§1.1.5καὶ αἱ τῶν μακάρων δὲ νῆσοι πρὸ τῆς Μαυρουσίας εἰσὶ τῆς ἐσχάτης πρὸς δύσιν, καθʼ ὃ μέρος συντρέχει καὶ τῆς Ἰβηρίας τὸ ταύτῃ πέρας·
至福乐土群岛也位于最西端的毛鲁西亚附近,而伊比利亚在这一侧的边界也在此汇合。
ἐκ δὲ τοῦ ὀνόματος δῆλον ὅτι καὶ ταύτας ἐνόμιζον εὐδαίμονας διὰ τὸ πλησιάζειν τοιούτοις χωρίοις.
从这个名称可以清楚地看出,人们也认为这些岛屿是幸福的,因为它们邻近这些地方。
§1.1.6Ἀλλὰ μὴν ὅτι γε καὶ οἱ Αἰθίοπες ἐπὶ τῷ ὠκεανῷ ἔσχατοι, δηλοῖ·
此外,他还表明埃塞俄比亚人也位于大洋之滨的大地边缘。
ὅτι μὲν ἔσχατοι
Αἰθίοπες, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν.
关于他们处于边缘: “埃塞俄比亚人,他们分居两地,是人类中最边缘的人。
οὐδὲ τοῦ
διχθὰ δεδαίαται
φαύλως λεγομένου, ὡς δειχθήσεται ὕστερον·
” (“分居两地”这句话并非无稽之谈,正如稍后将要证明的那样)。
ὅτι δʼ ἐπὶ τῷ ὠκεανῷ
Ζεὺς γὰρ ἐς ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη μετὰ δαῖτα.
关于他们在主大洋之滨: “因为宙斯昨日前往大洋,到完美的埃塞俄比亚人那里去赴宴。
ὅτι δὲ καὶ ἡ πρὸς ταῖς ἄρκτοις ἐσχατιὰ παρωκεανῖτίς ἐστιν, οὕτως ᾐνίξατο εἰπὼν περὶ τῆς ἄρκτου
οἴη δʼ ἄμμορός ἐστι λοετρῶν ὠκεανοῖο.
” 此外,关于最北端的边界也是紧邻大洋的,他在谈到“熊”时这样暗示: “只有它不曾分享大洋的沐浴。
διὰ μὲν γὰρ τῆς ἄρκτου καὶ τῆς ἁμάξης τὸν ἀρκτικὸν δηλοῖ· οὐ γὰρ ἂν τοσούτων ἀστέρων ἐν τῷ αὐτῷ χωρίῳ περιφερομένων τῷ ἀεὶ φανερῷ οἴην ἄμμορον εἶπε λοετρῶν ὠκεανοῖο.
” 因为他用“熊”和“车”来指代北极圈;因为在同一个始终可见的区域内有如此多的星辰在旋转时,他不会说只有它不曾分享大洋的沐浴。
ὥστʼ οὐκ εὖ ἀπειρίαν αὐτοῦ καταγινώσκουσιν, ὡς μίαν ἄρκτον ἀντὶ δυεῖν εἰδότος·
因此,他们指责他无知是不对的,仿佛他只知道一只熊而不是两只。
οὐδὲ γὰρ εἰκὸς ἦν πω τὴν ἑτέραν ἠστροθετῆσθαι, ἀλλʼ ἀφʼ οὗ οἱ Φοίνικες ἐσημειώσαντο καὶ ἐχρῶντο πρὸς τὸν πλοῦν παρελθεῖν καὶ εἰς τοὺς Ἕλληνας τὴν διάταξιν ταύτην, ὥσπερ καὶ τὸν Βερενίκης πλόκαμον καὶ τὸν Κάνωβον ἐχθὲς καὶ πρώην κατωνομασμένον, πολλοὺς δʼ ἔτι νῦν ἀνωνύμους ὄντας, καθάπερ καὶ Ἄρατός φησιν.
因为在当时,另一只熊尚未被列入星座是自然而然的,直到腓尼基人对其进行了标注并用于航海,这种星座划分才传入希腊人中,就像“贝雷尼克的头发”和“老人星”在最近才被命名,而正如阿拉托斯所说,至今仍有许多星辰没有名字。
οὐδὲ Κράτης οὖν ὀρθῶς γράφει
οἶος δʼ ἄμμορός ἐστι λοετρῶν,
φεύγων τὰ μὴ φευκτά.
因此,克拉特斯写道: “只有他(阳性)不曾分享沐浴,” 也是不对的,他这是在逃避不该逃避的东西。
βελτίων δʼ Ἡράκλειτος καὶ ὁμηρικώτερος, ὁμοίως ἀντὶ τοῦ ἀρκτικοῦ τὴν ἄρκτον ὀνομάζων
ἠοῦς καὶ ἑσπέρης τέρματα ἡ ἄρκτος, καὶ ἀντίον τῆς ἄρκτου οὖρος αἰθρίου Διός.
赫拉克利特则更好且更符合荷马的风格,他同样用“熊”来代替北极圈: “黎明和黑夜的界限是熊,而在熊的对面则是晴空之神(北风)的边界。
ὁ γὰρ ἀρκτικός ἐστι δύσεως καὶ ἀνατολῆς ὅρος, οὐχ ἡ ἄρκτος.
” 因为是北极圈,而不是熊,才是日落和日出的界限。
διὰ μὲν δὴ τῆς ἄρκτου, ἣν καὶ ἅμαξαν καλεῖ καὶ τὸν Ὠρίωνα δοκεύειν φησί, τὸν ἀρκτικὸν δηλοῖ, διὰ δὲ τοῦ ὠκεανοῦ τὸν ὁρίζοντα, εἰς ὃν καὶ ἐξ οὗ τὰς δύσεις καὶ τὰς ἀνατολὰς ποιεῖται.
确实,通过他称之为“车”并说它注视着猎户座的“熊”,他指的是北极圈,而通过“大洋”指的是地平线,他把星辰的落入和升起都设定在其中和自其而出。
εἰπὼν δὲ αὐτοῦ στρέφεσθαι καὶ ἀμοιρεῖν τοῦ ὠκεανοῦ οἶδεν ὅτι κατὰ σημεῖον τὸ ἀρκτικώτατον τοῦ ὁρίζοντος γίνεται ὁ ἀρκτικός.
他说它在原处旋转且不分享大洋,表明他知道北极圈在地平线的最北端与地平线相切。
ἀκολούθως δὴ τούτῳ τὸ ποιητικὸν ἁρμόσαντες τὸν μὲν ὁρίζοντα ὀφείλομεν δέχεσθαι τὸν ἐπὶ τῆς γῆς οἰκείως τῷ ὠκεανῷ, τὸν δʼ ἀρκτικὸν τῆς γῆς ἁπτόμενον ὡς ἂν πρὸς αἴσθησιν κατὰ τὸ ἀρκτικώτατον τῆς οἰκήσεως σημεῖον· ὥστε καὶ τοῦτο τὸ μέρος τῆς γῆς κλύζοιτʼ ἂν τῷ ὠκεανῷ κατʼ αὐτόν.
因此,顺应这一诗意,我们应当将地球上的地平线视作对应于大洋,而将北极圈视作在我们的居住区最北端、在感官所及的范围内与地球相接;这样,根据他的观点,地球的这一部分也将被大洋所冲刷。
καὶ τοὺς ἀνθρώπους δὲ οἶδε τοὺς προσβόρρους μάλιστα, οὓς ὀνομαστὶ μὲν οὐ δηλοῖ (οὐδὲ γὰρ νῦν που κοινὸν αὐτοῖς ὄνομα κεῖται πᾶσι), τῇ διαίτῃ δὲ φράζει, νομάδας αὐτοὺς ὑπογράφων καὶ ἀγαυοὺς ἱππημολγοὺς γαλακτοφάγους ἀβίους τε.
他也知道最北方的民族,虽然他没有用名字指明他们(因为直到现在他们所有人也没有一个共同的名字),但他通过他们的生活方式来描述他们,将他们描绘为“游牧者”,以及“高贵的挤马奶者、食乳者和贫困(或不用弓)的人”。