Humanitext Reader

泰奥弗拉斯托斯 · 形而上学 §27-30

天体运动与目的论解释的困难

第 6 段,共 7 段 · 希腊语

内容简介

本节讨论了从天文学向自然及第一原理的过渡,将天的运行比作某种生命,同时通过指出潮汐、动物器官以及无生物属性中诸多看似出于偶然或必然而非目的的现象,对普遍的目的论提出了质疑。

§27ἔτι δὲ τὰ κατὰ τὰς φορὰς καὶ τὰ μεγέθη καὶ τὰ σχήματα καὶ τὰς ἀποστάσεις καὶ ὅσα ἄλλα ἀστρολογία δείκνυσι, τούτοις κατάλοιπον τά τε πρῶτα κινοῦντα καὶ τὸ τίνος ἕνεκα λέγειν καὶ τίς ἡ φύσις ἑκάστου καὶ ἡ πρὸς ἄλληλα θέσις καὶ ἡ τοῦ σύμπαντος οὐσία καὶ ὑποβαίνοντι δὴ πρὸς τὰ ἄλλα καθ᾽ ἕκαστον τῶν εἰδῶν ἡμέρων ἄχρι ζώων καὶ φυτῶν.
此外,关于天文学所展示的运行、大小、形状、距离以及其他所有事。 在这些之外,留下来的任务是探讨第一推动者、“为了什么”(目的)、每一个事物的本性是什么、它们相互之间的位置、以及宇宙整体的实体,并且在向其他事物下降时,即按照各属的特征,从温顺的物种一直到动物和植物也是如此。
εἰ οὖν ἀστρολογία συνεργεῖ μὲν οὐκ ἐν τοῖς πρώτοις δὲ τῆς φύσεως, ἕτερα τὰ κυριώτατ᾽ ἂν εἴη καὶ πρότερα· καὶ γὰρ δὴ καὶ ὁ τρόπος ὡς οἴονταί τινες οὐ φύσικὸς ἢ οὐ πᾶς.
因此,如果天文学虽然有所辅助,但并非针对自然的第一原理,那么最主导且在先的应当是其他事物;因为正如某些人所认为的,其方法也不是自然学的,或者不完全是。
καίτοι τό γε κινεῖσθαι καὶ ἁπλῶς τῆς φύσεως οἰκεῖον καὶ μάλιστα τοῦ οὐρανοῦ.
然而,运动本身绝对是自然所固有的,尤其是天所固有的。
διὸ εἰ ἡ ἐνέργεια τῆς οὐσίας ἑκάστου καὶ τὸ καθ᾽ ἕκαστον ὅταν ἐνεργῇ καὶ κινεῖται καθάπερ ἐν τοῖς ζώοις καὶ φυτοῖς. εἰ δὲ μὴ, ὁμώνυμα, δῆλον ὅτι κἂν ὁ οὐρανὸς ἐν τῇ περιφορᾷ κατὰ τὴν οὐσίαν εἴη, χῶριζόμενος δὲ καὶ ἠρεμῶν ὁμώνυμος· οἷον γὰρ ζωή τις ἡ περιφορὰ τοῦ παντός.
因此,如果运动是每一个事物的实体的现实活动,并且正如在动物和植物中那样,每一个事物在活动时也会运动;但如果不是这样,它们就是同名异义的。 那么显而易见,天在运行中也会根据其实体而存在,而一旦脱离运行并处于静止,它就是同名异义的;因为整体的运行仿佛是某种生命。
§28ἆρ᾽ οὖν εἴ γε μηδ᾽ ἐν τοῖς ζώυις τὴν ζωὴν ἢ ὡδὶ ζητητέον, οὐδ᾽ ἐν τῷ οὐρανῷ καὶ τοῖς οὐρανίοις τὴν φορὰν ἢ τρόπον τινὰ ἀφωρισμένον;
那么,如果甚至在动物中也不应当以这种方式寻求生命,是不是在天和天体中也不应当以这种方式寻求运行,或者寻求某种被界定的方式呢?
συνάπτει δέ πως ἡ νῦν ἀπορία καὶ πρὸς τὴν ὑπὸ τοῦ ἀκινήτου κίνησιν.
而当前的困惑在某种程度上也与由不动者引起的运动相联系。
ὑπὲρ δὲ τοῦ πάνθ᾽ ἕνεκά του καὶ μηθὲν μάτην, ἄλλως θ᾽ ὁ ἀφορισμὸς οὐ ῥᾴδιος καθάπερ πλεονάκις λέγεται — πόθεν δ᾽ ἄρξασθαι χρῆν καὶ εἰς ποῖα τελευτᾶν;
而关于“万物皆有其目的,无一物是徒然的”这一原则,正如经常被说到的那样,不仅其界定并不容易——应当从何处开始,又应当在何处结束?
— καὶ δὴ τῷ ἔνια μὴ δοκεῖν ἔχειν οὕτως ἀλλὰ τὰ μὲν συμπτωματικῶς τὰ δ᾽ ἀνάγκῃ τινὶ καθάπερ ἔν τε τοῖς οὐρανίοις καὶ ἐν τοῖς περὶ τὴν γῆν πλείοσι.
——而且也因为某些事物似乎并非如此,而是有些出于偶然,有些出于某种必然性,正如在天体中以及在关于大地的多数事物中那样。
§29τίνος γὰρ ἕνεκα αἱ ἔφοδοι καὶ ἀνάρροιαι θαλάττης ἢ τίνος αἰ προχωρήσεις ἢ ἀναξηράνσεις τῆς ὑγρότητος καὶ ὅλως πρὸς ἄλλοτ᾽ ἄλλο μεταβολαὶ καὶ φθοραὶ καὶ γενέσεις, ἢ αἱ μὲν ἐν αὐτῇ τῇ γῇ ἀλλοιώσεις καὶ μεταβολαὶ γίγνονται πρὸς ἄλλοτ᾽ ἄλλο μεθισταμένων;
因为,海洋的潮汐与退落是为了什么? 或者,湿气的推进和干燥是为了什么? 以及总的来说,时而向不同事物的变化、消灭和产生是为了什么? 或者说,大地本身的各种变异和变化,是随着天体时而迁移到不同的地方而产生的吗?
καὶ ἕτερα δ᾽οὐκ ὀλίγα παρόμοια τούτοις.
还有其他不少与此类似的事物。
ἔστι δ᾽ ἐν αὐτοῖς τοῖς ζώοις τὰ μὲν ὥσπερ μάταια καθάπερ τοῖς ἄρρεσιν οἱ μαστοὶ καὶ τοῖς θήλεσιν ἡ πρόεσις εἴπερ μὴ συμβάλλεται, καὶ πώγωνος δ᾽ ἐνίοις ἢ ὅλως τριχῶν ἔκφυσις ἔν τισι τόποις· ἔτι δὲ κεράτων μεγέθη καθάπερ τῶν ἐλάφων· τοῖς δὲ καὶ λελωβημένοις κινήσει τε καὶ παραιωρήσει καὶ ἐπιπροσθήσει τῶν ὀμμάτων· καὶ ὡς ἔνια δὴ βίᾳ ἢ παρὰ φνσιν ὥσπερ ὁ ἐρωδιὸς ὀχεύει καὶ τὸ ἡμερόβιον ζῇ καὶ ἕτερα οὐκ ὀλίγα λάβοι τις ἂν τοιαῦτα.
此外,在动物本身之中,有些东西仿佛是徒然的,例如雄性的乳房,以及如果并无助于生育的话,雌性的排泄物,还有某些动物的胡须,或者某些部位整体的毛发生长;此外还有像鹿那样的角的大小;有些动物还因眼睛的活动、下垂和遮挡而受损;以及某些动物确实以强力或违反自然的方式进行交尾,正如苍鹭交尾,以及蜉蝣生存那样,人们还可以找到不少其他类似的事情。
§30καὶ τὸ μέγνστον δὴ καὶ μάλιστα δοκοῦν περὶ τὰς τροφὰς καὶ γενέσεις τῶν ζώων· οὐθενὸς γὰρ ταῦθ᾽ ἕνεκα ἀλλὰ συμπτώματα καὶ δι᾽ ἑτέρας ἀνάγκας.
并且,最重大且最显得是如此的,是关于动物的营养和产生;因为这些并非为了什么目的,而是偶然的,且由于其他的必然性。
ἔδει γὰρ εἴπερ τούτων χάριν ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως.
因为如果确实是为了这些目的,它们就应该总是以同样的方式和同样的状态发生。
ἔτι δ᾽ἐν τοῖς φυτοῖς καὶ μᾶλλον τοῖς ἀψύχοις ὡρισμένην τιν᾽ ἔχουσι φύσιν, ὥσπερ δοκοῦσι καὶ μορφαῖς καὶ εἴδεσι καὶ δυνάμεσι, τίνος ἕνεκα ταῦτα ζητήσειεν ἄν τις.
此外,在植物中,更不用说在那些具有某种确定本性的无生物中——正如它们在形状、形式和力量上所显现的那样——有人会去寻求它们是为了什么吗?
αὐτὸ γὰρ τοῦτο ἄπορον τὸ μὴ ἔχειν λόγον καὶ ταῦτ᾽ ἐν ἑτέροις μὴ ποιοῦσι προτέροις καὶ τιμιωτέροις.
因为正是这一点令人困惑:它们没有合理的根据,而且这些东西并没有在其他更在先、更尊贵的事物中产生。
ἦ καὶ ἔοικεν ὁ λόγος ἔχειν τι πιστὸν ὡς ἄρα τῷ αὐτομάτῳ ταῦτα καὶ τῇ τοῦ ὅλου περιφορᾷ λαμβάνει τινὰς ἰδέας ἢ πρὸς ἄλληλα διαφοράς.
或者,这个论点似乎确实具有某种可信度:即这些事物由于偶然和整体的运行而获得了某些形式或彼此之间的差异?

词汇与语法注释

  1. 27ὑποβαίνοντι — 与格分词 ὑποβαίνοντι(“对于下降者”)作为关系与格(dative of reference)使用,表明进行该层级下降考察的主体视角,它并不与主句主语一致,而是暗示了一般的探究者。
  2. 27εἰ δὲ μὴ, ὁμώνυμα — 在紧缩的条件短语 εἰ δὲ μή(“若非如此”)中,动词及推论被省略。它与前文的条件句形成对比,暗示如果(积极运动规定实体的)条件不满足,这些事物就仅仅是同名异义的。
  3. 28ἆρ᾽ οὖν εἴ γε μηδ᾽ ἐν τοῖς ζώοις — 该句将疑问小词 ἆρα 与否定条件句 εἴ γε μηδέ(“如果确实甚至不…”)结合,在动物中寻求生命(前件)与在天体中寻求运行(后件)之间建立对比,并省略了后半句中的动词表达(如 ζητητέον)。
  4. 29μεθισταμένων — 这是一个省略了主语的属格独立结构(genitive absolute),语境中指代天体(如太阳或行星)的移动。分词 μεθισταμένων 描述了地上发生变动时的伴随时间或原因性情境。
  5. 30ἔδει γὰρ εἴπερ τούτων χάριν — 未完成过去时 ἔδει(“本应当”)引导一个违反事实的归结句(apodasis),表明与现实相反的情况(即如果这些是为了目的,它们本该总是以相同方式发生)。此处省略了不定式,由 εἴπερ τούτων χάριν 作为其前提条件。

引用这一段

泰奥弗拉斯托斯, 形而上学 §27-30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg006.humanitext-grc1:27-30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。