§1.2.24̔η δʼ αὐτὴ ἁμαρτία καὶ περὶ τοῦ ἀγνοεῖν τὸν ἰσθμὸν τὸν μεταξὺ τοῦ Αἰγυπτίου πελάγους καὶ τοῦ Ἀραβίου κόλπου καὶ περὶ τοῦ ψευδῶς λέγεσθαι
Αἰθίοπες, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν.
关于声称荷马不知道埃及海和阿拉伯湾之间的地峡,以及声称他虚妄地说道: “埃塞俄比亚人,他们分居两地,是人类中处于最边缘的人” 这也是完全相同的错误。
καὶ γὰρ τοῦτο ἐκείνου λέγοντος καλῶς ἐπιτιμῶσιν οἱ ὕστερον οὐκ εὖ.
事实上,尽管他把这件事情说得很妥当,后世的人却不妥当地予以指责。
τοσούτου γὰρ δεῖ τοῦτʼ ἀληθὲς εἶναι τὸ ἀγνοεῖν Ὅμηρον τὸν ἰσθμὸν τοῦτον, ὥστε ἐκεῖνον μέν φημι μὴ εἰδέναι μόνον, ἀλλὰ καὶ ἀποφαίνεσθαι ἄντικρυς, τοὺς δὲ γραμματικοὺς μηδὲ λέγοντος ἐκείνου αἰσθάνεσθαι ἀπὸ Ἀριστάρχου καὶ Κράτητος τῶν κορυφαίων ἐν τῇ ἐπιστήμῃ ταύτῃ.
因为荷马不知道这个地峡绝非事实,以至于我可以说他不仅知道,而且还直接表明了,然而语法学家们,即使他在这样说,却也没有察觉到这一点,从在这门学问中处于领袖地位的阿里斯塔科斯和克拉特斯开始都是如此。
εἰπόντος γὰρ τοῦ ποιητοῦ
Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
περὶ τοῦ ἐπιφερομένου ἔπους διαφέρονται, ὁ μὲν Ἀρίσταρχος γράφων
οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δʼ ἀνιόντος,
ὁ δὲ Κράτης
ἠμὲν δυσομένου Ὑπερίονος, ἠδʼ ἀνιόντος,
οὐδὲν διαφέρον πρὸς τὴν ἑκατέρου ὑπόθεσιν οὕτως ἢ ἐκείνως γράφειν.
因为当诗人说: “埃塞俄比亚人,他们分居两地,是人类中处于最边缘的人” 他们对接下来的一行诗意见不一,阿里斯塔科斯写道: “一处在许佩里翁落下之处,一处在升起之处” 而克拉特斯写道: “既在许佩里翁落下之处,也在升起之处” 其实无论是这样写还是那样写,对他们各自的假说并没有什么不同。
ὁ μὲν γὰρ ἀκολουθῶν τοῖς μαθηματικῶς λέγεσθαι δοκοῦσι τὴν διακεκαυμένην ζώνην κατέχεσθαί φησιν ὑπὸ τοῦ ὠκεανοῦ· παρʼ ἑκάτερον δὲ ταύτης εἶναι τὴν εὔκρατον, τήν τε καθʼ ἡμᾶς καὶ τὴν ἐπὶ θάτερον μέρος.
因为其中一人(克拉特斯)遵循那些被认为是以数学方式讨论的人的观点,认为灼热带被大洋所占据;而在它的两侧是温带,即我们这一侧的和在另一部分的。
ὥσπερ οὖν οἱ παρʼ ἡμῖν Αἰθίοπες οὗτοι λέγονται οἱ πρὸς μεσημβρίαν κεκλιμένοι παρʼ ὅλην τὴν οἰκουμένην ἔσχατοι τῶν ἄλλων παροικοῦντες τὸν ὠκεανόν, οὕτως οἴεται δεῖν καὶ πέραν τοῦ ὠκεανοῦ νοεῖσθαί τινας Αἰθίοπας ἐσχάτους τῶν ἄλλων τῶν ἐν τῇ ἑτέρᾳ εὐκράτῳ, παροικοῦντας τὸν αὐτὸν τοῦτον ὠκεανόν· διττοὺς δὲ εἶναι καὶ διχθὰ δεδάσθαι ὑπὸ τοῦ ὠκεανοῦ.
因此,正如我们这里的这些埃塞俄比亚人被说成是向南倾斜的、在整个居住世界中作为其他人的最边缘而居住在大洋旁边的人,他认为在温带的另一侧、大洋的彼岸也必须被设想有某些埃塞俄比亚人,他们作为另一温带中其他人的最边缘,居住在这同一个大洋旁边;并且他们是双重的,被大洋一分为二。
προσκεῖσθαι δὲ τὸ
ἠμὲν δυσομένου Ὑπερίονος, ἠδʼ ἀνιόντος,
ὅτι τοῦ ζωδιακοῦ κατὰ κορυφὴν ὄντος ἀεὶ τῷ ἐν τῇ γῇ ζωδιακῷ, τούτου δʼ οὐκ ἐκβαίνοντος ἔξω τῆς Αἰθιόπων ἀμφοῖν τῇ λοξώσει, ἀνάγκη καὶ τὴν πάροδον τοῦ ἡλίου πᾶσαν ἐν τῷ πλάτει τούτῳ νοεῖσθαι, καὶ τὰς ἀνατολὰς καὶ τὰς δύσεις συμβαίνειν ἐνταῦθα ἄλλας ἄλλοις καὶ κατʼ ἄλλα ἢ ἄλλα σημεῖα.
而加上这一行: “既在许佩里翁落下之处,也在升起之处” 是因为,既然黄道带总是位于地上热带的天顶,而由于黄道的倾斜,它不会超出这两个埃塞俄比亚人所在的区域,所以太阳的整个运行轨迹必须被设想在这个纬度宽度之内,且日出和日落在此处对于不同的人在不同的点发生。
εἴρηκε μὲν οὕτως ἀστρονομικώτερον νομίσας· ἦν δὲ καὶ ἁπλούστερον εἰπεῖν αὐτὸ σώζοντα τὸ οὕτω διῃρῆσθαι δίχα τοὺς Αἰθίοπας, ὡς εἴρηται, ὅτι ἀφʼ ἡλίου ἀνιόντος μέχρι δύσεως ἐφʼ ἑκάτερα παροικοῦσι τῷ ὠκεανῷ Αἰθίοπες.
他因为认为这样更符合天文学而这样说;但本来也可以更简单地说明,只要保留埃塞俄比亚人像所说的那样被一分为二的事实即可,即从日出到日落,在大洋的两侧都居住着埃塞俄比亚人。
τί οὖν διαφέρει πρὸς τὸν νοῦν τοῦτον ἢ οὕτως εἰπεῖν ὥσπερ αὐτὸς γράφει, ἢ ὡς Ἀρίσταρχος
οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δʼ ἀνιόντος;
那么,对于这一含意来说,是像他自己写的那样说,还是像阿里斯塔科斯那样说: “一处在许佩里翁落下之处,一处在升起之处” 有什么区别呢?
καὶ γὰρ τοῦτʼ ἐστὶ καὶ πρὸς δύσιν καὶ πρὸς ἀνατολὴν ἐφʼ ἑκάτερα τοῦ ὠκεανοῦ οἰκεῖν.
因为两者都意味着居住在大洋的两侧,既面向西方,也面向东方。
ὁ δʼ Ἀρίσταρχος ταύτην μὲν ἐκβάλλει τὴν ὑπόθεσιν, δίχα δὲ μεμερισμένους οἴεται λέγεσθαι τοὺς καθʼ ἡμᾶς Αἰθίοπας τοὺς τοῖς Ἕλλησι πρὸς μεσημβρίαν ἐσχάτους.
但阿里斯塔科斯排斥了这一假说,认为被说成一分为二的是我们这一侧的埃塞俄比亚人,即对希腊人来说处于南方最边缘的人。
τούτους δὲ μὴ μεμερίσθαι δίχα ὥστε εἶναι δύο Αἰθιοπίας, τὴν μὲν πρὸς ἀνατολὴν τὴν δὲ πρὸς δύσιν, ἀλλὰ μίαν μόνην τὴν πρὸς μεσημβρίαν κειμένην τοῖς Ἕλλησιν, ἱδρυμένην δὲ κατʼ Αἴγυπτον.
但他认为,这些人并没有一分为二到存在两个埃塞俄比亚(一个在东,一个在西)的地步,而是只有一个位于希腊人南方的埃塞俄比亚,其位置靠近埃及。
τοῦτο δὲ ἀγνοοῦντα τὸν ποιητήν, ὥσπερ καὶ τὰ ἄλλα, ὅσα εἴρηκεν Ἀπολλόδωρος ἐν τῷ περὶ νεῶν καταλόγου δευτέρῳ, καταψεύσασθαι τῶν τόπων τὰ μὴ ὄντα.
而诗人因为不知道这一点,就像阿波罗多洛斯在《船只名录论》第二册中所说的其他事情一样,对不存在的地方作了虚假的描述。