§8τὸ δὲ κατὰ τὸ πλῆθος τῶν σφαιρῶν τῆς αἰτίας μείζονα ζητεῖ λόγον· οὐ γὰρ ὅ γε τῶν ἀστρολόγων.
按照天球数量来解释原因,需要更深入的讨论;因为天文学家的解释确实是不够的。
ἄπορον δὲ καὶ πῶς ποτὲ φυσικὴν ὄρεξιν ἐχόντων οὐ τὴν ἠρεμίαν διώκουσιν ἀλλὰ τὴν κίνησιν.
同样令人困惑的是,当它们拥有自然欲求时,究竟为什么它们追求的不是静止而是运动。
τί οὖν ἅμα τῇ μιμήσει φασὶν ἐκεῖνο ὅσοι τε τὸ ἓν καὶ ὅσοι τοὺς ἀριθμοὺς λέγουσιν;
那么,那些主张“一”和主张“数”的人,在谈到这种“模仿”时,究竟指的是什么?
καὶ γὰρ αὐτοὶ τούς ἀριθμούς φασι τὸ ἕν.
因为他们自己也说数就是“一”。
εἰ δὴ ἔφεσις, ἄλλως τε καὶ τοῦ ἀρίστου, μετὰ ψυχῆς. εἰ μή τις λέγοι καθ᾽ ὁμοιότητα καὶ διαφορὰν ἔμψυχα εἶναι τὰ κινούμενα.
如果确实存在渴求,尤其是对最善之物的渴求,那它就必须伴随灵魂,除非有人会说,运动的事物是根据相似性和差异性而具有灵魂的。
ψυχὴ δ᾽ ἅμα δοκεῖ καὶ κίνησις ὑπάρχειν ζωὴ γὰρ τοῖς ἔχουσιν, ἀφ᾽ ἧς καὶ αἱ ὁρέξεις πρὸς ἕκαστον, ὥσπερ καὶ τοῖς ζώοις, ἐπεὶ καὶ αἱ αἰσθήσεις καίπερ ἐν τῷ πάσχειν οὖσαι δι᾽ ἑτέρων ὅμως ἔμψυχοι γίγνονται.
而灵魂与运动似乎同时存在,因为对于拥有它的人来说,它就是生命,由此也产生了对每种事物的欲求,正如在动物中一样;因为感觉虽然是通过其他事物处于受动状态,但它仍旧是有灵魂的活动。
§9εἰ δ᾽ οὖν τῆς κυκλικῆς αἴτιον τὸ πρῶτον οὐ τῆς ἀρίστης ἂν εἴη· κρείττων γὰρ ἡ τῆς ψυχῆς καὶ πρώτη δὴ καὶ μάλιστα ἡ τῆς διανοίας ἀφ᾽ ἧς καὶ ἡ ὄρεξις.
如果第一者是圆周运动的原因,那它就不是最善运动的原因;因为灵魂的活动更优越,而思维的活动确实是首要且最主要的,欲求也由此产生。
τάχα δὲ καὶ τοῦτ᾽ ἄν τις ἐπιζητήσειε διὰ τί τὰ κυκλικὰ μόνον ἐφετικὰ, τῶν δὲ περὶ τὸ μέσον οὐθὲν καίπερ κινητῶν ὄντων, πότερον ὡς ἀδύνατα ἢ ὡς οὐ διικνουμένου τοῦ πρώτου.
也许有人还会追问这一点:为什么只有进行圆周运动的事物才具有渴求,而中心周围的事物虽然是可运动的,却全无渴求——是因为它们无能为力,还是因为第一者无法到达它们。
ἀλλὰ τοῦτό γ᾽ ἄτοπον εἰ δι᾽ ἀσθένειαν· ἰσχυρότερον γὰρ ἄν τις ἀξιώσειε τοῦ Ὁμήρου Διὸς ὅς φησιν
"αὐτῇ κεν γαίῃ ἐρύσαιμ᾽ αὐτῇ τε θαλάσσῃ.
但如果这是因为软弱,那至少是荒谬的;因为人们会断定它比荷马笔下的宙斯更强大,宙斯说:“连大地本身和海洋本身,我都能拉上来。
"
ἀλλὰ λοιπὸν ὥσπερ ἄδεκτόν τι καὶ ἀσύνθετον εἶναι.
”相反,剩下的解释只能是,中心的事物如同是无法接受且不相配合的。
§10τάχα δὲ πρότερον ζητήσειεν ἄν τις πῶς ἔχει, πότερα μέρη ταῦτα ἢ οὐ μέρη τοῦ οὐρανοῦ, καὶ εἰ μέρη, πῶς μέρη.
但也许人们应该先追问情况究竟如何:这些究竟是天的一部分还是不是天的一部分,如果是部分,又是以何种方式作为部分的。
νῦν γὰρ οἷον ἀπεωσμένα τῶν ἐντιμοτάτων οὐ μόνον κατὰ τὰς χώρας ἀλλὰ καὶ κατὰ τὴν ἐνέργειαν, εἴπερ ἡ κυκλικὴ τοιαύ1η.
因为目前,如果圆周运动确实是那样的,那么它们不仅在位置上,而且在活动上,都如同被排除在最尊贵的事物之外。
συμβαίνει γὰρ οἷον κατὰ συμβεβηκὸς ὑπὸ τῆς κυκλικῆς περιφορᾶς καὶ εἰς τοὺς τόπους καὶ εἰς ἄλληλα τὰς μεταβολάς.
因为由于圆周旋转,无论是在位置上还是在彼此之间的变化,都是如同偶然发生的。
εἰ δὲ καὶ τὸ ἄριστον ἀπὸ τοῦ ἀρίστοῦ κάλλιον ἄν τι παρὰ τοῦ πρώτου δέοι τῆς κυκλοφορίας, εἰ μὴ ἄρ᾽ ἐκωλύετο τῷ μὴ δύνασθαι δέχεσθαι.
如果最善者出自最善者,那么从第一者那里理应产生比圆周运动更美好的东西,除非确实是因为无法接受而受到阻碍。
τὸ γὰρ δὴ πρῶτον καὶ θειότατον πάντα τὰ ἄριστα βουλόμενον.
因为第一且最神圣者期望一切都是最善的。
τάχα δὲ τοῦτο μὲν οἷον ὑπέρβατόν τι καὶ ἀζήτητον.
但这或许是一种过度的、不应探求的问题。
ἀξιοῖ γὰρ ὁ τοῦτο λέγων ἅπανθ᾽ ὅμοια, καὶ ἐν τοῖς ἀρίστοις εἶναι μικράν τινα ἢ μηδεμίαν ἔχοντα διαφοράν.
因为说这话的人要求一切事物都是相似的,且在最善的事物之间只有极小或根本没有区别。
§11τόδε δ᾽ ἄν τις ἴσως ἀπορήσειε πρὸς αὐτὸν τὸν πρῶτον οὐρανὸν ἀναφέρων πότερον ἡ περιφορὰ τῆς οὐσίας ἐστὶν αὐτοῦ καὶ ἅμα τῷ πεπαῦσθαι φθείροιτ᾽ ἂν, ἢ εἴπερ ἐφέσει τινὶ καὶ ὀρέζει κατὰ συμβεβηκὸς· εἰ μὴ ἄρα σύμφυτον αὐτῷ τὸ ὀρέγεσθαι καὶ οὐδὲν κωλύει τοιαῦτ᾽ ἄττα τῶν ὄντων ὑπάρχειν.
也许有人会感到困惑,将问题指向第一天体本身:这种旋转究竟是其本性(实体)的一部分,以至于一旦停止它就会灭亡,还是如果确实是由于某种渴求和欲求,那它就是偶然的;除非渴求对它来说是天生的,并且没有什么能阻止在存在物中存在此类事物。
ἴσως δ᾽ ἂν εἴη καὶ ἀφελόντα τὴν ὄρεξιν ὑπὲρ αὐτῆς τῆς κινήσεως ἀπορεῖν εἰ ἀφαιρεθεῖσα φθείροι τὸν οὐρανόν.
或者,也许有人在排除欲求之后,单就运动本身提出疑问:如果运动被移除,天体是否会毁灭。
καὶ τοῦτο μὲν ὥσπερ ἑτέρων λόγων.
而这确实如同属于其他的讨论。
ἀπὸ δ᾽ οὐν ταύτης ἢ τούτων τῶν ἀρχῶν ἀξιώσειεν ἄν τις.
无论如何,人们都会从这个或这些原理出发提出要求。
τάχα δὲ καὶ ἀπὸ τῶν ἄλλων ἀρχῶν ἄν τις τιθῆται τὰ ἐφεξῆς εὐθὺς ἀποδιδόναι καὶ μὴ μέχρι του προελθόντα παύεσθαι· τοῦτο γὰρ τελέου καὶ φρονοῦντος, ὅπερ Ἀρχύτας ποτ᾽ ἔφη ποιεῖν Εὔρυτον διατιθέντα τινὰς ψήφους.
也许,即使人们设定了其他原理,也应该立即说明接下来的事情,而不能在进行到某一步时就停下来;因为这是完美而有智慧的人的特征,正如阿尔库塔斯曾说欧律托斯在排列某些棋子(小石子)时所做的那样。
λέγειν γὰρ ὡς ὅδε μὲν ἀνθρώπου ὁ ἀριθμὸς, ὅδε δὲ ἵππου, ὅδε δ᾽ ἄλλου τινὸς τυγχάνει.
因为他说,这个是人的数,这个是马的数,这个碰巧是其他某种事物的数。
νῦν δ᾽ οἵ γε πολλοὶ μέχρι τινὸς ἐλθόντες καταπαύονται.
然而现在的多数人,走到某一步就停下来了。