§68.1Fr. 68
Ἔστιν ὁ τόπος, ὡς λέγει Θ., ἀρχή τις ἢ στοχεῖον ἀφʼ οὗ λαμβάνομεν τὰς περὶ ἕκαστον ἀρχὰς, ἐπιστήσαντες τὴν διάνοιαν, τῇ περιγραφῇ μὲν ὡρισμένως, ἢ γὰρ περιλαμβάνει τὰ κοινά τε καὶ καθόλου ἅ ἐστι τὰ κύρια τῶν συλλογισμῶν, ἢ δύναταί γε ἐξ αὐτῶν τὰ τοιαῦτα δείκνυσθαί τε καὶ λαμβάνεσθαι, - τοῖς δὲ καθʼ ἕκαστα ἀορίστως· ἀπὸ τούτων γὰρ ὁρμώμενον ἔστιν εὐπορεῖν προτάσεως ἐνδόξου πρὸς τὸ προκείμενον· τοῦτο γὰρ ἡ ἀρχή.
正如泰奥弗拉斯托斯所说,论题(topos)是某种原理或元素,我们专注心思于其上,便能从中获取关于各事物的原理,这在规定上是确定地——因为,它要么包含作为推论主干的共同且普遍的事物,或者至少可以从它们之中论证并获取此类事物——但在具体事物上则是不确定地;因为,从这些出发,人们便能为摆在面前的问题轻易获得合乎常理的前提;因为这就是原理。