Humanitext Reader

泰奥弗拉斯托斯 · 残篇 §53b.1

潜能理智与能动理智的本性及其受动

第 44 段,共 196 段 · 希腊语

内容简介

引用了泰奥弗拉斯托斯关于潜能理智与能动理智的讨论,探讨了理智如何既是外来的又是同生的、非身体理智受动的本质,以及与身体结合的可消灭理智与可分离的不朽理智之间的区别。

§53b.1Fr. 53b Ἄμεινον δὲ τὰ Θεοφράστου παραθέσθαι περί τε τοῦ δυνάμει νοῦ καὶ τοῦ ἐνεργείᾳ.
最好将泰奥弗拉斯托斯关于潜能理智与现实理智的言论并列出来。
Περὶ μὲν οὖν τοῦ δυνάμει τάδε φησίν· "Ὁ δὲ νοῦς πῶς ποτὲ ἔξωθεν ὢν καὶ ὥσπερ ἐπίθετος ὅμως συμφυὴς, καὶ τίς ἡ φύσις αὐτοῦ;
关于潜能理智,他是这样说的:“但是,理智既然来自外部,仿佛是附加的,又如何竟是同生的呢? 它的本性又是什么呢?
τὸ μὲν γὰρ μηδὲν εἶναι κατʼ ἐνέργειαν δυνάμει δὲ πάντα, καλῶς, ὥσπερ καὶ ἡ αἴσθησις.
因为说它在现实中无一物,但在潜能中是一切,这是很对的,就像感觉一样。
Οὐ γὰρ οὕτως ληπτέον ὡς οὐδὲ αὐτός· ἐριστικὸν γάρ· ἀλλʼ ὡς ὑποκειμένην τινὰ δύναμιν καθάπερ καὶ ἐπὶ τῶν ὑλικῶν.
因为不应该这样理解,以至于它自身也什么都不是——因为那是诡辩——而应该理解为某种潜在的能力,就像在物质实体的情形中一样。
Ἀλλὰ τὸ ἔξωθεν ἄρα οὐχ ὡς ἐπίθετον ἀλλʼ ὡς ἐν τῇ πρώτῃ γενέσει συμπεριλαμβανόμενον θετέον.
然而,‘来自外部’不应被设定为附加的,而应被设定为在最初的生成中就已经包含在内的。
Πῶς δέ ποτε γίνεται τὰ νοητὰ καὶ τί τὸ πάσχειν αὐτόν;
那么,可想物究竟是如何产生的? 理智自身的受动又是什么?
δεῖ γὰρ, εἴπερ εἰς ἐνέργειαν ἥξει, καθάπερ ἡ αἴσθησις·
因为,如果它要进入现实活动,就必须像感觉一样受动。
ἀσωμάτῳ δὲ ὑπὸ σώματος τί τὸ πάθος, ἢ ποία μεταβολή, καὶ πρότερον ἀπʼ ἐκείνου ἡ ἀρχὴ ἢ ἀπʼ αὐετοῦ;
但是,非身体的东西受到身体的作用,其受动是什么,或者说是什么样的变化? 其起点是首先来自前者,还是来自理智自身?
τὸ μὲν χὰρ πάσχειν ἀπʼ ἐκείνου δόξειεν ἂν, οὐδὲν γὰρ ἀφʼ ἑαυτοῦ τῶν ἐν πάθει, τὸ δὲ ἀρχὴ πάντων εἶναι καὶ ἐπʼ αὐτῷ τὸ νοεῖν καὶ μὴ ὥσπερ ταῖς αἰσθήσεσιν ἀπʼ αὐτοῦ.
因为受动似乎来自前者,因为处于受动状态的事物没有一个是自发产生的;但是,理智是一切的起点,且思考在它自己的控制之下,而不像感觉那样来自对象,[这表明了相反的情况]。
Τάχα δʼ ἂν φανείη καὶ τοῦτο ἄτοπον, εἰ ὁ νοῦς ὕλης ἔχει φύσιν μηδὲν ὣν ἅπαντα δὲ δυνατός" ἔστι δὲ ἐν τῷ πέμπτῳ τῶν Φυσικῶν, δευτέρῳ δὲ τῶν περὶ Ψυχῆς ἀπαθὴς γὰρ, φησὶν, ὁ νοῦς, εἰ μὴ ἄρα ἄλλως παθητικὸς, καὶ ὅτι τὸ παθητικὸν ὑπʼ αὐτοῦ οὐχ ὡς τὸ κινητικὸν ληπτέον, ἀτελὴς γὰρ ἡ κίνησις, ἀλλʼ ὡς ἐνέργειαν.
而且,如果理智具有物质的本性,自身无一物却能成为一切,这或许也会显得奇怪。 ”——这见于《物理学》第五卷,即《论灵魂》第二卷——因为他说理智是无受动的,除非在其他意义上是受动的,并且他说,他所谓的“受动”不应被理解为涉及运动的受动(因为运动是不完全的),而应被理解为现实活动。
Καὶ προϊών φησι τὰς μὲν αἰσθήσεις οὐκ ἄνευ σώματος, τὸν δὲ νοῦν χωριστόν.
他继续说道,感觉不能没有身体,而理智是可分离的。
Ἁψάμενος δὲ καὶ τῶν περὶ τοῦ ποιητικοῦ νοῦ διωρισμένων Ἀριστοτέλει, ἐκεῖνο, φησὶν, ἐπισκεπτέον, ὁ δή φαμεν ἐν πάσῃ φύσει τὸ μὲν ὡς ὕλην καὶ δυνάμει τὸ δὲ αἴτιον καὶ ποιητικὸν, καὶ, ὅτι ἀεὶ τιμιώτερον τὸ ποιοῦν τοῦ πάσχοντος καὶ ἡ ἀρχὴ τῆς ὕλης·
在触及亚里士多德关于能动理智所作的规定时,他说,必须考察我们通常在每种自然中所说的那一点,即一部分作为物质和潜能,另一部分作为原因和能动,且能动者总是比受动者更尊贵,起点(原理)比物质更尊贵。
ταῦτα μὲν ἀποδέχεται, διαπορεῖ δέ·
他接受了这些,但提出了疑问:“那么这两个自然是什么?
τίνες οὖν αὗται αἱ δύο φύσεις, καὶ τί πάλιν τὸ ὑποκείμενον ἢ συνηρτημένον τῷ ποιητικῷ, μικτὸν γάρ πως ὁ νοῦς ἔκ τε τοῦ ποιητικοῦ καὶ τοῦ δυνάμει·
与能动者相对的基质或与它相联结的东西又是什么? 因为理智在某种意义上是由能动理智和潜能理智混合而成的。
εἰ μὲν οὖν σύμφυτος ὁ κινῶν, καὶ εὐθὺς ἐχρῆν καὶ ἀεί· εἰ δὲ ὕστερον, μετὰ τίνος, καὶ πῶς ἡ γένεσις;
因此,如果推动者是同生的,它就应该立即且始终[在活动];但如果是后来才有的,又是伴随什么,其生成又是如何?
ἔοικεν οὖν καὶ ἀγέννητος εἴπερ καὶ ἄφθαρτος.
所以,如果它也是不朽的,那么它似乎也是无生的。
Ἐνυπάρχων δʼ οὖν διὰ τί οὐκ ἀεί;
然而,既然它是内在的,为什么不始终[活动]呢?
ἢ διὰ τί λήθη καὶ ἀπάτη καὶ ψεῦδος, ἢ διὰ τὴν μίξιν;
或者为什么会有遗忘、欺骗和虚假? 是因为混合吗?
ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν ὅτι οὐ φαύλως ὑπονοοῦμεν ἄλλον μέν τινα παρʼ αὐτοῖς εἶναι τὸν παθητικὸν νοῦν καὶ φθαρτὸν, ὃν καὶ κοινὸν ὀνομάζουσι, καὶ ἀχώριστον τοῦ σώματος, καὶ διὰ τὴν πρὸς τοῦτο μίξιν τὴν λήθην καὶ τὴν ἀπάτην γίνεσθαι, φησὶν ὁ Θ., ἄλλον δὲ τὸν ὥσπερ συγκείμενον ἐκ τοῦ δυε͂ νάμει καὶ ἐνεργείᾳ, ὃν καὶ χωριστὸν εἶναι τοῦ σώματος τιθέασι καὶ ἄφθαρτον καὶ ἀγέννητον, καὶ πὼς μὲν δύο φύσεις τούτους τοὺς νοῦς, πὼς δὲ μίαν.
”从所有这些可以明显看出,我们并非毫无根据地推测,在他们那里,一方面存在着另一种受动的、可消灭的理智,他们也称之为“共通理智”,它与身体不可分离,泰奥弗拉斯托斯说,正是由于它与身体的混合,才产生了遗忘和欺骗;另一方面,存在着另一种仿佛由潜能和现实合成的理智,他们设定它与身体可分离、不朽且无生。 这也表明了这两个理智在何种意义上是两个自然,又在何种意义上是一个自然。
Ἓν γὰρ τὸ ἐξ ὕλης καὶ εἴδους.
因为由物质和形式构成的实体是一。

词汇与语法注释

  1. Fr. 53bὡς οὐδὲ αὐτός — `οὐδὲ αὐτός` 是 `οὐδὲ αὐτὸς ὁ νοῦς μηδέν ἐστι`(理智自身也并非什么都不是)的省略。说明作为潜能的理智不应被理解为完全不存在的虚无。
  2. Fr. 53bτὸ μὲν χὰρ πάσχειν ... τὸ δὲ ἀρχὴ πάντων εἶναι — `τὸ μὲν ... τὸ δὲ ...` 的对比结构。前半部分有述语 `δόξειεν ἂν`,但后半部分 `τὸ δὲ ἀρχὴ πάντων εἶναι ...` 则没有主动词,在构词上不对称。语境中,后半部分应根据理智自身是能动起点这一根据,补充“指向相反结论”或“表明并非如此”的含义来理解。
  3. Fr. 53bτὸ παθητικὸν ὑπʼ αὐτοῦ — `ὑπʼ αὐτοῦ` 的解释。可以理解为“被他(泰奥弗拉斯托斯)所言的(受动)”,也可以理解为“被它(能动者)所作用(而受动)”。结合紧接在前的书目插入上下文,将其解释为“由他”(指泰奥弗拉斯托斯在定义中所表述的“受动”)更为自然。
  4. Fr. 53bεἰ μὲν οὖν σύμφυτος ὁ κινῶν, καὶ εὐθὺς ἐχρῆν καὶ ἀεί — 在非人称动词 `ἐχρῆν`(本应当)之后省略了如 `ἐνεργεῖν`(活动)或 `νοεῖν`(思考)等不定式。此处提出了一个佯谬:如果推动/能动的理智是同生的,它就应该从一开始就始终处于思考状态。

引用这一段

泰奥弗拉斯托斯, 残篇 §53b.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg010x09.humanitext-grc1:53b.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。