Humanitext Reader

泰奥弗拉斯托斯 · 形而上学 §20-26

认知方法与第一原理的认识界限

第 5 段,共 7 段 · 希腊语

内容简介

文本探讨了知识的固有性及不同的认识方法(如类比与划分),论述了源于感觉的出发点与仅能由直接理智直觉把握的最先原理之间的区分,并指出了对一切事物寻求解释的探求界限。

§20σχεδὸν δὲ καὶ ἐπιστήμη πᾶσα τῶν ἰδίων·
并且,几乎所有的知识都是关于固有事物的。
ἣ τε γὰρ οὐσία καὶ τὸ τί ἦν εἶναι καθ᾽ ἕκαστον ἴδιον, τά τε θεωρούμενα καθ᾽ αὑτὰ καὶ οὐ κατὰ συμβεβηκὸς ἦν ἄν τι κατά τινος.
因为对于每一个事物来说,实体和“它是其所是”(本质)都是固有的,而那些就其自身而非偶性被观察到的属性,也会是关于某物的某种陈述。
ὅλως δὲ τὸ ἐν πλείοσι τὸ αὐτὸ συνιδεῖν ἐπιστήμης, ἤτοι κοινῇ καὶ καθόλου λεγόμενον, ἢ ἰδίᾳ πως καθ᾽ ἕκαστον, οἷον ἀριθμοῖς γραμμαῖς ζώοις φυτοῖς.
总的来说,在多个事物中共同看出同一事物是知识的特征,无论这同一事物是共同且普遍地被表达,还是在某种意义上以独特的方式针对每一个具体事物(例如针对数、线、动物、植物)被表达。
τέλος δ᾽ ἡ ἐξ ἀμφοῖν.
而终极目的则是来自这两者。
ἔστι δ᾽ ἐνίων μὲν τὸ καθόλου τέλος, ἐν τούτῳ γὰρ τὸ αἴτιον· τῶν δὲ τὸ ἐν μέρει, καθ᾽ ὅσα διαίρεσις εἰς τὰ ἄτομα καθάπερ ἐν τοῖς πρακτοῖς καὶ ποιητοῖς· οὕτως γὰρ αὐτῶν ἡ ἐνέργεια.
对于某些事物来说,普遍者是其终极目的,因为原因存在于其中;而对于另一些事物来说,个别者是其终极目的,这正如在实践和制作的事物中,划分一直进行到不可分割的个体为止;因为它们的现实活动就是以这种方式进行的。
§21ταὐτὸ δ᾽ ἐπιστάμεθα καὶ οὐσίᾳ καὶ ἀριθμῷ καὶ εἴδει καὶ γένει καὶ ἀναλογίᾳ καὶ εἰ ἄρα παρὰ ταῦτα διαιρέσει.
我们通过实体、数量、种、属、类比,以及如果在这些之外还有其他的话,通过划分来认识同一事物。
διὰ πλείστου δὲ τὸ κατ᾽ ἀναλογίαν ὡς ἂν ἀπέχοντες πλεῖστον τὰ μὲν δι᾽ ἡμὰς αὐτοὺς τὰ δὲ διὰ τὸ ὑποκείμενον τὰ δὲ διὰ τἄμφω.
但在最大距离上的是通过类比的方式,这就像我们相距最远一样,有的是因为我们自身,有的是因为基底事物,有的是因为这两者。
§22πλεοναχῶς δ᾽ ὄντος τοῦ ἐπίστασθαι πῶς ἕκαστον μεταδιωκτέον ἀρχὴ καὶ μέγιστον ὁ οἰκεῖος τρόπος, οἷον τὰ πρῶτα καὶ νοητὰ καὶ τὰ κινητὰ καὶ ὑπὸ τὴν φύσιν, αὐτῶν δὲ τούτων τὰ ἐν ἀρχῇ καὶ τὰ ἑπόμενα μέχρι ζώων καὶ φυτῶν καὶ ἐσχάτων τῶν ἀψύχων.
既然认识有多重含义,那么应该如何追求每一个事物,其原理和最重要的事情就在于适宜的方法。 例如,最先者和理智者,以及运动者和属于自然领域者,乃至在这些事物本身之中,处于起始位置者和随之而来者,一直到动物、植物以及最底层的无生物。
ἔστι γάρ τι καθ᾽ ἕκαστον γένος ἴδιον ὥσπερ καὶ ἐν τοῖς μαθηματικοῖς.
因为在每一个属中都有某种固有的东西,正如在数学对象中一样。
§23ἔχει δὲ καὶ αὐτὰ τὰ μαθήματα διαφορὰν καίπερ ὁμογενῆ πως ὄντα, διῄρηται δ᾽ ἱκανῶς.
而数学对象本身尽管在某种程度上是同类的,也存在着差异,并且已经被充分划分。
εἰ δὲ καὶ ἔνια γνωστὰ τῷ ἄγνωστα εἶναι, καθάπερ τινές φασιν, ἴδιος ἂν ὁ τρόπος εἴη, διαιρέσεως δέ τινος δεῖται· τάχα δ᾽ ἐφ᾽ ὧν ἐνδέχεται κατ᾽ ἀναλογίαν οἰκειότερον λέγειν ἢ αὐτῷ τῷ ἀγνώστῳ, καθάπερ εἴ τις τῷ ἀοράτῳ τὸ ὁρατόν.
如果像有些人所说的那样,有些事物是通过“无法被认识”而被认识的,那么这种方法将是独特的,并且需要某种划分;但也许在可能的情况下,通过类比来谈论比通过“无法被认识”本身更合适,就像人们通过可见之物来谈论不可见之物一样。
πόσοι δ᾽ οὖν τρόποι καὶ ποσαχῶς τὸ εἰδέναι πειρατέον διελεῖν.
无论如何,知的方法有多少,且知在多少种意义上存在,我们都必须尝试予以划分。
§24ἡ δ᾽ ἀρχὴ πρὸς αὐτὰ ταῦτα καὶ πρῶτον τὸ ἀφορίσαι τί τὸ ἐπίστασθαι.
而针对这些事物本身的出发点和首要任务,就是界定何为认识。
χαλεπώτερον δ᾽ ἂν δόξειεν· οὐ γὰρ οἷόν τε καθόλου καὶ κοινόν τι λαβεῖν ἐν τοῖς πλεοναχῶς λεγομένοις.
但这似乎相当困难;因为在多重含义表达的事物中,是不可能把握某种普遍且共同的东西的。
ἐπεὶ καὶ τοῦτ᾽ἄπορον ἢ οὐ ῥᾴδιόν γε εἰπεῖν μέχρι πόσου καὶ τίνων ζητητέ᾽ον αἰτίας ὁμοίως ἔν τε τοῖς αἰσθητοῖς καὶ νοητοῖς· ἡ γὰρ εἰς τὸ ἄπειρον ὁδὸς ἐν ἀμφοῖν ἀλλοτρία καὶ ἀναιροῦσα τὸ φρονεῖν.
因为这也是一个令人困惑或者说至少不易说清楚的问题:在感觉事物和理智事物中,我们在多大程度上以及对哪些事物应当同样地寻求原因;因为在这两者中,走向无限的道路都是不相宜的,并且会摧毁思考。
ἀρχὴ δὲ τρόπον τινὰ ἄμφω.
但从某种意义上说,两者都是出发点。
τάχα δ᾽ ἡ μὲν ἡμῖν ἡ δ᾽ ἁπλῶς, ἢ τὸ μὲν τέλος ἡ δ᾽ ἡμετέρα τις ἀρχή.
也许一者是对我们而言的,而另一者是绝对而言的,或者一者是终极目的,而另一者是我们的某种出发点。
§25μέχρι μὲν οὖν τινὸς δυνάμεθα δι᾽ αἰτίου θεωρεῖν ἀρχὰς ἀπὸ τῶν αἰσθήσεων λαμβάνοντες.
因此,在一定程度上,我们能够通过从感觉中获取出发点来通过原因进行观察。
ὅταν δὲ ἐπ᾽ αὐτὰ τὰ ἄκρα καὶ πρῶτα μεταβαίνωμεν οὐκέτι δυνάμεθα, εἴτε διὰ τὸ μὴ ἔχειν αἰτίαν εἴτε διὰ τὴν ἡμετέραν ἀσθένειαν ὥσπερ πρὸς τὰ φωτεινότατα βλέπειν.
但是,当我们过渡到那些极点和最先者本身时,我们便不再能够如此,这要么是因为它们没有原因,要么是因为我们自身的软弱,就像注视最耀眼的光芒一样。
τάχα δ᾽ ἐκεῖνο ἀληθέστερον ὡς αὐτῷ τῷ νῷ ἡ θεωρία θιγόντι καὶ οἷον ἁψαμένῳ, διὸ καὶ οὐκ ἔστιν ἀπατὴ περὶ αὐτά.
但也许那说法更真实:观察属于理智自身对它们的触及和仿佛接触,因此,关于它们也不存在欺骗。
§26χαλεπὴ δὲ καὶ εἰς αὐτὸ τοῦθ᾽ ἡ σύνεσις καὶ ἡ πίστις, ἐπεὶ καὶ ἄλλως μέγα καὶ πρὸς τὰς καθ᾽ ἕκαστα πραγματείας ἀναγκαῖον καὶ μάλιστα τὰς μεγίστας, ἐν τίνι ποιητέον τὸν ὅρον, οἷον περί τε τῆς φύσεως καὶ περὶ τὰς ἔτι προτέρας.
而对于这件事情本身的理解和确信也是困难的,因为在其他方面它也是重大且对于个别研究(特别是最重大的研究)所必需的——即,我们应当把界限设在何处,例如关于自然以及关于比自然更在先的事物。
οί γὰρ ἀπάντων ζητοῦντες λόγον ἀναιροῦσι λόγον ἅμα δὲ καὶ τὸ εἰδέναι.
因为那些对一切事物都寻求解释(根据)的人,不仅摧毁了解释,同时也摧毁了认识。
μᾶλλον δ᾽ ἀληθέστερον εἰπεῖν ὅτι ζητοῦσιν ὧν οὐκ ἔστιν οὐδὲ πέφυκεν ὅσοι τὸν οὐρανὸν ἀΐδιον ὑπολαμβάνουσιν.
相反,更真实的说法是,正如那些假定天是永恒的人一样,他们是在寻求不存在且在本性上也不可能存在的东西。

词汇与语法注释

  1. 20ἦν ἄν τι κατά τινος — 带有 ἄν 的直陈过去式(ἦν ἄν)在此处没有显式的条件从句,表达的是可能性或逻辑推论(“将会是”),而非过去的违实条件。主语是前文的中性复数分词短语“就其自身而非偶性被观察到的属性”(τά τε θεωρούμενα...),而单数的“某种事物”(τι)作为谓语与之相契合。
  2. 21διὰ πλείστου δὲ τὸ κατ᾽ ἀναλογίαν — 此句由于省略了主要动词而较为难读(属于b型难点)。需补出前一句的“我们认识(ἐπιστάμεθα)”,理解为“通过类比的[认识]是通过最大的距离进行的”。随后的 ὡς ἂν ἀπέχοντες(分词加 ἄν)表示一种潜在或假设的状态(“仿佛我们相距最远一样”),该分词的主语是省略的“我们”(ἡμεῖς)。
  3. 23γνωστὰ τῷ ἄγνωστα εἶναι — 带冠词的与格不定式短语(τῷ ... εἶναι)表示手段或原因(“通过……是……”)。不定式从句中的表语形容词 ἄγνωστα(“未知的”)为中性复数主格,与主句的主语 ἔνια(“某些事物”)相一致(而非采用宾格不定式结构,因为主语相同)。整句构成了“某些事物通过处于未知状态而被认识”这一悖谬的结构。
  4. 25αὐτῷ τῷ νῷ ἡ θεωρία θιγόντι καὶ οἷον ἁψαμένῳ — 不定过去时分词 θιγόντι 和 ἁψαμένῳ(均为阳性单数与格)与与格名词短语 αὐτῷ τῷ νῷ(“理智自身”)相一致。在语法上,它们将理智描述为主动施事者(“理智自身通过触及并仿佛接触[最先者]来进行观察”),而名词“观察”(ἡ θεωρία)则指代这种直接的智性直觉。
  5. 26ὅσοι τὸν οὐρανὸν ἀΐδιον ὑπολαμβάνουσιν — 以关系代词 ὅσοι 开始的从句作为主句动词 ζητοῦσιν(“他们寻求”)的主语(即“凡是假定……的人”)。在上下文中,这意味着那些假定天是永恒的人,是在为某种本性上不需要(或没有)进一步解释或原因的事物寻求解释。

引用这一段

泰奥弗拉斯托斯, 形而上学 §20-26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg006.humanitext-grc1:20-26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。