Humanitext Reader

泰奥弗拉斯托斯 · 论汗 §1-7

汗液的生成机制与气味成分的成因

第 1 段,共 5 段 · 希腊语

内容简介

探讨汗水的产生机制及其性质(咸味、酸味、恶臭等)的成因,特别是论述了年龄和健康状况(消化能力)如何影响汗液的气味。

§1Ὁ ἱδρὼς πότερον ἐξ ὑγρότητος εὐθὺς ἐκκρινομένης γίνεται ἢ πνεύματος συμφύτου διιόντος διὰ τῆς σαρκὸς εἴ γʼ ἔξω πήγνυται καὶ συνίσταται καταψυχόμενος, ἕτερος ἔστω ἐν ἄλλοις λόγος.
汗究竟是来自随即分泌的湿气,还是来自穿过肉体的同生精气(若它确实是在体外遇冷凝结并积聚的话),这且作为别处的另一讨论。
Διότι δὲ ἁλμυρὸς ἢ ὀξὺς ἢ κακώδης ἢ τὰς ἄλλας ἔχων διαφορὰς νῦν πειρατέον θεωρεῖν.
但它为何是咸的、或酸的、或有恶臭的,或具有其他差异,我们现在必须试着予以考察。
§2Ἁλμυρὸς μὲν οὖν γίνεται διότι τὸ ἀλλότριον ἐκκρίνεται, πρὸς φύσιν τῆς σαρκὸς ἐξανηλωμένου τοῦ γλυκυτάτου καὶ κουφοτάτου· τὸ γὰρ τοιοῦτον ἐν μὲν τῇ ὑποστάσει τῇ κατὰ τὴν κύστιν οὖρον, ἐν δὲ τῇ σαρκὶ ἱδρὼς καλεῖται· πλὴν ὅτι συμβαίνει τὸ μὲν αὐωτομάτως καὶ οἷον αὐτῆς τῆς φύεως ἐργαζομένης ὑφίστασθαι, τὸν ἱδρῶτα δʼ ἐκκρίνεσθαι διὰ τὴν κίνησιν ἢ πόνον ἢ ἁπλῶς τὴν τοῦ θερμοῦ καὶ πνεύματος δύναμιν, διὸ καὶ τὸ μὲν ἀεὶ τὸ δʼ οὐκ ἀεί.
因此,汗变得咸是因为异物被分泌出来,而最甜且最轻的部分相对于肉体的自然状态已被消耗殆尽;因为这种物质在膀胱的沉积物中被称为尿,而在肉体中则被称为汗;只不过前者是自发地、仿佛自然本身在起作用般沉积下来,而汗的排出则是由于运动、劳累,或者仅仅是由于热力与精气的力量,因此前者是持续的,而后者并非持续的。
Συνεχὴς δʼ οὐχ ἧττον ἡ τοῦ πνεύματος ἔκκρισις, ἄφαντος δὲ τῇ αἰσθήσει καθάπερ ἀτμίζοντος ἀεὶ τοῦ σώματος.
但精气的排出同样是连续不断的,只是感觉上无法察觉,仿佛身体一直在蒸发。
§3Ἁλμυρὸς δὲ ὅτι ἄπεπτος, τὸ δὲ πεπεμμένον γλυκὺ, τὸ δʼ ἐπιπολῆς ὑδατῶδες ὥσπερ τὸ φλέγμα καὶ δάκρυον.
又因为未消化的部分是咸的,而消化了的是甜的,表面的是水状的,如同粘液和眼泪。
Τάχα δὲ ταῦτα μὲν εὐλόγως, τὸ μὲν ὅτι ἀπὸ τῆς τροφῆς, τὸ δʼ ὅτι ἀπὸ τῶν περὶ τὸν ἐγκέφαλον.
或许这些都是合理的,前者是因为来自食物,后者是因为来自大脑周围。
Ὁ δʼ ἱδρὼς κἁθάπερ ἐκ σαρκὸς καὶ φλεβὸς ἐν οἶς ἤδη μεταβολὴ τῆς τροφῆς, καὶ τύπῳ τοιαύτη καὶ οὕτως ὥσπερ κατὰ τὸν ἐγκέφαλον.
但汗仿佛来自肉体和血管,在其中食物已经发生了转变,其形态大致如此,且与大脑中的情况相同。
Ἐπεὶ καὶ ἐνταῦθʼ ὅταν ἐκ συντήξεως ἢ ἄλλου τινὸς πάθους γένηται ἁλμυρὸν τὸ πτύελον καὶ τὸ δάκρυον.
因为在脑部,每当因消耗或其他病症而发生时,唾液和眼泪也会变咸。
§4Ἢ τούτῳ μὲν μαρτυρεῖ τῷ λόγῳ τὸ πρότερον ὅτι ἱδρὼς πᾶς ἁλμυρός.
或者,先前的说法——即所有的汗都是咸的——证明了这一论点。
Εἰ δὲ πορρωτέρωθεν ἁλυκώτερος * οὗτος δὲ μᾶλλον τῇ προσφύσει δόξειεν, οὐκ ἂν τοῦ ἀλυσιτελοῦς ἡ ἔκκρισις εἴη.
如果来自更深处的汗更咸,* 且这似乎更因为同化作用,那么分泌物就不会是无用之物。
Τὸ δὲ ἁλμυρὸν πᾶν ἀλλότριον.
但所有咸的东西都是外来的。
Ὑπὲρ μὲν οὖν τούτων σκεπτέον· ἔοικε γὰρ ὁ μέν τις τοιοῦτος, ὁ δʼ οὐ τοιοῦτος εἶναι τῶν ἱδρώτων.
因此,对于这些问题必须加以考察;因为在汗之中,似乎有些是属于这一类的,而有些则不是。
§5Ἢ τό γε μᾶλλον καὶ ἧττον φανερῶς.
或者,这显然只是程度上的多寡。
Ἀκόλουθον δέ πως τούτοις ἐστὶ καὶ αἰτίας σχεδὸν τῆς αὐτῆς ὅτι ὁ μὲν κακώδης ὁ δʼ ἄοσμος ἐνίοις δʼ ὀξὺς τῇ ὀσμῇ, καὶ ἄλλοι δὲ τρόποι τῆς κακωδίας· ἅπτονται γὰρ ταῦτα ὡς γένει λαβεῖν ἀπεψίας.
与这些情况相随、且由于几乎相同原因的是,有些人的汗有恶臭,有些人的汗无味,有些人的汗气味酸,还有其他各种恶臭的方式;概括而言,这些都涉及消化不良。
Τῆς δʼ ἀπεψίας ὁτὲ μὲν ἀκαθαρσίᾳ τῆς κοιλίας, ὁτὲ δὲ ὅλως καχεξία τις αἰτία.
消化不良的原因有时是胃部不洁,有时是全身的健康状况不良。
Πολλάκις δὲ καὶ βρωμάτων τινὲς προσφοραί· καὶ γὰρ ταῦτα ποιεῖ τινὰ δυσωδίαν ὥσπερ καὶ τὸ πήγανόν φασι.
往往也是由于摄入了某些食物;因为这些也会产生某种恶臭,正如他们所说芸香一样。
§6Τάχα δὴ ταῦτα μὲν ὡς συμβαλλόμενα θετέον, τὴν δʼ αἰτίαν τοῖς πρότερον ἀποδοτέον καί τι ἂν τῇ ὅλῃ τοῦ σώματος κράσει· πολλοὶ γὰρ τῶν γυμναζομένων καὶ δοκούντων εὖ ἔχειν βαρεῖς καὶ κακώδεις τοῖς ἱδρῶσιν· ἐπεὶ ὅτι γε τῇ καχεξία πολλαχόθεν φανερὸν, ἔκ τε τῶν καμνόντων καὶ ἐκ τῶν ἀφροδισιαζόντων πλείω ἕξιν ἐχόντων ἤδη καὶ τῶν θεραπευτῶν ἤδη ὅλως.
或许这些应当被视为辅助因素,而原因应归于前述因素,并在某种程度上归于身体的整体混合状态;因为许多锻炼身体且看似健康的人,其汗水也沉重而有恶臭;既然这是由于健康状况不良所致,这从许多方面都很明显,无论从病患,还是从纵欲过度且已形成习惯的人,以及总体上接受治疗的人身上都能看出来。
§7Ἄτοπον δʼ ἂν δόξειε τοῦτο εἶναι καὶ ἐναντίωσίν τινʼ ἔχον πρὸς ταῦτα καὶ πρὸς τὸ καθόλου λεχθὲν, ὅτι οἱ περὶ ἥβην μάλιστα κακώδεις τοῖς ἱδρῶσι, προϊούσης δὲ τῆς ἡλικίας ἧττον, καὶ οἱ γέροντες οὐδαμῶς· * ἀλλʼ ἡ βαρύτης τοῦ χρώματος.
但以下情况似乎很奇怪,并且与这些说法以及普遍的论述相矛盾:即处于青春期的人汗味最臭,随着年龄增长则逐渐减轻,而老年人则完全没有;* 只是皮肤显得沉重不适。
Καίτοι πεπτικωτάτη ἡ ἡλικία τῶν ἐν ἥβῃ· σημεῖον δὲ τὸ τῆς αὐξήσεως· ἡ δὲ τῶν πρεσβυτέρων ἧττον· τῶν δʼ ἤδη γερόντων παντελῶς.
然而,处于青春期的人是最有消化力的年龄;其证据就是生长;而较年长者的消化力较弱,已经衰老的人则完全丧失了。

词汇与语法注释

  1. §1ἕτερος ἔστω ἐν ἄλλοις λόγος — 使用第三人称单数命令式 `ἔστω`(意为“让它成为”)的习惯表达,意为“让这成为别处的另一讨论”。`ἕτερος` 为主格,与 `λόγος` 一致。
  2. §2πρὸς φύσιν — 介词 `πρός` 搭配宾格 `φύσιν`。在此表示比较的基准或关系,意为“相对于(肉体的)自然状态”。
  3. §2ἐξανηλωμένου τοῦ γλυκυτάτου καὶ κουφοτάτου — 属格独立结构,由分词 `ἐξανηλωμένου` 和主语 `τοῦ γλυκυτάτου καὶ κουφοτάτου` 构成。在 `διότι`(因为)引导的从句中起到补充说明原因的作用。
  4. §3ὁ δʼ ἱδρὼς κἁθάπερ ἐκ σαρκὸς — 省略了主要动词(如 `γίνεται` 或 `ἐκκρίνεται`),须从前文语境中补充。`κἁθάπερ` 是 `καὶ καθάπερ`(意为“正如”)的混成词(crasis)。
  5. §7ἀλλʼ ἡ βαρύτης τοῦ χρώματος — 紧接在文本脱漏标记(`*`)之后,承接前句的否定(即“老年人完全没有[恶臭的汗]”),并作对比性解释:“而只是[存在]皮肤的沉重不适”。

引用这一段

泰奥弗拉斯托斯, 论汗 §1-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg010x06.humanitext-grc1:1-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。