντίον λίβα ἀπὸ δύσεως ὄντα χειμερινῆς· πάλιν δὲ τὸν μὲν ἀπὸ χειμερινῆς ἀνατολῆς εὖρον, τὸν δʼ ἐναντίον ἀργέστην· τοὺς δὲ μέσους ἀπηλιώτην καὶ ζέφυρον.
但是波塞多尼乌斯说,在这些方面著名的人,如亚里士多德、蒂莫斯梯尼和天文学者比翁,没有一个人是以这种方式传授风向的;相反,他们把夏至日出吹来的风称为凯基亚斯,而把与其对角线相对的、冬至日落吹来的风(即利普斯)视为从冬至日落方向吹来的风;又把冬至日出吹来的风称为东风,相反方向的称为西北西风;而处于中间的称为偏东风和西风。
τὸν δὲ ποιητὴν δυσαῆ μὲν ζέφυρον λέγειν τὸν ὑφʼ ἡμῶν καλούμενον ἀργέστην, λίγα δὲ πνέοντα ζέφυρον τὸν ὑφʼ ἡμῶν ζέφυρον, ἀργέστην δὲ νότον τὸν λευκόνοτον· οὗτος γὰρ ὀλίγα τὰ νέφη ποιεῖ, τοῦ λοιποῦ νότου ὀλεροῦ πως ὄντος.
他还说,诗人所说的“猛烈吹拂的西风”是指我们所说的西北西风,而“微风吹拂的西风”是指我们所说的西风,而“扫晴南风”则是指白南风;因为后者很少产生云雾,而其余的南风则多少有些浑浊。
ὡς ὁπότε ζέφυρος νέφεα στυφελίξῃ, ἀργεστᾶο νότοιο βαθείῃ λαίλαπι τύπτων.
“正如西风冲散清道夫南风的云雾,以狂风猛烈击打。
τὸν γὰρ δυσαῆ ζέφυρον νῦν λέγει, ὃς εἴωθε διασκιδνάναι τὰ ὑπὸ τοῦ λευκονότου συναγόμενα ἀσθενῆ ὄντα, ἐπιθέτως τοῦ νότου νῦν ἀργέστου λεγομένου.
” 因为他现在指的是猛烈吹拂的西风,它习惯于驱散由白南风聚集起来的、尚且微弱的云雾,此处南风是被形容词性地称为“扫晴”。
ταῦτα μὲν δὴ ἐν ἀρχῇ τοῦ πρώτου τῶν γεωγραφικῶν εἰρημένα τοιαύτην τινὰ τὴν ἐπανόρθωσιν ἔχει.
这些在《地理学》第一册开头所说的事情,便得到了这样一种修正。
§1.2.22Ἐπιμένων δὲ τοῖς περὶ Ὁμήρου ψευδῶς ὑποληφθεῖσι καὶ ταῦτά φησιν, ὅτι οὐδὲ τὰ τοῦ Νείλου στόματα οἶδε πλείω ὄντα οὐδʼ αὐτὸ τοὔνομα, Ἡσίοδος δὲ οἶδε·
他坚持关于荷马的错误假定,还说了这样的话:荷马甚至不知道尼罗河有多个河口,也不知道这个名字本身,而赫西俄德却知道,因为他提到了它。
μέμνηται γάρ. τὸ μὲν οὖν ὄνομα εἰκὸς μήπω λέγεσθαι κατʼ αὐτόν·
首先,关于这个名字,在他(荷马)的时代很可能还没有被使用。
τὰ δὲ στόματα εἰ μὲν ἦν ἀφανῆ καὶ ὀλίγοις γνώριμα ὅτι πλείω καὶ οὐχ ἕν, δοίη τις ἂν μὴ πεπύσθαι αὐτόν·
但关于河口,如果它们原本是隐秘的,且只有少数人知道它们不止一个而非单一,那么人们或许可以承认他没有听说过它们。
εἰ δὲ τῶν κατʼ Αἴγυπτον τὸ γνωριμώτατον καὶ παραδοξότατον καὶ μάλιστα πάντων μνήμης ἄξιον καὶ ἱστορίας ὁ ποταμὸς καὶ ἦν καὶ ἐστίν, ὡς δʼ αὕτως αἱ ἀναβάσεις αὐτοῦ καὶ τὰ στόματα, τίς ἂν ἢ τοὺς ἀγγέλλοντας αὐτῷ ποταμὸν Αἴγυπτον καὶ χώραν καὶ Θήβας Αἰγυπτίας καὶ Φάρον ὑπολάβοι μὴ γνωρίζειν ταῦτα, ἢ γνωρίζοντας μὴ λέγειν, πλὴν εἰ μὴ διὰ τὸ γνώριμον;
但是,如果那条河流在埃及的事物中无论是过去还是现在都是最著名、最奇妙、最值得记忆和记载的,其泛滥和河口也是如此,那么,有谁会认为那些向他报告“埃及河”、该土地、埃及底比斯和法罗斯岛的人不知道这些事情,或者即使知道,也只是因为它们太广为人知而不予提及呢?
ἔτι δʼ ἀπιθανώτερον, εἰ τὴν μὲν Αἰθιοπίαν ἔλεγε καὶ Σιδονίους καὶ Ἐρεμβοὺς καὶ τὴν ἔξω θάλατταν καὶ τὸ διχθὰ δεδάσθαι τοὺς Αἰθίοπας, τὰ δʼ ἐγγὺς καὶ γνώριμα μή.
如果他谈到了埃塞俄比亚、西多尼亚人、埃伦比人、外海以及埃塞俄比亚人被分成两部分,却不知道身边且熟知的事物,那就更令人难以置信了。
εἰ δὲ μὴ ἐμνήσθη τούτων, οὐ τοῦτο σημεῖον τοῦ ἀγνοεῖν· οὐδὲ γὰρ τῆς αὐτοῦ πατρίδος ἐμνήσθη οὐδὲ πολλῶν ἄλλων, ἀλλὰ μᾶλλον τὰ λίαν γνώριμα ὄντα φαίη τις ἂν δόξαι μὴ ἄξια μνήμης εἶναι πρὸς τοὺς εἰδότας.
而且,如果他没有提到这些,这并不能作为他无知的证据;因为他也没有提到自己的祖国,以及许多其他事情,相反,人们可能会说,过于广为人知的事物,在那些已经知道的人看来,似乎是不值得提及的。
§1.2.23οὐκ εὖ δὲ οὐδὲ τοῦτο προφέρουσιν αὐτῷ τὸ περὶ τῆς νήσου τῆς Φαρίας, ὅτι φησὶ πελαγίαν, ὡς κατʼ ἄγνοιαν λέγοντι·
他们拿法罗斯岛这件事来指责荷马,因为他说该岛位于公海中,以此认为他是出于无知而说,这也是不对的。
τοὐναντίον γὰρ κἂν μαρτυρίῳ χρήσαιτό τις τούτῳ πρὸς τὸ μὴ ἀγνοεῖσθαι μηδὲν ὑπὸ τοῦ ποιητοῦ τῶν εἰρημένων ἀρτίως περὶ τὴν Αἴγυπτον.
因为相反,人们甚至可以把这本身作为证据,证明诗人对刚才提到的关于埃及的事情并非一无所知。
γνοίης δʼ ἂν οὕτως· ἀλαζὼν δὴ πᾶς ὁ πλάνην αὑτοῦ διηγούμενος·
你可以这样理解:凡是叙述自己漂泊经历的人,都是爱夸大其词的。
τούτων δʼ ἦν καὶ ὁ Μενέλαος, ὃς ἀναβεβηκὼς μέχρις Αἰθιόπων ἐπέπυστο τὰς ἀναβάσεις τοῦ Νείλου καὶ τὴν χοῦν ὅσην ἐπιφέρει τῇ χώρᾳ, καὶ τὸν πρὸ τῶν στομάτων πόρον ὅσον ἤδη προσχώσας τῇ ἠπείρῳ προστέθεικεν, ὥστε εἰκότως ὑπὸ τοῦ Ἡροδότου καὶ τὴν ὅλην Αἴγυπτον τοῦ ποταμοῦ δῶρον λέγεσθαι· κἂν εἰ μὴ τὴν ὅλην, τήν γε ὑπὸ τῷ Δέλτα τὴν κάτω χώραν προσαγορευομένην.
墨涅拉俄斯就是其中之一,他曾一路上行至埃塞俄比亚人那里,得知了尼罗河的泛滥以及它给这片土地带来的大量泥沙淤积,以及河口前方的水道已经被淤积了多少并并入大陆,以至于赫罗多托斯合理地将整个埃及称为“河流的赠礼”;即使不是全部,至少也是三角洲下方的被称为“下埃及”的低地。
ἱστόρησε δὲ καὶ τὴν Φάρον πελαγίαν οὖσαν τὸ παλαιόν· προσεψεύσατο δὴ καὶ τὸ πελαγίαν εἶναι, καίπερ μηκέτι πελαγίαν οὖσαν.
他也打听到法罗斯岛在古代曾位于深海中;因此,尽管它已经不再位于深海中,他还是编造了它依然位于深海中的谎言。
ὁ δὲ ταῦτα διασκευάζων ὁ ποιητὴς ἦν· ὥστʼ ἐκ τούτων εἰκάζειν ὅτι καὶ τὰς ἀναβάσεις ᾔδει καὶ τὰ στόματα τοῦ Νείλου.
而加工这些情节的正是诗人自己;因此,从这些事情中我们可以推断,他既知道尼罗河的泛滥,也知道它的河口。