Humanitext Reader

泰奥弗拉斯托斯 · 论天气征兆 §2.32-2.37

依雷电云层及风的特性判断风的征兆

第 5 段,共 8 段 · 希腊语

内容简介

基于闪电、雷鸣、云层运动以及各种风的特定属性,解释了风的产生、变化和终止的各种征兆。

§2.32Ἐὰν ἀστραπὴ παταχόθεν γίνηται ὕδωρ σημαίνει, καὶ ὅθεν ἂν αἱ ἀστραπαὶ πυκναὶ γίνωνται ἐντεῦθεν πνεύματα γίνεται.
如果闪电来自四面八方,则预示着雨水;从闪电频繁的方向,会刮起风来。
Θέρους ὅθεν ἂν ἀστραπαὶ καὶ βρονταὶ γίνωνται ἐντεῦθεν πνεύματα γίνεται ἰσχυρά· ἐὰν μὲν σφόδρα καὶ ἰσχυρὸν ἀστράπτῃ θᾶττον καὶ σφοδρότερον πνεύσουσιν, ἐὰν δ' ἠρέμα καὶ μανῶς κατ' παύουσι γὰρ τὰ πνεύματα αἱ ἀστραπαί· καὶ ὅσῳ ἂν ἰσχυρότεραι γίνωνται ἀστραπαὶ καὶ βρονταὶ τοσούτῳ μᾶλλον παύονται· τοῦ δʼ ἔαρος ἧττον ἂν ταὐτὰ σημεῖα λέγω, ὥσπερ καὶ χειμῶνος.
在夏天,从闪电和雷鸣发生的方向,会刮起强风;如果闪电非常剧烈和强大,风会吹得更快、更猛烈;但如果是温和而稀疏的,风就吹得弱,因为闪电能使风平息;而且闪电和雷鸣越强,风就越平息;但在春天,就像在冬天一样,我说这些相同的征兆不太明显。
§2.33Ἐὰν νότου πνέοντος βορρᾶθεν ἀστράπτῃ παύεται·
如果吹南风时北方出现闪电,风就会平息。
ἐὰν ἕωθεν ἀστράπτῃ εἴωθε παύεσθαι τριταῖος, οἱ δὲ ἄλλοι πεμπταῖοι ἑβδομαῖοι ἐναταῖοι, οἱ δὲ δειλινοὶ ταχὺ παύονται.
如果黎明时出现闪电,风通常在第三天平息,其他风则在第五天、第七天或第九天平息;而傍晚的闪电所预示的风则很快平息。
Οἱ βορέαι παύονται ὡς ἐπὶ τὸ πολὺ ἐν περιτταῖς οἱ δὲ νότοι ἐν ἀρτίαις.
北风大多在奇数日平息,而南风在偶数日平息。
Ἄνεμοι αἴρονται ἁμʼ ἡλίῳ ἀνατέλλοντι καὶ σελήνῃ.
风随升起的太阳和月亮一同刮起。
Ἐὰν ἀνατέλλων ὁ ἥλιος καὶ σελήνη μὴ παύσωσιν ἐπιτείνει τὰ πνεύματα· χρονιώτερα δὲ καὶ ἰσχυρότερα τὰ πνεύματα γίνεται τὰ ἡμέρας ἢ νύκτωρ ἀρχόμενα.
如果升起的太阳和月亮不能使风平息,风力就会增强;白昼开始的风比夜间开始的风持续时间更长、力量更强。
§2.34Ἐὰν ἐτησίαι πολὺν χρόνον πνεύσωσι καὶ μετόπωρον γένηται ἀνεμῶδες ὁ χειμὼν νήνεμος γίνεται, ἐὰν δʼ ἐναντίως καὶ ὁ χειμὼν ἐναντίος.
如果季风吹了很长时间,且秋天多风,那么冬天就会无风;但如果情况相反,冬天也会相反。
Πρὸς κορυφῆς ὄρους ὁπόθεν ἂν νεφέλη μηκύνηται ταύτῃ ἄνεμος πνευσοῦνται.
在山顶上,云向哪个方向延伸,风就会从那个方向吹来。
Αἱ νεφέλαι ἐκ τῶν ὄπισθεν προσίζουσαι καὶ ὄπισθεν πνευσοῦνται.
附着在山后侧的云表明风也会从后侧吹来。
Ἄθως μέσος διεζευγμένος νότιος καὶ ὅλως τὰ ὄρη διεζωσμένα νότια ὡς τὰ πολλά.
阿索斯山中部被隔开是南风的征兆,一般来说,山腰缠绕着云带大多预示着南风。
Οἱ κομῆται ἀστέρες ὡς τὰ πολλὰ πνεύματα σημαίνουσιν, ἐὰν δὲ πολλοὶ καὶ αὐχμόν.
彗星通常预示着风,如果出现很多,则预示着干旱。
Μετὰ χιόνα νότος, μετὰ πάχνην βορέας εἴωθε πνεῖν.
雪后常吹南风,霜后常吹北风。
Μύκητες ἐπὶ λύχνου νότιον πνεῦμα ἢ ὕδωρ σημαίνουσιν.
灯芯上的结煤预示着南风或雨水。
§2.35Αἱ δὲ στάσεις τῶν πνευμάτων οὕτως ἔχουσιν ὡς ἐν τῷ γράμματι διώρισται.
风的位置如在图表中所规定的一样。
Τῶν δʼ ἀνέμων ἔτι πνέουσι τοῖς ἄλλοις ἐπιπίπτουσι μάλιστα ἀπαρκτίας, θρακίας, ἀργέστης.
在各种风中,当其他风仍在吹拂时袭来的是北风、北北西风和西北西风。
Ὅταν δὲ μὴ ὑπʼ ἀλλήλων διαλύωνται τὰ πνεύματα ἀλλʼ αὐτὰ καταμαρανθῶσι μεταβάλλουσιν εἰς τοὺς ἐχομένους ἐπὶ δεξιὰ ὥσπερ ἡ τοῦ ἡλίου ἔχει φορά.
当风不是互相抵消而是自行平息时,它们会像太阳运行的方向一样,转向右侧相邻的风。
Ὁ νότος ἀρχόμενος ξηρὸς τελευτῶν δὲ ὑγρός. Καὶ ὁ εὖρος.
南风开始时干燥,结束时潮湿;东风也是如此。
Ὁ δʼ ἀπηλιώτης ἀπὸ ἀνατολῆς ἰσημερινῆς ὑδατώδης· διὰ λεπτῶν δὲ ἄγει τὰ ὕδατα.
从春分秋分日出方向吹来的东风带来雨水,但它带来的是细雨。
§2.36Ὑγροὶ δὲ μάλιστα ὅ τε καικίας καὶ λίψ· χαλαζώδης δʼ ἀπαρκτίας καὶ θρακίας καὶ ἀργέστης· νιφετώδης δὲ ὅ τε μέσης ἢ βορέας καὶ ἀπαρκτίας· καυματώδης δὲ νότος καὶ ζέφυρος καὶ εὖρος· οἱ μὲν οἷς ἂν ἐκ πελάγους προσπίπτωσιν οἱ δὲ οἷς ἂν διὰ γῆς.
最潮湿的是东北风和南西风;带来冰雹的是北风、北北西风和西北西风;带来降雪的是北北东风或北风以及北风;带来酷热的是南风、西风和东风——对某些地方来说是因为它们从公海吹来,对另一些地方来说则是由于它们吹过陆地。
Δασύνουσι δʼ οὐρανὸν νέφεσι καὶ καλύπτουσι καικίας μάλιστα εἶτα λίψ.
东北风最能用云彩使天空变暗并遮蔽它,其次是南西风。
Καὶ οἱ μὲν ἄλλοι ἄνεμοι ἀφ' ἑαυτῶν τὰ νέφη ὠθοῦσι καικίας δὲ μόνος πνέων εἰς ἑαυτόν.
其他风把云从自己身边推开,唯有东北风在吹拂时把云吸引到自己身边。
Αἴθριοι δὲ μάλιστα θρακίας καὶ ἀργέστης καὶ τῶν λοιπῶν ἀπαρκτίας· ἐκνεφίαι δὲ μάλιστα ὅ τε ἀπαρκτίας καὶ ὁ θρακίας καὶ ὁ ἀργέστης.
北北西风、西北西风以及其余风中的北风带来晴天;北风、北北西风和西北西风特别带来暴风雨。
§2.37Γίνονται δὲ ἐκνεφίαι ὅταν εἰς ἀλλήλους ἐμπίπτωσι πνέοντες μάλιστα μὲν μετοπώρου τῶν δὲ λοιπῶν ἔαρος.
当风互相碰撞而吹拂时会产生暴风雨,这特别发生在秋天,而在其余季节中则发生在春天。
Ἀστραπαῖος δὲ θρακίας καὶ ἀργέστης καὶ ἀπαρκτίας καὶ μέσης.
北北西风、西北西风、北风和北北东风带来闪电。
Ἐὰν ἐν τῇ θαλάττῃ πάπποι φέρωνται πολλοὶ οἱ γινόμενοι ἀπὸ τῶν ἀκανθῶν ἄνεμον σημαίνουσιν ἔσεσθαι μέγαν.
如果海上有很多由蓟产生的冠毛被吹送,预示着将有大风。
Ὅθεν ἂν ἀστέρες διᾴττωσι πολλοὶ ἄνεμον ἐντεῦθεν· ἐὰν δὲ πανταχόθεν ὁμοίως πολλὰ πνεύματα σημαίνουσι·
许多流星飞过的方向会刮起风;如果从四面八方同样飞过,预示着有许多风。
πευμάτων μὲν οὖν σημεῖα ταῦτα.
以上便是风的征兆。

词汇与语法注释

  1. 2.32κατ' — 原文中的 κατ' 可能是与后面的动词 παύουσι 结合(前置词分离 tmesis)而形成的 καταπαύουσι 的一部分,或者前置词 κατά 具有副词功能。无论哪种情况,上下文都暗示了风吹得弱或停止。
  2. 2.32τοῦ δʼ ἔαρος ἧττον ἂν ταὐτὰ σημεῖα λέγω — λέγω 可以被视为带有 ἄν 的虚拟语气(或直陈语气现在时),传达出一种潜在或条件的语气(“我应该说这些相同的征兆不太明显”)。这表明在春天和冬天,这些征兆不那么可靠或不太明显。
  3. 2.34πνευσοῦνται — 动词 πνευσοῦνται 是第三人称复数(将来时),而其语法主语 ἄνεμος 是单数。这种不匹配(体意一致 syllepsis)可能源于概念上风的复数形式(ἄνεμοι),或者是抄写错误。翻译中一致处理为“风将会吹”。
  4. 2.35ἐν τῷ γράμματι — “在图表中”或“在图画中”。这指的是展示风的位置的几何风配图(wind rose),类似于亚里士多德《气象学》中发现的图表,表明当时的气象学文本中使用了插图。
  5. 2.36οἱ μὲν οἷς ἂν ἐκ πελάγους προσπίπτωσιν οἱ δὲ οἷς ἂν διὰ γῆς — 与格关系代词 οἷς 指的是受风影响的地区或人群。该从句的主动词被省略,结构暗示了这些风带来酷热“对于那些它们从海洋吹向的人,以及对于那些它们吹过陆地的人”。

引用这一段

泰奥弗拉斯托斯, 论天气征兆 §2.32-2.37. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg010x03.humanitext-grc1:2.32-2.37

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。