§1.9Ὡς δ᾿ αὕτως καὶ ἐπὶ τῆς ἡμέρας ἔχουσιν αἱ μεταβολαὶ ὡς ἐπὶ τὸ πολύ.
对于一天之中的情况,天气的变化也大体上以相同的方式发生。
ἀνατολὴ γὰρ καὶ πρωὶ καὶ μεσημβρία καὶ δείλη καὶ δύσις, καὶ τὰ τῆς νυκτὸς μέρη τὰ ἀνάλογα ταὐτὸ ποιεῖ τοῖς εἰρημένοις περὶ πνευμάτων καὶ χειμῶνος καὶ εὐδίας.
因为日出、清晨、正午、午后、日没以及夜晚的对应时间段,其效果都与前面提到的关于风、风暴和晴天的情况相同。
μάλιστα γὰρ ἐὰν μέλλῃ μεταβάλλειν, ἐν ταῖς διχοτομίαις μεταβάλλει.
因为,天气如果将要发生变化,尤其会在各时段的分点(中间点)发生变化。
καθόλου μὲν οὖν τὰς ὥρας οὕτω δεῖ παρατηρεῖν, καθ᾿ ἕκαστα δὲ τῶν σημείων κατὰ τὸν ὑπογεγραμμένον τρόπον.
因此,总体上应当这样观察时间段,而具体的各个征兆则应按照下文所记述的方式进行观察。
§1.10Ὕδατος μὲν οὖν σημεῖα τὰ τοιαῦτα δοκεῖ εἶναι.
现在,雨水的征兆似乎如下。
ἐναργέστατον μὲν οὖν τὸ ἑωθινόν, ὅταν πρὸ ἡλίου ἀνατολῆς φαίνηται ἐπιφοινίσσον σημεῖον· ἢ γὰρ αὐθημερινὸν ἐπισημαίνει ἢ τριῶν ἡμερῶν ὡς ἐπὶ τὸ πολύ.
其中最明显的是黎明时的征兆,即在日出前出现微红的迹象;因为这预示着当天会有雨,或者大体上在三天之内会有雨。
δηλοῖ δὲ καὶ τὰ ἄλλα σημεῖα· ἐὰν γὰρ μὴ πρότερον, τριταῖα μάλιστα σημαίνει τὸ ἐπιφοινίσσον καὶ δύνοντος, ἧττον δὲ ἢ τὸ ἑωθινοῦ.
其他征兆也显示了这一点;因为,即使不更早,日没时出现微红也预示着雨水,特别是在第三天,尽管其确定性不如黎明时的征兆。
§1.11Καὶ ἐὰν δύνῃ χειμῶνος ἢ ἔαρος εἰς νεφέλιον. τριῶν ἡμερῶν ὡς τὰ πολλὰ ἐπισημαίνει.
如果太阳在冬季或春季落入小云中,大体上预示着三天内有雨。
καὶ ἐὰν ῥάβδοι νοτόθεν, ταὐτὰ δὲ ταῦτα βορρᾶθεν γινόμενα ἀσθενέστερα.
如果在南方出现光条(如幻日);而这些相同的情况如果发生在北方,则是较弱的征兆。
καὶ ἐὰν ἀνίσχων μέλαν σημεῖον ἴσχῃ.
如果太阳升起时带有黑斑。
καὶ ἐὰν ἐκ νεφελῶν ἐν έχῃ, ὑδατικόν, καὶ ἐὰν ἀκτῖνες ἀνίσχοντος ἀνατείνωσι πρὶν ἀνατεῖλαι, κοινὸν ὕδατος σημεῖον καὶ ἀνέμου.
如果它被云层遮蔽,这也是多雨的征兆。 如果升起的太阳的光芒在日出前向上延伸,这是雨和风的共同征兆。
καὶ ἐὰν καταφερομένου τοῦ ἡλίου ὑφίστηται νέφος, ὑφ᾿ οὗ ἐὰν σχίζωνται αἱ ἀκτῖνες, χειμερινὸν τὸ σημεῖον.
如果太阳西沉时,其下方有云,且光线被云割裂,这是风暴的征兆。
καὶ ὅταν καυματίας δύηται καὶ ἀνατέλλῃ, ἐὰν μὴ ἄνεμος γένηται, ὕδατος τὸ σημεῖον.
当太阳在酷热中落下和升起时,如果没有刮风,这就是雨水的征兆。
§1.12Τὰ αὐτὰ δὲ σημαίνει καὶ σελήνη πανσελήνῳ ἀνίσχουσα, ἀσθενέστερα δὲ ὁ μείς.
满月时升起的月亮也预示着同样的事情,但新月的预示力较弱。
ἐὰν μὲν ᾖ πυρώδης, πνευματώδη σημαίνει τὸν μῆνα, ἐὰν δὲ ζοφώδης, ὑδατώδη·
如果月亮呈火红色,预示着这个月多风;如果是暗淡阴沉的,则预示着多雨。
σημαίνει δὲ ὅτι ἂν σημαίνῃ τριταῖος ὢν ὁ μείς.
新月无论预示着什么,都是在其出现后第三天时预示的。
§1.13Ἀστέρες πολλοὶ διᾴττοντες ὕδατος ἢ πνεύματος, καὶ ὅθεν ἂν διάττωσιν ἐντεῦθεν τὸ πνεῦμα ἢ τὸ ὕδωρ.
许多流星划过是雨水或风的征兆,流星从哪里划过,风或雨就会从哪里来。
καὶ ἐὰν ἀκτῖνες ἀθρόαι ἀνίσχωσιν ἀνιόντος ἢ δύνοντος, σημεῖον ὕδατος.
如果太阳升起或落下时有成束的光线向上升起,这是雨水的征兆。
καὶ ὅταν ἀνίσχοντος τοῦ ἡλίου αἱ αὐγαὶ οἷον ἐκλείποντος χρῶμα ἴσχωσιν, ὕδατος σημεῖον.
当太阳升起时,其光芒带有如同日食般的颜色,这是雨水的征兆。
καὶ ὅταν νεφέλαι πόκοις ἐρίων ὅμοιαι ὦσιν, ὕδωρ σημαίνει.
当云朵像羊毛团时,预示着雨水。
πομφόλυγες ἀνιστάμεναι πλείους ἐπὶ τῶν ποταμῶν ὕδωρ σημαίνουσι πολύ.
河流上浮起较多起泡预示着大雨。
ὡς δ᾿ ἐπὶ τὸ πολὺ ἶρις περὶ λύχνον ἢ διὰ λύχνου διαφαινομένη νότια σημαίνει ὕδατα.
大体而言,灯火周围出现光晕,或透过灯火显现的光晕,预示着南方的雨水。
§1.14Καὶ οἱ μύκητες ἐὰν νότια ᾖ, ὕδωρ σημαίνουσι.
如果刮南风,灯芯上的“灯煤(炭化物)”预示着雨水。
σημαίνουσι δὲ καὶ ἄνεμον κατὰ λόγον ὡς ἂν ἔχωσι πλήθους καὶ μεγέθους, σμικροὶ δὲ καὶ κεγχρώδεις καὶ λαμπροὶ ὕδωρ καὶ ἄνεμον.
它们还根据其数量和大小按比例预示着风;而微小、如粟粒般且明亮的灯煤,则预示着雨和风。
καὶ ὅταν χειμῶνος τὴν φλόγα ὁ λύχονος ἀπωθῇ διαλιπὼν οἷον πομφόλυγας, ὕδατος σημεῖον, καὶ ἐὰν πηδῶσιν αἱ ἀκτῖνες ἐπ᾿ αὐτόν, καὶ ἐὰν σπινθῆρες ἐπιγένωνται.
当冬季灯火排斥其火焰,留下如同气泡般的间歇时,这是雨水的征兆;如果光芒跳跃在灯芯上,以及有火花在上面产生时,也是如此。
§1.15Ὄρνιθες λουόμενοι μὴ ἐν ὕδατι βιοῦντες ὕδωρ ἢ χειμῶνας σημαίνουσι.
不生活在水中的鸟类在洗澡时,预示着雨水或风暴。
καὶ φρύνη λουομένη καὶ βάτραχοι μᾶλλον ᾄδοντες σημαίνουσιν ὕδωρ.
蟾蜍洗澡和青蛙比平时更响地鸣叫,也预示着雨水。
καὶ ἡ σαύρα φαινομένη, ἣν καλοῦσι σαλαμάνδραν, ἔτι δὲ καὶ χλωρὸς βάτραχος ἐπὶ δένδρου ᾄδων ὕδωρ σημαίνει.
被称为“沙拉曼达(蝾螈)”的蜥蜴出现,以及绿色的树蛙在树上鸣叫,都预示着雨水。
χελιδόνες τῇ γαστρὶ τύπτουσαι τὰς λίμνας ὕδωρ σημαίνουσι.
燕子用腹部拍击湖面预示着雨水。
βοὺς τὴν προσθίαν ὁπλὴν λείξας χειμῶνα ἢ ὕδωρ σημαίνει. ἐὰν δὲ εἰς τὸν οὐρανὸν ἀνακύπτων ὀσφραίνηται, ὕδωρ σημαίνει.
公牛舔舐前蹄预示着风暴或雨水;如果它仰望天空并嗅闻空气,则预示着雨水。
§1.16Κορώνη ἐπὶ πέτρας κορυσσομένη ἣν κῦμα κατακλύζει ὕδωρ σημαίνει· καὶ κολυμβῶσα πολλάκις καὶ περιπετομένη ὕδωρ σημαίνει.
在波浪冲刷的岩石上,乌鸦摇晃头部(或梳理羽毛)预示着雨水;如果它频繁潜水并飞来飞去,也预示着雨水。
κόραξ πολλὰς μεταβάλλειν εἰωθὼς φωνάς, τούτων ἐὰν ταχὺ δὶς φθέγξηται καὶ ἐπιρροιζήσῃ καὶ τινάξῃ τὰ πτέρα, ὕδωρ σημαίνει.
习惯于发出多种叫声的渡鸦,如果快速鸣叫两声、发出振翅声并抖动翅膀,预示着雨水。
καὶ ἐὰν ὑετῶν ὄντων πολλὰς μεταβάλλῃ φωνὰς καὶ ἐὰν φθειρίζηται ἐπ᾿ ἐλαίας.
如果在下雨时它发出多种叫声,以及在橄榄树上清理虱子。
καὶ ἐάν τε εὐδίας ἐάν τε ὕδατος ὄντος μιμῆται τῇ φωνῇ οἷον σταλαγμούς, ὕδωρ σημαίνει.
无论是在晴天还是在雨天,如果它的叫声模仿滴水的声音,就预示着雨水。
ἐάν τε κόρακες ἐάν τε κολοιοὶ ἄνω πέτωνται καὶ ἱερακίζωσιν, ὕδωρ σημαίνουσι.
无论是渡鸦还是寒鸦向上飞行并像鹰一样俯冲,都预示着雨水。
καὶ ἐὰν κόραξ εὐδίας μὴ τὴν εἰωθυῖαν φωνὴν ἵῃ καὶ ἐπιρροιβδῇ, ὕδωρ σημαίνει.
如果渡鸦在晴天发出不同于平常的叫声并发出振翅声,预示着雨水。