Humanitext Reader

斯特拉波 · 地理学 §1.1.12-1.1.15

天文学与几何学在地理学中的必要性

第 5 段,共 577 段 · 希腊语

内容简介

斯特拉博引用喜帕恰斯等人的观点,阐明地理学研究不可或缺天文学和几何学等广博的知识,并论述了地理学是一门将地上事物与天上事物融为一体的学科。

§1.1.12Ἀλλὰ μὴν ὅτι γε δεῖ πρὸς ταῦτα πολυμαθείας, εἰρήκασι συχνοί.
然而,许多人已经指出,要做到这些确实需要广博的知识。
εὖ δὲ καὶ Ἵππαρχος ἐν τοῖς πρὸς Ἐρατοσθένην διδάσκει, ὅτι παντὶ καὶ ἰδιώτῃ καὶ τῷ φιλομαθοῦντι τῆς γεωγραφικῆς ἱστορίας προσηκούσης, ἀδύνατον λαβεῖν ἄνευ τῆς τῶν οὐρανίων καὶ τῆς τῶν ἐκλειπτικῶν τηρήσεων ἐπικρίσεως·
喜帕恰斯在反对埃拉托斯特尼的著作中也极好地阐明了,既然地理学的知识适用于所有人——无论是普通人还是热爱学习的人——那么如果不借助对天体和日月食观测的判断,就不可能掌握它。
οἷον Ἀλεξάνδρειαν τὴν πρὸς Αἰγύπτῳ, πότερον ἀρκτικωτέρα Βαβυλῶνος ἢ νοτιωτέρα, λαβεῖν οὐχ οἷόν τε, οὐδʼ ἐφʼ ὁπόσον διάστημα, χωρὶς τῆς διὰ τῶν κλιμάτων ἐπισκέψεως.
例如,如果不通过纬度进行考察,就无法确定埃及附近的亚历山大里亚和巴比伦相比,是更偏北还是更偏南,也无法确定相距多远。
ὁμοίως τὰς πρὸς ἕω παρακεχωρηκυίας ἢ πρὸς δύσιν μᾶλλον καὶ ἧττον οὐκ ἂν γνοίη τις ἀκριβῶς πλὴν εἰ διὰ τῶν ἐκλειπτικῶν ἡλίου καὶ σελήνης συγκρίσεων.
同样,对于或多或少偏东或偏西的地方,除非通过日食和月食的对比,否则任何人也无法精确地知晓。
§1.1.13οὗτός τε δὴ ταῦτά φησι, καὶ πάντες, ὅσοι τόπων ἰδιότητας λέγειν ἐπιχειροῦσιν, οἰκείως προσάπτονται καὶ τῶν οὐρανίων καὶ γεωμετρίας, σχήματα καὶ μεγέθη καὶ ἀποστήματα καὶ κλίματα δηλοῦντες καὶ θάλπη καὶ ψύχη καὶ ἁπλῶς τὴν τοῦ περιέχοντος φύσιν.
他确实是这样说的,而且所有试图描述地方特性的人,都理所当然地涉足天文学和几何学,阐明形状、大小、距离、纬度、冷热,简而言之,就是周围环境(大气)的性质。
ἐπεὶ καὶ οἶκον κατασκευάζων οἰκοδόμος ταῦτα ἂν προορῷτο καὶ πόλιν κτίζων ἀρχιτέκτων, μή τί γε ὅλην ἐπισκοπῶν τὴν οἰκουμένην ἀνήρ· πολὺ γὰρ τούτῳ προσήκει μᾶλλον.
因为即使是建造房屋的工匠也会预先考虑这些,创建城市的建筑师更是如此,更不用说考察整个居住世界的地理学家了;因为这些知识对他来说要合适得多。
ἐν μὲν γὰρ τοῖς μικροῖς χωρίοις τὸ πρὸς ἄρκτους ἢ πρὸς νότον κεκλίσθαι παραλλαγὴν οὐ πολλὴν ἔχει, ἐν δὲ τῷ παντὶ κύκλῳ τῆς οἰκουμένης πρὸς ἄρκτον μὲν τὸ μέχρι τῶν ὑστάτων ἐστὶ τῆς Σκυθίας ἢ τῆς Κελτικῆς, μέχρι δὲ τῶν ὑστάτων Αἰθιόπων τὰ πρὸς νότον· τοῦτο δὲ παμπόλλην ἔχει διαφοράν.
在微小的区域内,向北或向南倾斜并没有太大的差别,但在整个居住世界的圆环中,北至斯基泰或凯尔特的最远端,南至埃塞俄比亚的最远端,这就会产生极大的差别。
ὁμοίως δὲ καὶ τὸ παρʼ Ἰνδοῖς οἰκεῖν ἢ παρʼ Ἴβηρσιν· ὧν τοὺς μὲν ἑῴους μάλιστα τοὺς δὲ ἑσπερίους, τρόπον δέ τινα καὶ ἀντίποδας ἀλλήλοις ἴσμεν.
同样,居住在印度人那里或居住在伊比利亚人那里也是如此;我们知道,前者最偏东,后者最偏西,在某种意义上他们互为对跖地。
§1.1.14πᾶν δὲ τὸ τοιοῦτον ἐκ τῆς τοῦ ἡλίου καὶ τῶν ἄλλων ἄστρων κινήσεως τὴν ἀρχὴν ἔχον καὶ ἔτι τῆς ἐπὶ τὸ μέσον φορᾶς ἀναβλέπειν ἀναγκάζει πρὸς τὸν οὐρανὸν καὶ πρὸς τὰ φαινόμενα παρʼ ἑκάστοις ἡμῶν τῶν οὐρανίων· ἐν δὲ τούτοις ἐξαλλάξεις ὁρῶνται παμμεγέθεις τῶν οἰκήσεων.
所有这些事情,都起源于太阳和其他星体的运动,以及向着中心(地球)的运动,这迫使我们仰望天空,观察我们每个人所在地可见的天文现象;而在这些现象中,不同居住地的差异是极其巨大的。
τίς ἂν οὖν διαφορὰς τόπων ἐκτιθέμενος καλῶς καὶ ἱκανῶς διδάσκοι, μὴ φροντίσας τούτων μηδενὸς μηδʼ ἐπὶ μικρόν;
因此,在阐述地方差异时,如果对这些事情毫无顾及,甚至连微不足道的一点都不考虑,又有谁能把地理学教得既好又充分呢?
καὶ γὰρ εἰ μὴ δυνατὸν κατὰ τὴν ὑπόθεσιν τὴν τοιαύτην ἅπαντα ἀκριβοῦν διὰ τὸ εἶναι πολιτικωτέραν, τό γε ἐπὶ τοσοῦτον, ἐφʼ ὅσον καὶ τῷ πολιτικῷ παρακολουθεῖν δυνατόν, προσήκοι ἂν εἰκότως.
因为,即使在这种假设下,由于地理学更具实用(政治)性质,无法将所有事情都精确化,但至少在实用(政治)家所能理解和跟进的范围内,这理所当然是应该具备的。
§1.1.15̔ο δʼ οὕτω μετεωρίσας ἤδη τὴν διάνοιαν οὐδὲ τῆς ὅλης ἀπέχεται γῆς·
而已经如此将思想提升到高处的人,绝不会置整个地球于不顾。
φαίνεται γὰρ γελοῖον, εἰ τὴν οἰκουμένην γλιχόμενος σαφῶς ἐξειπεῖν τῶν μὲν οὐρανίων ἐτόλμησεν ἅψασθαι καὶ χρήσασθαι πρὸς τὴν διδασκαλίαν, τὴν δʼ ὅλην γῆν, ἧς μέρος ἡ οἰκουμένη, μήθʼ ὁπόση μήθʼ ὁποία τις μήθʼ ὅπου κειμένη τοῦ σύμπαντος κόσμου, μηδὲν ἐφρόντισε, μηδʼ εἰ καθʼ ἓν μέρος οἰκεῖται μόνον τὸ καθʼ ἡμᾶς ἢ κατὰ πλείω καὶ πόσα· ὡς δʼ αὕτως καὶ τὸ ἀοίκητον αὐτῆς πόσον καὶ ποῖόν τι καὶ διὰ τί.
因为,如果一个人渴望清晰地描述居住世界,敢于涉足天体并将其用于教学,但对于作为居住世界一部分的整个地球,既不关心它有多大,也不关心它是什么样的,不关心它在整个宇宙中处于什么位置,甚至不关心是只有我们这一部分有人居住,还是有更多部分有人居住、有几部分,同样也不关心不宜人居的部分有多大、是什么性质、为什么,这就显得滑稽了。
ἔοικεν οὖν μετεωρολογικῇ τινι πραγματείᾳ καὶ γεωμετρικῇ συνῆφθαι τὸ τῆς γεωγραφίας εἶδος τὰ ἐπίγεια τοῖς οὐρανίοις συνάπτον εἰς ἕν, ὡς ἐγγυτάτω ὄντα ἀλλὰ μὴ διεστῶτα τοσοῦτον ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης.
因此,地理学这一学科似乎与气象学和几何学的研究相联系,将地上的事物与天上的事物连结为一体,因为它们实际上极其接近,而并非相隔甚远,就像 “天离地有多远”那样。
φέρε δὴ τῇ τοσαύτῃ πολυμαθείᾳ προσθῶμεν τὴν ἐπίγειον ἱστορίαν, οἷον ζῴων καὶ φυτῶν καὶ τῶν ἄλλων, ὅσα χρήσιμα ἢ δύσχρηστα φέρει γῆ τε καὶ θάλασσα· οἶμαι γὰρ ἐναργὲς ἂν γενέσθαι μᾶλλον ὃ λέγω.
那么,让我们在如此广博的知识中,再加上关于地上的历史(研究),例如关于动物、植物以及其他陆地和海洋所带来的有益或有害的事物的研究;因为我想,这样一来我所说的话就会变得更加清晰了。

词汇与语法注释

  1. 1.1.12παντὶ καὶ ἰδιώτῃ καὶ τῷ φιλομαθοῦντι τῆς γεωγραφικῆς ἱστορίας προσηκούσης — 此部分构成了属格独立结构(genitive absolute)。分词 προσηκούσης 的主语是 τῆς γεωγραφικῆς ἱστορίας,而与格的 παντὶ καὶ ἰδιώτῃ καὶ τῷ φιλομαθοῦντι 则是该分词(意为“适合于……”或“与……相关”)所要求的补语。整句意为“既然地理学的知识适用于所有人,无论是普通人还是热爱学习的人”。
  2. 1.1.13μή τί γε ὅλην ἐπισκοπῶν τὴν οἰκουμένην ἀνήρ — 短语 μή τί γε 是一个惯用表达,意为“更不用说”或“更不用提”(在此处带有“更不用说”的正向强调含义)。它引出了一种对比:如果建造房屋的工匠或城市规划的建筑师都要预先考虑这些,那么考察整个居住世界的“人”(地理学家)就更是如此了。
  3. 1.1.14τό γε ἐπὶ τοσοῦτον — 此短语在主句中起限定作用,意为“至少在这一程度上”,并与后文由 ἐφ' ὅσον 引出的关系从句(意为“在……的范围内”)相呼应。句末带有 ἄν 的希求法动词 προσήκοι ἂν 表示潜在语气,意为“理所当然应当具备/适合”。
  4. 1.1.15ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης — 引用自荷马史诗《伊利亚特》(如第8卷第16行)的诗句。这里使用了史诗/伊奥尼亚方言形式 γαίης,而非雅典方言的 γῆς。

引用这一段

斯特拉波, 地理学 §1.1.12-1.1.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:1.1.12-1.1.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。