Humanitext Reader

斯特拉波 · 地理学 §1.1.19-1.1.20

神话在地理学中的作用与地球球体说的证据

第 8 段,共 577 段 · 希腊语

内容简介

本段探讨了历史和神话在地理学中的用途与局限性,论证了作为地理学基础的几何学和天文学的必要性,并提供了地球为球体的感性证据。

§1.1.19Ἀλλὰ τοῦτο μὲν τὸ πλεονέκτημα πρὸς τὰς πράξεις· ἔχει δέ τινα καὶ θεωρίαν οὐ φαύλην ἡ πραγματεία, τὴν μὲν τεχνικήν τε καὶ μαθηματικὴν καὶ φυσικήν, τὴν δὲ ἐν ἱστορίᾳ καὶ μύθοις κειμένην οὐδὲν οὖσι πρὸς τὰς πράξεις·
但尽管这一优越性是针对于实际行动的,我们的著作也包含着并非微不足道的理论研究,其中一部分是技术、数学和物理的,而另一部分则存在于历史和神话中,这些对实际行动毫无用处。
οἷον εἴ τις λέγοι τὰ περὶ τὴν Ὀδυσσέως πλάνην καὶ Μενελάου καὶ Ἰάσονος, εἰς φρόνησιν μὲν οὐδὲν ἂν συλλαμβάνειν δόξειεν, ἣν ὁ πράττων ζητεῖ, πλὴν εἰ καταμίσγοι καὶ τῶν γενομένων ἀναγκαίων τὰ παραδείγματα χρήσιμα· διαγωγὴν δʼ ὅμως πορίζοι ἂν οὐκ ἀνελεύθερον τῷ ἐπιβάλλοντι ἐπὶ τοὺς τόπους τοὺς παρασχόντας τὴν μυθοποιίαν.
例如,若有人讲述奥德修斯、梅涅劳斯和伊阿宋的漂泊,似乎对行动者所追求的智慧毫无贡献,除非他将实际发生的必要事件中的有用先例融入其中;然而,对于那些亲自致力于提供神话素材的土地的人来说,这仍然会提供一种并非不体面的消遣。
καὶ γὰρ τοῦτο ζητοῦσιν οἱ πράττοντες διὰ τὸ ἔνδοξον καὶ τὸ ἡδύ, ἀλλʼ οὐκ ἐπὶ πολύ· μᾶλλον γὰρ σπουδάζουσιν, ὡς εἰκός, περὶ τὰ χρήσιμα.
因为行动者也会为了名声和快乐而追求这一点,但并不会过度;因为很自然地,他们对有用的事物更为热心。
διόπερ καὶ τῷ γεωγράφῳ τούτων μᾶλλον ἢ ἐκείνων ἐπιμελητέον.
因此,地理学家也必须对前者比对后者更为关注。
ὡς δʼ αὕτως ἔχει καὶ περὶ τῆς ἱστορίας καὶ περὶ τῶν μαθημάτων· καὶ γὰρ τούτων τὸ χρήσιμον ἀεὶ μᾶλλον ληπτέον καὶ τὸ πιστότερον.
历史和数学的情况也是如此;因为对于这些,我们也必须始终把握其有用和更可信的部分。
§1.1.20μάλιστα δὲ δοκεῖ, καθάπερ εἴρηται, γεωμετρίας τε καὶ ἀστρονομίας δεῖν τῇ τοιαύτῃ ὑποθέσει.
但是,正如已经说过的,这一假定最需要几何学和天文学。
καὶ δεῖ μὲν ὡς ἀληθῶς· σχήματα γὰρ καὶ κλίματα καὶ μεγέθη καὶ τὰ ἄλλα τὰ τούτοις οἰκεῖα οὐχ οἷόν τε λαβεῖν καλῶς ἄνευ τῆς τοιαύτης μεθόδου.
而这确实是真实的需要;因为若无此类方法,便不可能妥善掌握图形、气候、大小以及其他与这些相适应的事物。
ἀλλʼ ὥσπερ τὰ περὶ τὴν ἀναμέτρησιν τῆς ὅλης γῆς ἐν ἄλλοις δεικνύουσιν, ἐνταῦθα δὲ ὑποθέσθαι δεῖ καὶ πιστεῦσαι τοῖς ἐκεῖ δειχθεῖσιν ὑποθέσθαι δὲ καὶ σφαιροειδῆ μὲν τὸν κόσμον, σφαιροειδῆ δὲ καὶ τὴν ἐπιφάνειαν τῆς γῆς, ἔτι δὲ τούτων πρότερον τὴν ἐπὶ τὸ μέσον τῶν σωμάτων φοράν.
但是,正如关于整个地球测量的事物已在其他著作中被证明,在此处我们也必须予以假定,并相信在那些著作中被证明的事物;并且假定宇宙是球形的,地球表面也是球形的,而在此之前,还要假定物体向着中心的运动。
ταῦτα μὲν οὖν ἐπεὶ τῆς αἰσθήσεως ἢ τῶν κοινῶν ἐννοιῶν ἐγγύς ἐστιν εἰ ἄρα, ἐπισημηνάμενοι ἐπὶ κεφαλαίῳ μικρά· οἷον ὅτι ἡ γῆ σφαιροειδής, ἐκ μὲν τῆς ἐπὶ τὸ μέσον φορᾶς πόρρωθεν ἡ ὑπόμνησις καὶ τοῦ ἕκαστον σῶμα ἐπὶ τὸ αὑτοῦ ἄρτημα νεύειν, ἐκ δὲ τῶν κατὰ πελάγη καὶ τὸν οὐρανὸν φαινομένων ἐγγύθεν· καὶ γὰρ ἡ αἴσθησις ἐπιμαρτυρεῖν δύναται καὶ ἡ κοινὴ ἔννοια.
因此,既然这些事物感觉或共同观念,如果需要的话,让我们简要地指出一些大纲;例如,地球是球形的:对于这一点的提醒,从远处看,来自向着中心的运动以及每个物体向其自身重心倾斜,而从近处看,则来自海上和天空中的现象;因为感觉和共同观念都能够对此作出见证。
φανερῶς γὰρ ἐπιπροσθεῖ τοῖς πλέουσιν ἡ κυρτότης τῆς θαλάττης, ὥστε μὴ προσβάλλειν τοῖς πόρρω φέγγεσι τοῖς ἐπʼ ἴσον ἐξῃρμένοις τῇ ὄψει.
因为显然,海洋的弧度遮挡了航海者的视线,使他们无法看到与视线等高抬起的远方光亮。
ἐξαρθέντα γοῦν πλέον τῆς ὄψεως ἐφάνη, καίτοι πλέον ἀποσχόντα αὐτῆς· ὁμοίως δὲ καὶ αὐτὴ μετεωρισθεῖσα εἶδε τὰ κεκρυμμένα πρότερον.
无论如何,一旦光亮抬高到视线之上,它们就会显现出来,尽管它们离视线更远;同样地,当视线本身抬高时,它也能看到之前被隐藏的事物。
ὅπερ δηλοῖ καὶ ὁ ποιητής· τοιοῦτον γάρ ἐστι καὶ τό ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
这一点诗人也表明了;因为以下诗句也是如此:非常敏锐地向前眺望,被大浪抬高时。
καὶ τοῖς προσπλέουσι δὲ ἀεὶ καὶ μᾶλλον ἀπογυμνοῦται τὰ πρόσγεια μέρη καὶ τὰ φανέντα ἐν ἀρχαῖς ταπεινὰ ἐξαίρεται μᾶλλον.
而对于向着陆地航行的人来说,靠近陆地的部分总是越来越显露出来,起初显得低矮的事物会被抬得更高。
τῶν τε οὐρανίων ἡ περιφορὰ ἐναργής ἐστι καὶ ἄλλως καὶ ἐκ τῶν γνωμονικῶν· ἐκ δὲ τούτων εὐθὺς ὑποτείνει καὶ ἡ ἔννοια, ὅτι ἐρριζωμένης ἐπʼ ἄπειρον τῆς γῆς οὐκ ἂν ἡ τοιαύτη περιφορὰ συνέβαινε.
天体的运行也是显而易见的,无论是通过其他方式,还是通过日晷的观测;从这些中立即可以推导出这一观念,即如果地球在无限深处扎根,这样的运行就不会发生。
καὶ τὰ περὶ τῶν κλιμάτων δὲ ἐν τοῖς περὶ τῶν οἰκήσεων δείκνυται.
而关于气候的事物,则在关于居住地的论述中予以证明。

词汇与语法注释

  1. 1.1.19οὐδὲν οὖσι — 分词 `οὖσι` 是与格复数(中性或阳性),与 `ἱστορίᾳ καὶ μύθοις`(历史与神话)一致。`οὐδὲν` 是副词性宾格,整体形成一个分词短语,意为“对实际行动(πράξεις)毫无用处”。
  2. 1.1.20εἰ ἄρα, ἐπισημηνάμενοι ἐπὶ κεφαλαίῳ μικρά — 条件句 `εἰ ἄρα`(如果这样 / 如果需要的话)省略了主动词(如第一人称复数的劝诱语气虚拟语气,如“让我们说”)。随后的不定过去时分词 `ἐπισημηνάμενοι`(主格复数阳性)指向省略的主语“我们”,补充了主要动作“简要指出”。
  3. 1.1.20ἐξαρθέντα γοῦν πλέον τῆς ὄψεως ἐφάνη — 动词 `ἐφάνη` 的主语是从前句的 `τοῖς πόρρω φέγγεσι`(远方的光)中推导出的中性复数名词(光亮,`τὰ φέγγη`)。根据希腊语语法规则,中性复数主语与单数动词 `ἐφάνη` 连用。分词 `ἐξαρθέντα` 是中性复数,与该主语一致。

引用这一段

斯特拉波, 地理学 §1.1.19-1.1.20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.1.19-1.1.20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。