Humanitext Reader

斯特拉波 · 地理学 §1.2.14-1.2.15

奥德修斯漂泊地点与波里比阿的自然学解释

第 16 段,共 577 段 · 希腊语

内容简介

斯特拉博指出了埃拉托斯特尼在评价荷马与赫西俄德时的自相矛盾,并引用波里比阿的观点,论证奥德修斯的漂泊故事是基于西西里和意大利周边的实际地理与自然现象(洋流、海洋生物等)。

§1.2.14Ἐρατοσθένης δὲ Ἡσίοδον μὲν εἰκάζει πεπυσμένον περὶ τῆς Ὀδυσσέως πλάνης ὅτι κατὰ Σικελίαν καὶ Ἰταλίαν γεγένηται, πιστεύσαντα τῇ δόξῃ μὴ μόνον τῶν ὑφʼ Ὁμήρου λεγομένων μεμνῆσθαι, ἀλλὰ καὶ Αἴτνης καὶ Ὀρτυγίας τοῦ πρὸς Συρακούσαις νησίου καὶ Τυρρηνῶν· Ὅμηρον δὲ μήτε εἰδέναι ταῦτα μήτε βούλεσθαι ἐν γνωρίμοις τόποις ποιεῖν τὴν πλάνην.
埃拉托斯特尼推测,赫西俄德在听闻奥德修斯的漂泊发生在西西里和意大利周围之后,因为相信了这一说法,不仅提到了荷马所说的那些事物,还提到了埃特纳、叙拉古附近的奥尔提吉亚小岛以及第勒尼安人;而荷马则既不知道这些,也不希望将漂泊设定在为人熟知的地方。
πότερον οὖν Αἴτνη μὲν καὶ Τυρρηνία γνώριμα, Σκύλλαιον δὲ καὶ Χάρυβδις καὶ Κίρκαιον καὶ Σειρηνοῦσσαι οὐ πάνυ;
难道埃特纳和第勒尼安是为人熟知的,而斯库莱翁、卡律布迪斯、基尔凯翁和塞壬努萨伊就完全不为人熟知吗?
ἢ καὶ Ἡσιόδῳ μὲν ἔπρεπε μὴ φλυαρεῖν, ἀλλὰ ταῖς κατεχούσαις δόξαις ἀκολουθεῖν, Ὁμήρῳ δὲ πᾶν ὅ τι ἂν ἐπʼ ἀκαιρίμαν γλῶσσαν ἴῃ κελαδεῖν;
还是说,赫西俄德应当不胡说八道而遵循流行的观点,而荷马则应当任由其放肆的舌头唱出任何浮现出来的东西?
χωρὶς γὰρ τῶν λεχθέντων περὶ τοῦ τρόπου τῆς πρεπούσης Ὁμήρῳ μυθοποιίας καὶ τὸ πλῆθος τῶν συγγραφέων τῶν ταὐτὰ θρυλούντων κἀκ τῆς κατὰ τοὺς τόπους ἐπιχωριαζούσης φήμης διδάσκειν δύναται, διότι ταῦτα οὐ ποιητῶν πλάσματά ἐστιν οὐδὲ συγγραφέων, ἀλλὰ γεγενημένων ἴχνη καὶ προσώπων καὶ πράξεων.
因为除了关于适合荷马的神话创作方式的讨论之外,那些重复同样说法的众多作家的存在,以及这些地方土生土长的传闻,都足以教导我们,这些并非诗人和作家的虚构,而是真实发生过的事件、人物和行为的痕迹。
§1.2.15καὶ Πολύβιος δʼ ὀρθῶς ὑπονοεῖ τὰ περὶ τῆς πλάνης· τὸν γὰρ Αἰόλον τὸν προσημαίνοντα τοὺς ἔκπλους ἐν τοῖς κατὰ τὸν πορθμὸν τόποις ἀμφιδρόμοις οὖσι καὶ δυσέκπλοις διὰ τὰς παλιρροίας ταμίαν τε εἰρῆσθαι τῶν ἀνέμων καὶ βασιλέα νενομίσθαι φησί, καθάπερ Δαναὸν μὲν τὰ ὑδρεῖα τὰ ἐν Ἄργει παραδείξαντα, Ἀτρέα δὲ τοῦ ἡλίου τὸν ὑπεναντίον τῷ οὐρανῷ δρόμον, μάντεις τε καὶ ἱεροσκοπουμένους ἀποδείκνυσθαι βασιλέας, τούς θʼ ἱερέας τῶν Αἰγυπτίων καὶ Χαλδαίους καὶ Μάγους σοφίᾳ τινὶ διαφέροντας τῶν ἄλλων ἡγεμονίας καὶ τιμῆς τυγχάνειν παρὰ τοῖς πρὸ ἡμῶν, οὕτω δὲ καὶ τῶν θεῶν ἕνα ἕκαστον τῶν χρησίμων τινὸς εὑρετὴν γενόμενον τιμᾶσθαι.
波里比阿对关于漂泊的看法也是正确的;因为他说,埃俄洛斯在海峡周围由于潮汐倒流而双向奔流且难以航行的地区预示了出航的时机,因而被称为风的掌管者并被视为国王,正如在阿耳戈斯指明水源的达那俄斯、指明太阳运行方向与天体相反的阿特柔斯,以及预言家和审视祭品者被立为国王,埃及人的祭司、迦勒底人和穆格(贤士)因在某种智慧上优于常人而在我们前辈中获得统治权和荣誉,同样,神灵中的每一位也因成为某种有用之物的发明者而受到尊崇。
ταῦτα δὲ προοικονομησάμενος οὐκ ἐᾷ τὸν Αἰόλον ἐν μύθου σχήματι ἀκούεσθαι οὐδʼ ὅλην τὴν Ὀδυσσέως πλάνην, ἀλλὰ μικρὰ μὲν προσμεμυθεῦσθαι καθάπερ καὶ τῷ Ἰλιακῷ πολέμῳ, τὸ δʼ ὅλον περὶ Σικελίαν καὶ τῷ ποιητῇ πεποιῆσθαι καὶ τοῖς ἄλλοις συγγραφεῦσιν, ὅσοι τὰ περιχώρια λέγουσι τὰ περὶ τὴν Ἰταλίαν καὶ Σικελίαν.
在做了这些铺垫之后,他不允许将埃俄洛斯以及奥德修斯的整个漂泊仅当作神话来理解,而是认为虽然其中添加了少许神话色彩,正如特洛伊战争一样,但整体上它被诗人和所有讲述意大利及西西里周边地区的其他作家设定在西西里周围。
οὐκ ἐπαινεῖ δὲ οὐδὲ τὴν τοιαύτην τοῦ Ἐρατοσθένους ἀπόφασιν, διότι φησὶ τότʼ ἂν εὑρεῖν τινα ποῦ Ὀδυσσεὺς πεπλάνηται, ὅταν εὕρῃ τὸν σκυτέα τὸν συρράψαντα τὸν τῶν ἀνέμων ἀσκόν.
他也不赞同埃拉托斯特尼的如下断言,因为后者说,只有当有人找到缝合风之革袋的鞋匠时,才能找到奥德修斯在何处漂泊。
καὶ τοῦτο δʼ οἰκείως εἰρῆσθαι τοῖς συμβαίνουσι περὶ τὸ Σκύλλαιον καὶ τὴν θήραν τῶν γαλεωτῶν τὸ ἐπὶ τῆς Σκύλλης αὐτοῦ δʼ ἰχθυάᾳ σκόπελον περιμαιμώωσα δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι κῆτος.
而波里比阿说,关于斯库拉的以下诗句正贴切地道出了在斯库莱翁周围发生的事实以及对剑鱼(加莱奥特斯)的捕猎: “她就在那里,围着岩礁狂乱地搜寻,捕食着海豚和海狗,如果能捕到更大的海怪,也绝不放过。
τοὺς γὰρ θύννους ἀγεληδὸν φερομένους παρὰ τὴν Ἰταλίαν, ἐπειδὰν ἐμπέσωσι καὶ κωλυθῶσι τῆς Σικελίας ἅψασθαι, περιπίπτειν τοῖς μείζοσι τῶν ζῴων, οἷον δελφίνων καὶ κυνῶν καὶ ἄλλων κητωδῶν, ἐκ δὲ τῆς θήρας αὐτῶν πιαίνεσθαι τοὺς γαλεώτας, οὓς καὶ ξιφίας λέγεσθαι καὶ κύνας φησί· συμβαίνειν γὰρ ταὐτὸν ἐνθάδε καὶ κατὰ τὰς ἀναβάσεις τοῦ Νείλου καὶ τῶν ἄλλων ὑδάτων, ὅπερ ἐπὶ πυρὸς καὶ ὕλης ἐμπιπραμένης· ἀθροιζόμενα γὰρ τὰ θηρία φεύγειν τὸ πῦρ ἢ τὸ ὕδωρ καὶ βορὰν γίνεσθαι τοῖς κρείττοσι.
” 因为沿着意大利成群游动的金枪鱼,一旦遇到阻碍而无法到达西西里,就会撞上较大的动物,如海豚、海狗和其他巨型海怪,而剑鱼正是由于捕食它们而变得肥美,他说这种鱼也被称为剑鱼和狗;因为他认为,这里发生的事情与尼罗河及其他水域上涨时,以及森林失火时的情况相同:动物们聚集在一起逃避大水或火焰,结果成为了更强大者的食物。

词汇与语法注释

  1. 1.2.14ἐπʼ ἀκαιρίμαν γλῶσσαν — 诗意形容词 ἀκαιρίμαν(不合时宜的、放肆的)是多利亚或埃奥利斯方言中的阴性单数宾格形式,相当于雅典方言的 ἀκαίριον。此处用以描绘埃拉托斯特尼对荷马“放任放肆的舌头”进行任意创作的讽刺性看法。
  2. 1.2.14Ἡσίοδον μὲν εἰκάζει πεπυσμένον... Ὅμηρον δὲ μήτε εἰδέναι — 在动词 εἰκάζει 的宾语从句中,带 time 关系的“对格+不定式”结构形成了两个对比鲜明的从句(通过 μὲν 和 δέ 连接)。在前一个从句中,Ἡσίοδον 是对格主语,μεμνῆσθαι 是不定式(完成时);在后一个从句中,Ὅμηρον 是对格主语,εἰδέναι 和 βούλεσθαι 作为并列的不定式出现。
  3. 1.2.15τὸν γὰρ Αἰόλον... ταμίαν τε εἰρῆσθαι τῶν ἀνέμων καὶ βασιλέα νενομίσθαι φησί — 这是一个依赖于 φησί(波里比阿声称)的庞大“对格+不定式”结构。其对格主语是 τὸν Αἰόλον,支配着被动不定式 εἰρῆσθαι 和 νενομίσθαι。此外,Δαναὸν... Ἀτρέα... 在由 καθάπερ 引导的类比从句中担任对格主语,分别支配着不定式 ἀποδείκνυσθαι、τυγχάνειν 和 τιμᾶσθαι。

引用这一段

斯特拉波, 地理学 §1.2.14-1.2.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.2.14-1.2.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。