§1.2.18τοιαῦτα μὲν εἴρηκεν.
以上是他的话。
ἔστι δὲ τἆλλα μὲν εὖ λεγόμενα· ὅταν δʼ ἀνασκευάζῃ τὸν ἐξωκεανιζόμενον καὶ πρὸς ἀκριβῆ μέτρα τὸν τῶν ἡμερῶν πλοῦν ἀνάγῃ καὶ διαστήματα, ὑπερβολὴν οὐκ ἀπολείπει τῆς ἀνομολογίας.
在其他方面,他的话确实说得很对;但当他驳斥“将奥德修斯推入大洋”的观点,并将数日的航程和距离还原为精确的测量时,他陷入了极度的前后矛盾。
ἅμα μὲν γὰρ παρατίθησι τὰ τοῦ ποιητοῦ ἔπη
ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν,
ἅμα δʼ ἐπικρύπτεται·
因为他一方面引用诗人的诗句: ‘自彼处起九日之间,我被毁灭性的狂风卷走,’ 但另一方面又隐瞒了其他诗句。
καὶ γὰρ ταῦτα τοῦ ποιητοῦ
αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον ὠκεανοῖο νηῦς,
καὶ τὸ
νήσῳ ἐν Ὠγυγίῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης,
καὶ ὅτι ἐνταῦθα οἰκεῖ Ἄτλαντος θυγάτηρ, καὶ τὸ περὶ τῶν Φαιάκων
οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ ἔσχατοι· οὐ δέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
因为这些也是诗人的话: ‘然而,当船只离开俄刻阿诺斯深河之流,’ 以及: ‘在俄古癸亚岛上,那是海洋的肚脐,’ 还有关于阿特拉斯之女居住在彼处的记载,以及关于法埃亚克斯人的这段话: ‘我们居住在遥远的地方,在波涛汹涌的大海中,是最边缘的人;没有其他凡人与我们交往。
ταῦτα γὰρ πάντα φανερῶς ἐν τῷ Ἀτλαντικῷ πελάγει πλαττόμενα δηλοῦται.
’ 因为所有这些诗句都显然表明,它们是以大西洋为背景虚构出来的。
ὁ δὲ ταῦτʼ ἐπικρυπτόμενος τὰ φανερῶς λεγόμενα ἀναιρεῖ.
但他通过隐瞒这些,否定了显而易见的事实。
τοῦτο μὲν οὖν οὐκ εὖ· τὸ δὲ περὶ Σικελίαν καὶ Ἰταλίαν γεγονέναι τὴν πλάνην ὀρθῶς, ἐπεὶ τίς ἔπεισε ποιητὴς ἢ συγγραφεὺς Νεαπολίτας μὲν λέγειν μνῆμα Παρθενόπης τῆς Σειρῆνος, τοὺς δὲ ἐν Κύμῃ καὶ Δικαιαρχείᾳ καὶ Βεσβίῳ Πυριφλεγέθοντα καὶ Ἀχερουσίαν λίμνην καὶ νεκυομαντεῖον τὸ ἐν τῷ Ἀόρνῳ καὶ Βάιον καὶ Μισηνὸν τῶν Ὀδυσσέως ἑταίρων τινάς;
因此,这一点他做得不好;但他认为漂泊发生在西西里和意大利周围的观点是正确的,因为有哪位诗人或历史学家能说服那不勒斯人谈论塞壬帕耳忒诺珀的陵墓,说服库迈、迪凯阿尔基亚和维苏威的人谈论皮里弗勒革同河、阿刻戎湖、在阿奥尔诺斯的降灵所,以及拜奥斯和米塞诺斯——这些奥德修斯的伙伴?
οὕτω δὲ καὶ τὰ περὶ Σειρηνούσσας καὶ τὰ περὶ τὸν πορθμὸν καὶ Σκύλλαν καὶ Χάρυβδιν καὶ Αἰόλον· ἅπερ οὔτʼ ἀκριβῶς ἐξετάζειν δεῖ οὔτʼ ἄρριζα καὶ ἀνέστια ἐᾶν, ἀληθείας μηδὲν προσαπτόμενα μηδʼ ὠφελείας ἱστορικῆς.
对于塞壬努萨群岛、海峡、斯库拉、卡律布迪斯和埃俄罗斯的传说也是如此;对这些,我们既不应过分严苛地考证,也不应让它们变得无根无叶,仿佛它们与真实或历史价值毫无关联。
§1.2.19καὶ αὐτὸς δὲ ὑπονοήσας τοῦτο ὁ Ἐρατοσθένης, ὑπολάβοι τις ἄν, φησί, τὸν ποιητὴν βούλεσθαι μὲν ἐν τοῖς προσεσπερίοις τόποις τὴν πλάνην τῷ Ὀδυσσεῖ ποιεῖν, ἀποστῆναι δʼ ἀπὸ τῶν ὑποκειμένων, τὰ μὲν οὐκ ἀκριβῶς πεπυσμένον, τὰ δὲ οὐδὲ προελόμενον οὕτως, ἀλλʼ ἐπὶ τὸ δεινότερον καὶ τὸ τερατωδέστερον ἕκαστα ἐξάγειν.
埃拉托斯特尼自己也略微察觉到了这一点,他说:‘人们或许可以认为,诗人希望让奥德修斯在西方地区漂泊,但他脱离了实际事实,部分是因为他了解得不精确,部分是因为他根本不想这样表达,而是将每件事都引向更可怕、更惊异的方向。
τοῦτο μὲν αὐτὸ εὖ, τὸ δʼ οὗ χάριν τοῦτʼ ἐποίει κακῶς δεξάμενος· οὐ γὰρ φλυαρίας, ἀλλʼ ὠφελείας χάριν.
’这句话本身说得好,但他对诗人这么做之目的的理解却很糟;因为这并不是为了无聊的胡说,而是为了有益。
ὥστε δίκαιός ἐστιν ὑπέχειν λόγον καὶ περὶ τούτου καὶ διότι φησὶ τὰ πόρρω τερατολογεῖσθαι μᾶλλον διὰ τὸ εὐκατάψευστον.
因此,他理应就此以及他就“遥远之事因易于捏造而更具怪异色彩”的断言做出说明。
πολλοστὸν γὰρ μέρος ἐστὶ τὰ πόρρω τερατολογούμενα τῶν ἐν τῇ Ἑλλάδι καὶ ἐγγὺς τῆς Ἑλλάδος· οἷα δὴ τὰ κατὰ τοὺς Ἡρακλέους ἄθλους καὶ Θησέως καὶ τὰ ἐν Κρήτῃ καὶ Σικελίᾳ μυθευόμενα καὶ ταῖς ἄλλαις νήσοις, καὶ τὰ περὶ τὸν Κιθαιρῶνα καὶ Ἑλικῶνα καὶ Παρνασσὸν καὶ Πήλιον καὶ τὴν Ἀττικὴν ὅλην καὶ Πελοπόννησον· οὐδείς τε ἐκ τῶν μύθων ἄγνοιαν αἰτιᾶται τῶν μυθοποιῶν.
因为关于遥远地方的怪异传说,与希腊境内及邻近地区的传说相比,不过是极小的一部分——例如关于赫拉克勒斯和忒修斯功勋的传说,以及在克里特、西西里和其他岛屿上神话化了的故事,还有关于基泰戎、赫利孔、帕耳那索斯、培利翁以及整个阿提卡和伯罗奔尼撒的传说;而且没有一个人会因为这些神话而指责神话作者们的无知。
ἔτι δὲ ἐπεὶ οὐ πάντα μυθεύουσιν, ἀλλὰ πλείω προσμυθεύουσι, καὶ μάλιστα Ὅμηρος, ὁ ζητῶν τί οἱ παλαιοὶ προσμυθεύουσιν οὐ ζητεῖ, εἰ τὰ προσμυθευόμενα ὑπῆρξεν ἢ ἐστίν, ἀλλὰ καὶ μᾶλλον οἷς προσμυθεύεται τόποις ἢ προσώποις, περὶ ἐκείνων ζητεῖ τἀληθές, οἷον τὴν Ὀδυσσέως πλάνην, εἰ γέγονε καὶ ποῦ.
此外,既然他们并非万事皆凭虚构,而是在事实之上添加神话(荷马尤其如此),那么探究古人添加了什么神话的人,并非询问这些添加的神话过去或现在是否存在,而是更多地探求那些被添加了神话的地点或人物的真实情况,例如关于奥德修斯的漂泊是否发生过,以及发生在何处。