Humanitext Reader

泰奥弗拉斯托斯 · 形而上学 §12-15

从第一原理导出层级与目的论的局限

第 3 段,共 7 段 · 希腊语

内容简介

作者考察了毕加哥拉斯学派、柏拉图、斯佩西波斯和克塞诺克拉底等先哲如何从第一原理导出(或未能充分导出)宇宙的各个层级,并将其与具体科学进行对比。随后,他探讨了原理应当是有形的还是无形的,以及自然界中秩序与目的论解释的范围和局限。

§12καθάπερ καὶ οἱ τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ποιοῦντες.
正如那些设定“一”与“不规定二联”的人一样。
τοὺς γὰρ ἀριθμοὺς γεννήσαντες καὶ τὰ ἐπίπεδα καὶ τὰ σώματα σχεδὸν τἆλλα παραλείπουσι πλὴν ὅσον ἐφαπτόμενοι καὶ τοσοῦτο μόνον δηλοῦντες ὅτι τὰ μὲν ἀπὸ τῆς ἀορίστου δυάδος οἷον τόπος καὶ κενὸν καὶ ἄπειρον, τὰ δ᾽ ἀπὸ τῶν ἀριθμῶν καὶ τοῦ ἑνὸς οἷον ψυχὴ καὶ ἄλλ᾽ ἄττα, χρόνον δ᾽ἅμα καὶ οὐρανὸν καὶ ἕτερα δὴ πλείω· τοῦ δ᾽ οὐρανοῦ πέρι καὶ τῶν λοιπῶν οὐδεμίαν ἔτι ποιοῦνται μνείαν.
因为他们在产生数、平面和立体之后,几乎省略了其余的一切,只是稍微触及,并且仅仅说明这一点:即,源于不规定二联的是如空间、虚空和无限,而源于数和“一”的是如灵魂及其他一些事物,同时还有时间、天体以及其他更多事物;但对于天体及其他事物,他们没有再做任何提及。
ὡσαύτως δ᾽ οὐδὲ οἱ περὶ Σπεύσιππον οὐδὲ τῶν ἄλλων οὐθεὶς πλὴν Ξενοκράτης· οὗτος γὰρ ἀπόντα πως περιτίθησι περὶ τὸν κόσμον ὁμοίως αἰσθητὰ καὶ νοητὰ καὶ μαθηματικὰ καὶ ἔτι δὴ τὰ θεῖα.
同样,斯佩西波斯一派以及其他任何人都没有这么做,除了克塞诺克拉底;因为他不知怎地将缺席的东西赋予宇宙,同样赋予感觉到的、理智的、数学的以及神圣的事物。
§13πειρᾶται δὲ καὶ Ἑστιαῖος μέχρι τινὸς, οὐχ ὥσπερ εἴρηται περὶ τῶν πρώτων μόνον.
赫斯提亚乌斯也尝试到了一定程度,并不像所说的那样仅仅局限于第一原理。
Πλάτων μὲν οὖν ἐν τῷ ἀνάγειν εἰς τὰς ἀρχὰς δόξειεν ἄν ἅπτεσθαι τῶν ἄλλων εἰς τὰς ἰδέας ἀνάπτων, ταύτας δ᾽ εἰς τοὺς ἀριθμοὺς, ἐκ δὲ τούτων εἰς τὰς ἀρχὰς, εἶτα κατὰ τὴν γένεσιν μέχρι τῶν εἰρημένων.
因此,柏拉图在将事物还原为原理时,通过将事物归结于理念,将理念归结于数,再从数归结于原理,似乎触及了其他事物,然后按照生成的过程,一直进行到上述的事物。
οἱ δὲ τῶν ἀρχῶν μόνον.
而其他人只讨论原理。
ἔνιοι δὲ καὶ τὴν ἀλήθειαν ἐν τούτοις· τὰ γὰρ ὄντα μόνον περὶ τὰς ἀρχάς.
有些人甚至将真理置于其中;因为他们说,存在物仅存在于原理的周围。
συμβαίνει δὲ τοὐναντίον ἢ ἐν ταῖς ἄλλαις μεθόδοις· ἐν ἐκείνοις γὰρ τὰ μετὰ τὰς ἀρχὰς ἰσχυρότερα καὶ οἷον τελεώτερα τῶν ἐπιστημῶν·
但这与在其他研究方法(科学)中发生的情况相反;因为在那些方法中,原理之后的事物更加强大,并且在各门科学中也更趋于完善。
τάχα δὲ καὶ εὐλόγως.
而这或许也是合乎情理的。
ἔνθα μὲν γὰρ τῶν ἀρχῶν ἐν δὲ ταῖς λοιπαῖς ἀπὸ τῶν ἀρχῶν ἡ ζήτησις.
因为在前者中,探求是针对原理本身的,而在其余的科学中,探求是从原理出发的。
§14πῶς δέ ποτε χρὴ καὶ ποίας τὰς ἀρχὰς ὑποθέσθαι τάχ᾽ ἂν ἀπορήσειέ τις, πότερον ἀμόρφους καὶ οἷον δυναμικὰς ὥσπερ ὅσοι πῦρ καὶ γῆν, ἢ μεμορφωμένας ὡς μάλιστα δέον ταύτας ὡρίσθαι καθάπερ ἐν τῷ Τιμαίῳ φησίν· τοῖς γὰρ τιμιωτάτοις οἰκειότατον ἡ τάξις καὶ τὸ ὡρίσθαι.
但人们或许会困惑,究竟应该如何以及假定什么样的原理:是像那些将火和土视为原理的人一样,假定无形的、如同潜在能力的原理,还是假定有形的原理——正如《蒂迈欧篇》中所说,这些原理最应该被规定;因为对于最尊贵的事物来说,秩序和被规定是最合宜的。
φαίνεται δὲ καὶ ἐν ταῖς λοιπαῖς σχεδὸν ἔχειν οὕτω καθάπερ τῇ γραμματικῇ καὶ μουσικῇ καὶ ταῖς μαθηματικαῖς.
而在其余的几乎所有学科中,情况似乎也是如此,比如语法、音乐和数学。
συνακολουθεῖ δὲ καὶ τὰ μετὰ τὰς ἀρχάς.
而原理之后的事物也随之跟从。
ἔτι δὲ καὶ κατὰ τὰς τέχνας ὁμοίως αἵπερ τὴν φύσιν μιμοῦνται· καὶ τὰ ὄργανα καὶ τὰ ἄλλα κατὰ τὰς ἀρχάς.
此外,在模仿自然的技艺中也是如此;工具及其他事物都遵从原理。
οἱ μὲν οὐν ἀμόρφους πάσας, οἱ δὲ μόνον τὰς ὑλικάς· οἱ δ᾽ ἀμφοτέρας ἐμμόρφους, καὶ τὰς τῆς ὕλης, ὡς ἐν ἀμφοῖν τὸ τέλεον· §15οἷον γὰρ ἐξ ἀντικειμένων τὴν ἅπασαν οὐσίαν.
因此,有些人使所有的原理都成为无形的,另一些人则只使质料的原理成为无形的;而还有些人使两类原理都成为有形的,甚至包括质料的原理,因为完美存在于两者之中;因为(在他们看来)整个实体如同是由相反者构成的。
ἄλογον δὲ κἀκεῖνο δόξειεν ἂν εἰ ὁ μὲν ὅλος οὐρανὸς καὶ ἕκαστα τῶν μερῶν ἅπαντ᾽ ἐν τάξει καὶ λόγῳ καὶ μορφαῖς καὶ δυνάμεσι καὶ περιόδοις, ἐν δὲ ταῖς ἀρχαῖς μηθὲν τοιοῦτον ἀλλ᾽ ὥσπερ σάρξ εἰκῆ κεχυμένων ὁ κάλλιστος, φησὶν Ἡράκλειτος, κόσμος.
此外,如果整个天体以及它的每一个部分都处于秩序、理性、形状、力量和周期之中,而在原理中却没有这样的东西,反倒像赫拉克利特所说,“最美丽的宇宙不过是胡乱倾倒的一堆垃圾 [字面意:肉]”,那似乎也是不合理的。
καὶ κατὰ τοὐλάχιστον δ᾽ ὡς εἰπεῖν λαμβάνουσιν ὁμοίως ἐν ἀψύχοις καὶ ἐμψύχοις. ὡρισμέναι γὰρ ἑκάστων αἱ φύσεις ὡς εἰπεῖν καίπερ αὐτομάτως γινομένων, τὰς δ᾽ ἀρχὰς ἀορίστους εἶναι.
而且,在无生命和有生命的事物中,他们同样也接受了(规定性),可以说直至最微小的事物;因为,尽管事物是自然(偶然)生成的,但各个事物的本性可以说是被规定的,而原理却是未被规定的,这(是荒谬的)。
χαλεπὸν δὲ πάλιν αὐτὸ τὸ τοὺς λόγους ἑκάστοις περιθεῖναι πρὸς τὸ ἕνεκά του συνάγοντας ἐν ἅπασι καὶ ἐν ζώοις καὶ φυτοῖς καὶ ἐν αὐτῇ πομφόλυγι· πλὴν εἰ συμβαίνει τῇ ἑτέρων τάξει καὶ μεταβολῇ μορφὰς παντοίας καὶ ποικιλίας γίγνεσθαι τῶν τε περὶ τὸν ἀέρα καὶ τὴν γῆν.
但另一方面,在所有事物中——无论是在动物、植物,还是在气泡本身中——将各个事物赋予合理的解释(logos),并将其归于“为了某个目的”之下,这本身也是困难的;除非是因为其他事物的秩序和变化,使得空气和大地周围的事物产生各种形状和多样性。
ὦν δὴ μέγιστόν τινες παράδειγμα ποιοῦνται τὰ περὶ τὰς ὥρας τὰς ἐτείους ἐν αἷς καὶ ζώων καὶ φυτῶν καὶ καρπῶν γενέσεις οἶον γεννῶντος τοῦ ἡλίου.
有些人确实将关于年岁四季的现象作为最大的证据,在这些季节中,动物、植物和果实的生成就发生着,仿佛是太阳在孕育它们。
καὶ ταῦτα μὲν ἐνταῦθα που ζητεῖ τὴν σκέψιν, ἀφορισμὸν ἀπαιτοῦνμέχρι πόσου τὸ τεταγμένον, καὶ διὰ τί πλέον ἀδύνατον ἢ εἰς τὸ χεῖρον μετάβασις.
而这些问题大概在此处需要进行考察,要求界定秩序化的事物延伸到什么程度,以及为什么更进一步是不可能的,或者是向更坏状态的过渡。

词汇与语法注释

  1. 12καθάπερ καὶ οἱ τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ποιοῦντες — 此句承接前文“大多数人走到某一步就停下来了”,省略了主动词(如 καταπαύονται 或 ποιοῦσι)。应理解为“正如那些设定‘一’与‘不规定二联’的人也同样[停下来/这样做]”。
  2. 13ἔνθα μὲν γὰρ τῶν ἀρχῶν — 属格 τῶν ἀρχῶν 作为名词 η ζήτησις(此处省略)的宾格性属格,意为“对于原理的探求”,并与后文的“从(ἀπό)原理出发的探求”形成对比。
  3. 15ὥσπερ σάρξ εἰκῆ κεχυμένων — 引用自赫拉克利特残篇 124。手稿中的 σάρξ(肉)通常被视为 σάρμα(扫除物、垃圾堆)的抄写错误。属格复数分词 κεχυμένων(胡乱倾倒的)与主格主语 κόσμος 在语法上不一致,反映出语法上的倒错或引文的变形。
  4. 15χαλεπὸν δὲ πάλιν αὐτὸ τὸ τοὺς λόγους ἑκάστοις περιθεῖναι... πλὴν εἰ συμβαίνει... — 这是一个以对格不定式短语为主语的无人称句。结构“赋予……是困难的(χαλεπὸν δέ... περιθεῖναι),除非发生了……(πλὴν εἰ συμβαίνει...)”展示了围绕自然目的论解释界限的复杂条件关系。

引用这一段

泰奥弗拉斯托斯, 形而上学 §12-15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.tlg006.humanitext-grc1:12-15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。