§18.1Fr. 18
Ὅλως δὲ ὡς κοινῶς εἰπεῖν ἀπὸ τῶν αἰσθήσεων καὶ τῶν αἰσθητῶν τῶν περὶ τῶν φυσικῶν ἀρχῶν ἀλήθειαν ἀνιχνευτέον καὶ Θεοφράστῳ πειθομένοις ὃς περὶ τούτου ζητῶν ἐν πρώτῳ τῶν Φυσικῶν τάδε γέγραφε·
Fr. 18 总而言之,一般说来,关于自然原理的真理,必须从感觉和可感之物中去探寻,对于追随泰奥弗拉斯托斯的人来说也是如此。
Ἐπεὶ δὲ οὐκ ἄνευ μὲν κινήσεως οὐδὲ περὶ ἑνὸς λεκτέον· πάντα γὰρ ἐν κινήσει τὰ τῆς φύσεως· ἄνευ δὲ ἀλλοιωτικῆς καὶ παθητικῆς οὐχ ὑπὲρ τῶν περὶ τὸ μέσον, εἰς ταῦτά τε καὶ περὶ τούτων λέγοντας οὐχ οἷόν τε καταλιπεῖν τὴν αἴσθησιν ἀλλʼ ἀπὸ ταύτης ἀρχομένους πειρᾶσθαι χρὴ θεωρεῖν ἢ τὰ φαινόμενα λαμβάνοντας καθʼ ἑαυτὰ ἢ ἀπὸ τούτων εἴ τινες ἄρα κυριώτεραι καὶ πρότεραι τούτων ἀρχαί·
他在《物理学》第一卷中探讨这一问题时写道:“既然,一方面,离开运动就不能谈论任何单一的事物——因为自然的一切都在运动之中——另一方面,离开属于质变和受动的运动就不能谈论关于中心周围的事物,那么对于将论述指向这些并谈论它们的人来说,就不能抛弃感觉,而是必须从感觉出发,努力去考察,要么是将现象本身作为考察的对象,要么是从这些现象出发,看是否有什么比它们更根本、更在先的原理。
καὶ κάλλιον οἶμαι τοιοῦτόν τινα τρόπον τὴν ἀπὸ τῶν ἡμῖν γνωριμωτέρων ἐπὶ τὰς ἀρχὰς ἐπίβασιν γίνεσθαι.
而且我认为,从对我们而言更明白易懂的事物向原理的过渡,以这样一种方式进行会更好。 ”