Humanitext Reader

斯特拉波 · 地理学 §1.2.3-1.2.4

诗歌的教育价值与对埃拉托斯特尼的批判

第 11 段,共 577 段 · 希腊语

内容简介

斯特拉博通过引用古人将诗歌视为最初哲学和道德教育的传统观点,反驳了埃拉托斯特尼关于诗歌仅在于娱乐的看法。他以荷马笔下具有丰富经验与智慧的奥德修斯为例,捍卫了诗歌所承载的教导价值。

§1.2.3ποιητὴν γὰρ ἔφη πάντα στοχάζεσθαι ψυχαγωγίας, οὐ διδασκαλίας.
因为他说,每个诗人都致力于娱乐,而不是教导。
τοὐναντίον δʼ οἱ παλαιοὶ φιλοσοφίαν τινὰ λέγουσι πρώτην τὴν ποιητικήν, εἰσάγουσαν εἰς τὸν βίον ἡμᾶς ἐκ νέων καὶ διδάσκουσαν ἤθη καὶ πάθη καὶ πράξεις μεθʼ ἡδονῆς· οἱ δʼ ἡμέτεροι καὶ μόνον ποιητὴν ἔφασαν εἶναι τὸν σοφόν.
相反,古人却说诗歌是一种最初的哲学,从我们年轻时起就将我们引入生活,并在伴随快乐的同时教导性格、情感和行为;而我们这一派则说,只有智者才是诗人。
διὰ τοῦτο καὶ τοὺς παῖδας αἱ τῶν Ἑλλήνων πόλεις πρώτιστα διὰ τῆς ποιητικῆς παιδεύουσιν, οὐ ψυχαγωγίας χάριν δήπουθεν ψιλῆς, ἀλλὰ σωφρονισμοῦ·
因此,希腊人的城邦首先通过诗歌来教育孩子们,这当然不是为了单纯的娱乐,而是为了理性的陶冶。
ὅπου γε καὶ οἱ μουσικοὶ ψάλλειν καὶ λυρίζειν καὶ αὐλεῖν διδάσκοντες μεταποιοῦνται τῆς ἀρετῆς ταύτης· παιδευτικοὶ γὰρ εἶναί φασι καὶ ἐπανορθωτικοὶ τῶν ἠθῶν.
事实上,甚至音乐家们在教导吟唱、弹奏竖琴和吹奏笛子时,也声称拥有这种美德;因为他们说自己是性格的教育者和矫正者。
ταῦτα δʼ οὐ μόνον παρὰ τῶν Πυθαγορείων ἀκούειν ἐστὶ λεγόντων, ἀλλὰ καὶ Ἀριστόξενος οὕτως ἀποφαίνεται.
这些话不仅能从毕达哥拉斯学派的人那里听到,而且阿里斯托克塞诺斯也这样表示。
καὶ Ὅμηρος δὲ τοὺς ἀοιδοὺς σωφρονιστὰς εἴρηκε, καθάπερ τὸν τῆς Κλυταιμνήστρας φύλακα ᾧ πόλλʼ ἐπέτελλεν Ἀτρείδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν, τόν τε Αἴγισθον οὐ πρότερον αὐτῆς περιγενέσθαι πρὶν ἢ τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην κάλλιπεν· τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
荷马也将歌手们称为陶冶者,就像那克吕泰涅斯特拉的守护者,阿特柔斯之子在前往特洛伊时曾多次叮嘱他要守护妻子;而埃癸斯托斯直到把那歌手带到一个荒岛上并抛弃在那里之前,都没能征服她;随后,他甘心情愿,她也心甘情愿,他便把她带回了自己的家中。
χωρὶς δὲ τούτων ὁ Ἐρατοσθένης ἑαυτῷ μάχεται· μικρὸν γὰρ πρὸ τῆς λεχθείσης ἀποφάσεως ἐναρχόμενος τοῦ περὶ τῆς γεωγραφίας λόγου φησὶν ἅπαντας κατʼ ἀρχὰς φιλοτίμως ἔχειν εἰς τὸ μέσον φέρειν τὴν ὑπὲρ τῶν τοιούτων ἱστορίαν.
除这些之外,埃拉托斯特尼还自相矛盾;因为在上述断言前不久,在开始关于地理学的论述时,他说所有人起初都热衷于将关于此类事物的知识公之于众。
Ὅμηρον γοῦν ὑπέρ τε τῶν Αἰθιόπων ὅσα ἐπύθετο καταχωρίσαι εἰς τὴν ποίησιν καὶ περὶ τῶν κατʼ Αἴγυπτον καὶ Λιβύην, τὰ δὲ δὴ κατὰ τὴν Ἑλλάδα καὶ τοὺς σύνεγγυς τόπους καὶ λίαν περιέργως ἐξενηνοχέναι, πολυτρήρωνα μὲν τὴν Θίσβην λέγοντα, Ἁλίαρτον δὲ ποιήεντα, ἐσχατόωσαν δὲ Ἀνθηδόνα, Λίλαιαν δὲ πηγῇς ἔπι Κηφισσοῖο, καὶ οὐδεμίαν προσθήκην κενῶς ἀπορρίπτειν.
荷马至少把关于埃塞俄比亚人所听到的一切都写入了他的诗歌中,也写了关于埃及和利比亚的事物,而关于希腊及其邻近地区的事物,他表现得极为详尽,称蒂斯贝为“多鸽的”,哈利亚尔托斯为“多草的”,安特东为“尽头的”,里莱亚为“在凯菲索斯河源头旁的”,没有徒然抛弃任何修饰。
πότερον οὖν ὁ ποιῶν ταῦτα ψυχαγωγοῦντι ἔοικεν ἢ διδάσκοντι;
那么,做这些事的人是像提供娱乐的人,还是像进行教导的人?
νὴ Δία, ἀλλὰ ταῦτα μὲν οὕτως εἴρηκε, τὰ δʼ ἔξω τῆς αἰσθήσεως καὶ οὗτος καὶ ἄλλοι τερατολογίας μυθικῆς πεπληρώκασιν.
的确,他可能会反驳说:“他确实是这样说的,但对于直接感知之外的事物,他和其他人一样充斥着神话般的怪异传说。
οὐκοῦν ἐχρῆν οὕτως εἰπεῖν, ὅτι ποιητὴς πᾶς τὰ μὲν ψυχαγωγίας χάριν μόνον ἐκφέρει τὰ δὲ διδασκαλίας·
”那么他难道不应该这样说吗:“每个诗人,有些事物的呈现是仅为了娱乐,有些是为了教导”?
ὁ δʼ ἐπήνεγκεν ὅτι ψυχαγωγίας μόνον, διδασκαλίας δʼ οὔ.
但他却断言只是为了娱乐,而不是教导。
καὶ προσεξεργάζεταί γε, πυνθανόμενος τί συμβάλλεται πρὸς ἀρετὴν ποιητοῦ πολλῶν ὑπάρξαι τόπων ἔμπειρον ἢ στρατηγίας ἢ γεωργίας ἢ ῥητορικῆς ἢ οἷα δὴ περιποιεῖν αὐτῷ τινες ἐβουλήθησαν;
而且他还进一步阐述,询问拥有许多地方的经验,或者军事、农耕、雄辩术,或者某些人想要归于他(诗人)的此类能力,对诗人的卓越有什么贡献?
τὸ μὲν οὖν ἅπαντα ζητεῖν περιποιεῖν αὐτῷ προεκπίπτοντος ἄν τις θείη τῇ φιλοτιμίᾳ, ὡς ἂν εἴ τις, φησὶν ὁ Ἵππαρχος, Ἀττικῆς εἰρεσιώνης κατηγοροίη καὶ ἃ μὴ δύναται φέρειν μῆλα καὶ ὄγχνας, οὕτως ἐκείνου πᾶν μάθημα καὶ πᾶσαν τέχνην.
因此,寻求将一切归于他,可被视为出于过度的热情——正如喜帕恰斯所说,如果有人指责雅典的系叶枝没有结出它无法结出的苹果和梨,埃拉托斯特尼也是这样指责他缺乏各种学问和技艺。
τοῦτο μὲν δὴ ὀρθῶς ἂν λέγοις, ὦ Ἐρατόσθενες· ἐκεῖνα δʼ οὐκ ὀρθῶς, ἀφαιρούμενος αὐτὸν τὴν τοσαύτην πολυμάθειαν καὶ τὴν ποιητικὴν γραώδη μυθολογίαν ἀποφαίνων, ᾗ δέδοται πλάττειν, φησίν, ὃ ἂν αὐτῇ φαίνηται ψυχαγωγίας οἰκεῖον.
埃拉托斯特尼啊,在这个问题上你确实说得对;但在那些事情上你却说得不对,因为你剥夺了他如此博学的名声,并将诗歌斥为老妇的神话,他说在神话中,被允许去捏造任何看起来适合娱乐的东西。
ἆρα γὰρ οὐδὲ τοῖς ἀκροωμένοις τῶν ποιητῶν οὐδὲν συμβάλλεται πρὸς ἀρετήν;
难道对于听诗的人来说,这也不对卓越产生任何贡献吗?
λέγω δὲ τὸ πολλῶν ὑπάρξαι τόπων ἔμπειρον ἢ στρατηγίας ἢ γεωργίας ἢ ῥητορικῆς, ἅπερ ἡ ἀκρόασις, ὡς εἰκός, περιποιεῖ.
我是指在许多地方拥有经验,或者在军事、农耕、雄辩术方面,而听诗自然会带来这些。
§1.2.4Ἀλλὰ μὴν ταῦτά γε πάντα ὁ ποιητὴς Ὀδυσσεῖ προσῆψεν, ὃν τῶν πάντων μάλιστα ἀρετῇ πάσῃ κοσμεῖ· οὗτος γὰρ αὐτῷ πολλῶν ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω, οὗτος δʼ ὁ πτολίπορθος ἀεὶ λεγόμενος καὶ τὸ Ἴλιον ἑλὼν βουλῇ καὶ μύθοισι καὶ ἠπεροπηίδι τέχνῃ· τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο ἄμφω νοστήσαιμεν, φησὶν ὁ Διομήδης.
而且,诗人把这一切都归于奥德修斯,在所有人中他最用各种美德来装点奥德修斯;因为对他来说,“他见识了许多人的城市,得知了他们的心思”,他也总是被称为“毁城者”,凭着谋略、言语和欺骗的技艺攻陷了伊利翁;“若有此人跟随,即便从熊熊烈火中,我们两人也都能归来,”迪奥墨德斯说。
καὶ μὴν ἐπί γε τῇ γεωργίᾳ σεμνύνεται· καὶ γὰρ ἐν ἀμητῷ ἐν ποίῃ δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι, καὶ δὲ σὺ τοῖον ἔχοις καὶ ἐν ἀρότῳ, τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.
此外,他还以农耕自豪;因为在收割中,“在春季里,愿我有一把弯曲的镰刀,你也有这样一把,”在耕作中,“那时你就会看到我,如果我开垦出一条连续的犁沟。
καὶ οὐχ Ὅμηρος μὲν οὕτω φρονεῖ περὶ τούτων οὐχὶ δὲ πάντες οἱ πεπαιδευμένοι μάρτυρι χρῶνται τῷ ποιητῇ ὡς ὀρθῶς λέγοντι περὶ τοῦ τὴν τοιαύτην ἐμπειρίαν εἰς φρόνησιν συντείνειν μάλιστα.
”不仅荷马对这些事情如此看待,而且所有受过教育的人都把诗人当作证人,认为他正确地说明了:此类经验最有助于思虑。

词汇与语法注释

  1. 1.2.3πρὶν ἢ — 连词 `πρὶν ἢ` 后面接直陈式过去时(`κάλλιπεν`)而非不定式,强调了过去一个特定历史事件“最终发生”的结果,而非单纯的时间先后关系。
  2. 1.2.3προεκπίπτοντος — 该属格现在分词起名词性作用,表示行为者(“过度偏离者”),或作为主语性属格,修饰 `φιλοτιμίᾳ`(热忱、功名心),表明这一行为应当归因于“过度偏离者的功名心”。
  3. 1.2.3ἀφαιρούμενος — 动词 `ἀφαιρέω`(中动态,意为“剥夺”)构成双宾格(双对格)句式,同时支配被剥夺的人(`αὐτόν`,指荷马)和被剥夺之物(`τὴν τοσαύτην πολυμάθειαν`,“如此博学”)。
  4. 1.2.4τούτου γʼ ἑσπομένοιο — 属格绝对独立结构,其中 `τούτου` 指奥德修斯,在迪奥墨德斯的发言中表示条件(“若此人跟随”)。
  5. 1.2.4τοῦ τὴν τοιαύτην ἐμπειρίαν — 对格的 `τὴν τοιαύτην ἐμπειρίαν` 用作属格冠词性不定式(`τοῦ ... συντείνειν`)的主语,该不定式由介词 `περί` 支配。

引用这一段

斯特拉波, 地理学 §1.2.3-1.2.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.2.3-1.2.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。