Humanitext Reader

泰奥弗拉斯托斯 · 论天气征兆 §1.18-1.25

依动物行为与云团星象预示的风雨征兆

第 3 段,共 8 段 · 希腊语

内容简介

第18至25节列举了通过家鸭、鹭鸶和蚂蚁等多种动物的行为,以及许梅托斯山的云雾、雷电、幻日、巨蟹座中的星团和炉火余烬的亮光等自然现象来预测雨水、风暴、风及漫长冬天的征兆。

§1.18Καὶ ἡ νῆττα ἥμερος ἐὰν ὑπιοῦσα ὑπὸ τὰ γεῖσα ἀποπτερυγίζηται ὕδωρ σημαίνει, ὁμοίως δὲ καὶ κολοιοὶ καὶ ἀλεκτρυόνες ἐάν τε ἐπὶ λίμνῃ ἢ θαλάττῃ ἀποπτερυγίζωνται ὡς νῆττα ὕδωρ σημαίνει.
家鸭如果走到屋檐下并抖动翅膀,预示着下雨,同样地,寒鸦和家鸡如果像鸭子一样在湖泊或海洋上抖动翅膀,也预示着下雨。
Καὶ ἐρωδιὸς ὄρθριον φθεγγόμενος ὕδωρ ἢ πνεῦμα σημαίνει· καὶ ἐὰν ἐπὶ θάλατταν πετόμενος βοᾷ μᾶλλον ὕδατος σημεῖον ἢ πνεύματος, καὶ ὅλως βοῶν ἀνεμῶδες.
鹭鸶在早晨鸣叫预示着雨水或风;如果它向着海洋飞翔并鸣叫,更多是下雨而非风的征兆,而总的来说,它大声鸣叫预示着多风。
§1.19Καὶ ὁ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ ἐὰν φθέγξηται ἕωθεν ὕδωρ σημαίνει ἢ χειμῶνα.
燕雀如果在有人居住的房屋里清晨鸣叫,预示着雨水或风暴。
Καὶ χύτρα σπινθηρίζουσα πᾶσα περίπλεως ὕδατος σημεῖον.
锅具表面到处溅出火星是下雨的征兆。
Καὶ ἴουλοι πολλοὶ πρὸς τοῖχον ἕρποντες ὑδατκόν.
许多马陆爬向墙壁是下雨的征兆。
Δελφὶς παρὰ γῆν κολυμβῶν καὶ ἀναδυόμενος πυκνὰ ὕδωρ ἢ χειμῶνα σημαίνει.
海豚在靠近陆地的地方频繁潜水和浮出水面,预示着雨水或风暴。
§1.20Ὕμηττος ἐλάττων, ἄνυδρος καλούμενος, ἐὰν τῷ κοίλῳ νεφέλιον ἔχῃ ὕδατος σημεῖον· καὶ ἐὰν ὁ μέγας Ὕμηττος τοῦ θέρους ἔχῃ νεοφέλας ἄνωθεν καὶ ἐκ πλαγίου ὕδατος σημεῖον.
被称为“无水之山”的小许梅托斯山,如果其山谷凹陷处有一片小云,则是下雨的征兆;如果在夏天,大许梅托斯山的山顶和侧面有云,也是下雨的征兆。
Καὶ ἐὰν ὁ ἄνυδρος Ὕμηττος λευκὰς ἔχῃ ἄνωθεν καὶ ἐκ πλαγίου.
如果“无水之山”许梅托斯山的山顶和侧面有白云,也是如此。
Καὶ ἐὰν περὶ ἰσημερίαν λὶψ πνεύσῃ ὕδωρ σημαίνει.
如果在昼夜平分点前后吹起西南风,预示着下雨。
§1.21Αἱ δὲ βρονταὶ αἱ μὲν χειμεριναὶ καὶ ἑωθιναὶ μᾶλλον ἄνεμον ἢ ὕδωρ σημαίνουσιν· αἱ δὲ θεριναὶ μεσημβρίας καὶ ἑσπεριναὶ βρονταὶ ὑδατικὸν σημεῖον.
冬天和早晨的雷声更多预示着风而非雨水;而夏天、正午和傍晚的雷声则是下雨的征兆。
Ἀστραπαὶ δὲ ἐάν γε πανταχόθεν γένωνται ὕδατος ἂν ἢ ἀνέμου σημεῖον, καὶ ἑσπεριναὶ ὡσαύτως.
闪电如果从四面八方闪现,则是雨水或风的征兆,傍晚的闪电也是如此。
Καὶ ἐὰν ἀκρωρίας νότου πνέοντος νοτόθεν ἀστράψῃ ὕδωρ σημαίνει ἢ ἄνεμον.
如果在吹南风时,山顶的南方闪电,预示着下雨或有风。
Καὶ ζέφυρος ἀστράπτων πρὸς βορείου ἢ χειμῶνα ἢ ὕδωρ σημαίνει.
西风在偏北方向闪电,预示着风暴或下雨。
Καὶ θέρους αἰ ἑσπέριαι ἀστραπαὶ ὕδωρ αὐτίκα σημαίνουσιν ἢ τριῶν ἡμερῶν.
夏天傍晚的闪电预示着立刻下雨或三天之内有雨。
Καὶ ὀπώρας βορρᾶθεν ἀστραπαὶ ὑδατικὸν σημεῖον.
秋天北方的闪电是下雨的征兆。
§1.22Ἡ Εὔβοια ὅταν διαζωσθῇ μέση ὕδωρ διὰ ταχέων.
当优波亚岛的中部被环绕时,很快就会下雨。
Καὶ ἐὰν ἐπὶ τὸ Πήλιον νε͂ φέλη προσίζῃ ὅθεν ἂν προσίζῃ ἐντεῦθεν ὕδωρ ἢ ἄνεμον σημαίνει.
如果云雾停留在佩利翁山上,它从哪个方向停留,就预示着从哪个方向会带来雨水或风。
Ὅταν ἶρις γένηται ἐπισημαίνει· ἐάν τε πολλαὶ ἴριδες γένωνται σημαίνει ὕδωρ ἐπὶ πολύ.
当彩虹出现时,预示着下雨;如果出现多条彩虹,预示着长期的雨水。
Ἀλλὰ πολλάκις καὶ οἱ ὀξεῖς ἥλιοι ὅταν ἐκ νεφέλης.
但通常,当强烈的光芒从云中射出时,也(预示着下雨)。
Πύρμηκες ἐν κοίλῳ χωρίῳ ἐὰν τὰ ὠὰ ἐκφέρωσιν ἐκ τῆς μυρμηκιᾶς ἐπὶ τὸ ὑψηλὸν χωρίον ὕδωρ σημαίνουσιν, ἐὰν δὲ καταφέρωσιν εὐδίαν.
在洼地里的蚂蚁,如果把卵从蚁穴里搬到高处,预示着下雨;如果搬下来,则预示着晴天。
Ἐὰν παρήλιοι δύο γένωνται καὶ ὁ μὲν νοτόθεν ὁ δὲ βορρᾶθεν, καὶ ἅλως ἅμα ὕδωρ διὰ ταχέων σημαίνουσι.
如果出现两个幻日,一个在南,一个在北,且同时伴有日晕,预示着很快就会下雨。
Καὶ ἅλως αἱ μέλαιναι ὑδατικὸν καὶ μᾶλλον αἱ δείλης.
黑色的日晕是下雨的征兆,傍晚的日晕尤其如此。
§1.23Ἐν τῷ καρκίνῳ δύο ἀστέρες εἰσὶν, οἱ καλούμενοι ὄνοι, ὧν τὸ μεταξὺ τὸ νεφέλιον ἡ φάτνη καλουμένη.
在巨蟹座中有两颗星,被称为“驴子”,它们之间的那一团小星云则被称为“马槽”。
Τοῦτο ἐὰν ζοφῶδες γένηται ὑδατικόν.
如果它变得暗淡阴郁,则是下雨的征兆。
Ἐὰν μὴ ἐπὶ κυνὶ ὕσῃ ἢ ἐπὶ Ἀρκτούρῳ ὡς ἐπὶ τὸ πολὺ πρὸς ἰσημερίαν ὕδωρ ἢ ἄνεμος.
如果在天狼星或大角星升起时不降雨,通常在昼夜平分点前后会有雨水或风。
Καὶ τὸ δημόσιον τὸ περὶ τὰς μυίας λεγόμενον ἀληθές· ὅταν γὰρ δάκνωσι σφόδρα ὕδατος σημεῖον.
关于苍蝇的俗语也是真的:因为当它们狠狠叮咬时,是下雨的征兆。
Σπίνος φθεγγόμενος ἕωθεν μὲν ὕδωρ σημαίνει ἢ χειμῶνα, δείλης δὲ ὕδωρ.
燕雀鸣叫,如果是清晨则预示着雨水或风暴,如果是傍晚则预示着下雨。
§1.24Τῆς δὲ νυκτὸς ὅταν τὸν Ὕμηττον κάτωθεν τῶν ἄκρων νεφέλη διαζώσῃ λευκὴ καὶ μακρὰ ὕδωρ γίνεται ὡς τὰ πολλὰ μετρίων ἡμερῶν.
夜间,当白而长的云雾在许梅托斯山顶下方环绕时,通常在数天之内就会下雨。
Καὶ ἐὰν ἐν Αἰγίνῃ ἐπὶ τοῦ Διὸς τοῦ Ἑλλανίου νεφέλη καθίζηται ὡς τὰ πολλὰ ὕδωρ γίνεται.
在埃伊纳岛,如果云雾停留在赫拉尼奥斯·宙斯神庙上,通常会下雨。
Ἐὰν ὕδατα πολλὰ γίνηται χειμερινὰ τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται αὐχμηρόν· ἐὰν δʼ αὐχμηρὸς ὁ χειμῶν τὸ ἔαρ ὑδατῶδες.
如果冬天下雨很多,春天通常会变得干燥;但如果冬天干燥,春天则多雨。
Ὅταν χιόνες πολλαὶ γίνωνται ὡς τὰ πολλὰ εὐετηρία γίνεται.
下大雪时,通常预示着丰收。
§1.25Φασὶ δέ τινες καὶ εἰ ἐν ἄστρασι ἄνθραξι corr. λαμπρὰ χάλαζα ἐπιφαίνηται χάλαζαν προσημαίνειν ὡς τὰ πολλά· ἐὰν δὲ ὥσπερ κέγχροι μικροὶ λαμπροὶ πολλοὶ, ἀνέμου μὲν ὄντος εὐδίαν, μὴ ἀνέμου δὲ ὕδωρ ἢ ἄνεμον.
有人说,如果在炭火中出现如同冰雹般明亮的斑点,通常预示着下冰雹;如果出现许多像小米粒一样微小而明亮的斑点,在有风时预示着晴天,在无风时预示着雨水或风。
Ἔστι δʼ ἄμεινον πρῶτον γίνεσθαι βόρειον ὕδωρ νοτίου καὶ τοῖς φυομένοις καὶ τοῖς ζώοις· δεῖ δὲ γλυκὺ εἶναι καὶ μὴ ἁλμυρὸν τοῖς γευομένοις.
此外,无论是对植物还是动物而言,先下北风雨都比先下南风雨更好;且对于品尝者来说,雨水应当是甘甜而无咸味的。
Καὶ ὅλως ἔτος βέλτιον νοτίου βόρειον καὶ ὑγιεινότερον.
总的来说,北风之年比南风之年更好、更健康。
Καὶ ὅταν πάλιν ὀχεύωνται πρόβατα ἢ αἶγες χειμῶνος μακροῦ σημεῖον.
当绵羊或山羊再次交配时,是漫长冬天的征兆。

词汇与语法注释

  1. 1.18ὡς νῆττα — 由连词 ὡς(“如同……”)引导的比较表达,表示主语(寒鸦与家鸡)模仿鸭子(νῆττα)的动作。此处文意上省略了动词 ἀποπτερυγίζωνται(“抖动翅膀”)。
  2. 1.22οἱ ὀξεῖς ἥλιοι — 句末省略了动词。根据前文的脉络,需要补入像 ὕδωρ σημαίνουσι(“预示着下雨”)这样的动词短语。
  3. 1.25ἄνθραξι — 尽管手稿写作为 ἄστρασι(“在星星中”),但鉴于随后对火中冰雹(χάλαζα)和小米粒(κέγχροι)的描述,以及平行文献的印证,通常将其校订为指代炉火余烬的 ἄνθραξι(“在炭火中”)。

引用这一段

泰奥弗拉斯托斯, 论天气征兆 §1.18-1.25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg010x03.humanitext-grc1:1.18-1.25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。