§1.1.9̔́ιππαρχος δʼ οὐ πιθανός ἐστιν ἀντιλέγων τῇ δόξῃ ταύτῃ, ὡς οὔθʼ ὁμοιοπαθοῦντος τοῦ ὠκεανοῦ παντελῶς οὔτʼ, εἰ δοθείη τοῦτο, ἀκολουθοῦντος αὐτῷ τοῦ σύρρουν εἶναι πᾶν τὸ κύκλῳ πέλαγος τὸ Ἀτλαντικόν, πρὸς τὸ μὴ ὁμοιοπαθεῖν μάρτυρι χρώμενος Σελεύκῳ τῷ Βαβυλωνίῳ.
喜帕恰斯在反对这一观点时是不足信的,他认为大洋既不完全承受相同的运动,而且即便承认这一点,也无法由此得出周围整个亚特兰蒂斯海都是相通的结论,他还引用巴比伦人塞琉古作为其不承受相同运动的证人。
ἡμεῖς δὲ τὸν μὲν πλείω λόγον περὶ τοῦ ὠκεανοῦ καὶ τῶν πλημμυρίδων εἰς Ποσειδώνιον ἀναβαλλόμεθα καὶ Ἀθηνόδωρον, ἱκανῶς * διακρατήσαντας τὸν περὶ τούτων λόγον· πρὸς δὲ τὰ νῦν ἐπὶ τοσοῦτον λέγομεν, ὅτι πρός τε τὴν ὁμοιοπάθειαν οὕτω βέλτιον νομίσαι, τά τε οὐράνια συνέχοιτʼ ἂν κρεῖττον ταῖς ἐντεῦθεν ἀναθυμιάσεσιν, εἰ πλεῖον εἴη τὸ ὑγρὸν περικεχυμένον.
而我们将关于大洋和潮汐的更详尽讨论推迟到波塞多尼奥斯和阿特诺多洛斯那里,他们已经充分地阐述了关于这些问题的论点;但就目前而言,我们只说这么多:对于承受相同运动这一点,这样认为更为妥当,而且如果周围环绕的水分更多,天体也能通过来自那里的蒸气得到更好的维持。
§1.1.10ὥσπερ οὖν τὰ ἔσχατα καὶ τὰ κύκλῳ τῆς οἰκουμένης οἶδε καὶ φράζει σαφῶς ὁ ποιητής, οὕτω καὶ τὰ τῆς θαλάττης τῆς ἐντός.
正如诗人了解并清楚地描述了居住区的最边缘和周围地区一样,他也了解内海的情况。
περιέχει γὰρ ταύτην ἀπὸ στηλῶν ἀρξαμένοις Λιβύη τε καὶ Αἴγυπτος καὶ Φοινίκη, ἑξῆς δὲ ἡ πέριξ τῆς Κύπρου, εἶτα Σόλυμοι καὶ Λύκιοι καὶ Κᾶρες, μετὰ δὲ τούτους ἡ μεταξὺ Μυκάλης καὶ τῆς Τρῳάδος ᾐὼν καὶ αἱ προκείμεναι νῆσοι· ὧν ἁπάντων μέμνηται, καὶ ἐφεξῆς τῶν περὶ τὴν Προποντίδα καὶ τοῦ Εὐξείνου μέχρι Κολχίδος καὶ τῆς Ἰάσονος στρατείας.
因为从柱石开始,利比亚、埃及和腓尼基环绕着它,接下去是塞浦路斯周边,然后是索吕莫伊人、吕基亚人和卡里亚人,在这些人之后是米卡雷和特罗亚德之间的海岸以及前方的岛屿;他提到了所有这些,接着又提到了普罗蓬蒂斯周边地区和黑海直至科尔基斯以及伊阿宋的远征。
καὶ μὴν καὶ τὸν Κιμμερικὸν Βόσπορον οἶδε τοὺς Κιμμερίους εἰδώς, οὐ δήπου τὸ μὲν ὄνομα τῶν Κιμμερίων εἰδὼς αὐτοὺς δὲ ἀγνοῶν, οἳ κατʼ αὐτὸν ἢ μικρὸν πρὸ αὐτοῦ μέχρι Ἰωνίας ἐπέδραμον τὴν γῆν τὴν ἐκ Βοσπόρου πᾶσαν.
此外,他既然了解基米里亚人,自然也了解基米里亚博斯普鲁斯,他绝不是只知道基米里亚人的名字而对他们一无所知,因为他们在他那个时代或稍早之前,侵略了从博斯普鲁斯直到伊奥尼亚的所有土地。
αἰνίττεται γοῦν καὶ τὸ κλίμα τῆς χώρας αὐτῶν ζοφῶδες ὄν, καὶ ὡς φησίν
ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς ἠέλιος φαέθων ἐπιλάμπεται, ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται.
至少,他还暗示了他们国家的地理气候是昏暗的,正如他所说: “被雾霭和云层所笼罩;闪耀的太阳绝不照耀他们,而是毁灭性的黑夜无边延展。
γνωρίζει δὲ καὶ τὸν Ἴστρον, μεμνημένος γε Μυσῶν, ἔθνους Θρᾳκίου παροικοῦντος τὸν Ἴστρον.
” 他也了解伊斯特罗斯河,因为他提到了梅西亚人,这是居住在伊斯特罗斯河畔的色雷斯部落。
καὶ μὴν καὶ τὴν ἑξῆς παραλίαν οἶδε, Θρᾳκίαν οὖσαν μέχρι Πηνειοῦ, Παίονάς τε ὀνομάζων καὶ Ἄθω καὶ Ἀξιὸν καὶ τὰς προκειμένας τούτων νήσους.
此外,他还了解接下去直至佩涅奥斯河的色雷斯海岸,点名提到了派奥尼亚人、阿索斯、阿克西奥斯以及位于它们前方的岛屿。
ἑξῆς δέ ἐστιν ἡ τῶν Ἑλλήνων παραλία μέχρι Θεσπρωτῶν, ἧς ἁπάσης μέμνηται.
接下去是直到塞斯普罗蒂亚人的希腊海岸,他提到了所有这些地方。
καὶ μὴν καὶ τὰ τῆς Ἰταλίας ἄκρα οἶδε, Τεμέσην καλῶν καὶ Σικελούς, καὶ τὰ τῆς Ἰβηρίας ἄκρα καὶ τὴν εὐδαιμονίαν αὐτῶν, ἣν ἀρτίως ἔφαμεν.
不仅如此,他还了解意大利的尽头,称之为泰梅萨和西库洛伊人,他也了解伊比利亚的尽头及其富饶,即我们刚才所说的那样。
εἰ δέ τινα ἐν τοῖς μεταξὺ διαλείμματα φαίνεται, συγγνοίη τις ἄν· καὶ γὰρ ὁ γεωγραφῶν ὄντως πολλὰ παρίησι τῶν ἐν μέρει.
如果在中间有某些遗漏出现,人们应当予以谅解;因为即使是真正的地理学家,实际上也会省略许多细节。
συγγνοίη δʼ ἂν καὶ εἰ μυθώδη τινὰ προσπέπλεκται τοῖς λεγομένοις ἱστορικῶς καὶ διδασκαλικῶς, καὶ οὐ δεῖ μέμφεσθαι.
如果一些神话元素被交织在历史和教学的叙述中,人们也应当予以谅解,而不应予以责备。
οὐδὲ γὰρ ἀληθές ἐστιν, ὅ φησιν Ἐρατοσθένης, ὅτι ποιητὴς πᾶς στοχάζεται ψυχαγωγίας, οὐ διδασκαλίας· τἀναντία γὰρ οἱ φρονιμώτατοι τῶν περὶ ποιητικῆς τι φθεγξαμένων πρώτην τινὰ λέγουσι φιλοσοφίαν τὴν ποιητικήν.
因为埃拉托斯特尼所说的“每个诗人都旨在娱乐,而非教学”并不是真的;相反,关于诗学发表过见解的最聪明的人们说,诗歌是一种最初的哲学。
ἀλλὰ πρὸς Ἐρατοσθένη μὲν αὖθις ἐροῦμεν διὰ πλειόνων, ἐν οἷς καὶ περὶ τοῦ ποιητοῦ πάλιν ἔσται λόγος.
但关于反对埃拉托斯特尼的论点,我们稍后将进行更详细的讨论,届时还会再次涉及关于诗人的讨论。
§1.1.11νυνὶ δὲ ὅτι μὲν Ὅμηρος τῆς γεωγραφίας ἦρξεν, ἀρκείτω τὰ λεχθέντα.
目前,关于荷马开创了地理学,已说的话已经足够。
φανεροὶ δὲ καὶ οἱ ἐπακολουθήσαντες αὐτῷ ἄνδρες ἀξιόλογοι καὶ οἰκεῖοι φιλοσοφίας, ὧν τοὺς πρώτους μεθʼ Ὅμηρον δύο φησὶν Ἐρατοσθένης, Ἀναξίμανδρόν τε Θαλοῦ γεγονότα γνώριμον καὶ πολίτην καὶ Ἑκαταῖον τὸν Μιλήσιον· τὸν μὲν οὖν ἐκδοῦναι πρῶτον γεωγραφικὸν πίνακα, τὸν δὲ Ἑκαταῖον καταλιπεῖν γράμμα, πιστούμενον ἐκείνου εἶναι ἐκ τῆς ἄλλης αὐτοῦ γραφῆς.
而追随他的那些杰出的、精通哲学的人物也是显而易见的,埃拉托斯特尼说荷马之后的头两位是泰勒斯的熟人兼同胞阿那克西曼德,以及米利都的赫卡泰奥斯;其中前者首先出版了地理地图,而赫卡泰奥斯则留下了一部著作,根据他的其他著作,该著作被确信是属于他的。