§1.9Ὡς δ᾿ αὕτως καὶ ἐπὶ τῆς ἡμέρας ἔχουσιν αἱ μεταβολαὶ ὡς ἐπὶ τὸ πολύ.
一日のなかでも、天気の変化は概して[これらと同じように]起こる。
ἀνατολὴ γὰρ καὶ πρωὶ καὶ μεσημβρία καὶ δείλη καὶ δύσις, καὶ τὰ τῆς νυκτὸς μέρη τὰ ἀνάλογα ταὐτὸ ποιεῖ τοῖς εἰρημένοις περὶ πνευμάτων καὶ χειμῶνος καὶ εὐδίας.
というのも、日の出、朝、真昼、午後、日没、および夜の対応する時間帯は、風、嵐、晴天に関して述べられた事柄と同じ効果をもたらすからである。
μάλιστα γὰρ ἐὰν μέλλῃ μεταβάλλειν, ἐν ταῖς διχοτομίαις μεταβάλλει.
なぜなら、仮に天気が変化しようとするなら、それはとりわけ各区分の境界(中間の時点)において変化するからである。
καθόλου μὲν οὖν τὰς ὥρας οὕτω δεῖ παρατηρεῖν, καθ᾿ ἕκαστα δὲ τῶν σημείων κατὰ τὸν ὑπογεγραμμένον τρόπον.
したがって、全体としては季節(時間の区分)をこのように観察せねばならず、個々の兆候については以下に記述される方法に従って観察せねばならない。
§1.10Ὕδατος μὲν οὖν σημεῖα τὰ τοιαῦτα δοκεῖ εἶναι.
さて、雨の兆候は以下のようなものであると思われる。
ἐναργέστατον μὲν οὖν τὸ ἑωθινόν, ὅταν πρὸ ἡλίου ἀνατολῆς φαίνηται ἐπιφοινίσσον σημεῖον·
なかでも最も明瞭なのは明け方の兆候であり、日の出の前に赤みを帯びた兆候が現れるときである。
ἢ γὰρ αὐθημερινὸν ἐπισημαίνει ἢ τριῶν ἡμερῶν ὡς ἐπὶ τὸ πολύ.
なぜなら、それは当日中の雨を告げるか、あるいは概して三日以内の雨を知らせるからである。
δηλοῖ δὲ καὶ τὰ ἄλλα σημεῖα·
他の兆候もまたこのことを示している。
ἐὰν γὰρ μὴ πρότερον, τριταῖα μάλιστα σημαίνει τὸ ἐπιφοινίσσον καὶ δύνοντος, ἧττον δὲ ἢ τὸ ἑωθινοῦ.
なぜなら、それより早くないとしても、日没時に赤みを帯びることも、明け方のものほどではないにせよ、とりわけ三日目の雨を知らせるからである。
§1.11Καὶ ἐὰν δύνῃ χειμῶνος ἢ ἔαρος εἰς νεφέλιον. τριῶν ἡμερῶν ὡς τὰ πολλὰ ἐπισημαίνει.
また、冬または春に[太陽が]小さな雲の中に没する場合、それは概して三日以内の雨を知らせる。
καὶ ἐὰν ῥάβδοι νοτόθεν, ταὐτὰ δὲ ταῦτα βορρᾶθεν γινόμενα ἀσθενέστερα.
また、南から光条(幻日などの筋)が現れる場合。 これらと同じものが北から現れる場合は、より弱い兆候となる。
καὶ ἐὰν ἀνίσχων μέλαν σημεῖον ἴσχῃ.
また、昇るときに[太陽が]黒い斑点を持つ場合。
καὶ ἐὰν ἐκ νεφελῶν ἐν έχῃ, ὑδατικόν, καὶ ἐὰν ἀκτῖνες ἀνίσχοντος ἀνατείνωσι πρὶν ἀνατεῖλαι, κοινὸν ὕδατος σημεῖον καὶ ἀνέμου.
また、雲に遮られる場合、それは雨を伴うものである。 また、昇りゆく太陽の光線が、日の出の前に上方に伸びる場合、それは雨と風の共通の兆候である。
καὶ ἐὰν καταφερομένου τοῦ ἡλίου ὑφίστηται νέφος, ὑφ᾿ οὗ ἐὰν σχίζωνται αἱ ἀκτῖνες, χειμερινὸν τὸ σημεῖον.
また、太陽が沈みゆくときに雲がその下にあり、それによって光線が引き裂かれている場合、それは嵐の兆候である。
καὶ ὅταν καυματίας δύηται καὶ ἀνατέλλῃ, ἐὰν μὴ ἄνεμος γένηται, ὕδατος τὸ σημεῖον.
また、じりじりと照りつける暑さを伴って没し、また昇るとき、風が起きなければ、それは雨の兆候である。
§1.12Τὰ αὐτὰ δὲ σημαίνει καὶ σελήνη πανσελήνῳ ἀνίσχουσα, ἀσθενέστερα δὲ ὁ μείς.
満月のときに昇る月も同じことを知らせるが、新月はより弱く知らせる。
ἐὰν μὲν ᾖ πυρώδης, πνευματώδη σημαίνει τὸν μῆνα, ἐὰν δὲ ζοφώδης, ὑδατώδη·
もし月が火のように赤いなら、風の多い月になることを知らせ、暗く曇っているなら、雨の多い月になることを知らせる。
σημαίνει δὲ ὅτι ἂν σημαίνῃ τριταῖος ὢν ὁ μείς.
また、新月が何を知らせるにせよ、それは三日目の状態のときに知らせるのである。
§1.13Ἀστέρες πολλοὶ διᾴττοντες ὕδατος ἢ πνεύματος, καὶ ὅθεν ἂν διάττωσιν ἐντεῦθεν τὸ πνεῦμα ἢ τὸ ὕδωρ.
多くの流星は雨または風の兆候であり、流星が流れるその方向から風または雨がやって来る。
καὶ ἐὰν ἀκτῖνες ἀθρόαι ἀνίσχωσιν ἀνιόντος ἢ δύνοντος, σημεῖον ὕδατος.
また、太陽が昇るとき、あるいは没するときに、束になった光線が昇るなら、それは雨の兆候である。
καὶ ὅταν ἀνίσχοντος τοῦ ἡλίου αἱ αὐγαὶ οἷον ἐκλείποντος χρῶμα ἴσχωσιν, ὕδατος σημεῖον.
また、日の出のときに太陽の光が日食のときのような色を帯びるなら、それは雨の兆候である。
καὶ ὅταν νεφέλαι πόκοις ἐρίων ὅμοιαι ὦσιν, ὕδωρ σημαίνει.
また、雲が羊毛の束に似ているとき、それは雨を知らせる。
πομφόλυγες ἀνιστάμεναι πλείους ἐπὶ τῶν ποταμῶν ὕδωρ σημαίνουσι πολύ.
川の上に多くの泡が浮かび上がるのは、大雨を知らせる。
ὡς δ᾿ ἐπὶ τὸ πολὺ ἶρις περὶ λύχνον ἢ διὰ λύχνου διαφαινομένη νότια σημαίνει ὕδατα.
また、概して、ランプの周りの光輪、あるいはランプ越しに透けて見える光輪は、南からの雨を知らせる。
§1.14Καὶ οἱ μύκητες ἐὰν νότια ᾖ, ὕδωρ σημαίνουσι.
また、ランプの芯の「垢(燃えかす)」は、南風が吹いているとき、雨を知らせる。
σημαίνουσι δὲ καὶ ἄνεμον κατὰ λόγον ὡς ἂν ἔχωσι πλήθους καὶ μεγέθους, σμικροὶ δὲ καὶ κεγχρώδεις καὶ λαμπροὶ ὕδωρ καὶ ἄνεμον.
また、それらはその数と大きさに応じて風をも知らせるが、小さくアワの粒のようで、かつ明るいものは、雨と風の両方を知らせる。
καὶ ὅταν χειμῶνος τὴν φλόγα ὁ λύχονος ἀπωθῇ διαλιπὼν οἷον πομφόλυγας, ὕδατος σημεῖον, καὶ ἐὰν πηδῶσιν αἱ ἀκτῖνες ἐπ᾿ αὐτόν, καὶ ἐὰν σπινθῆρες ἐπιγένωνται.
また、冬にランプがその炎を退け、泡のような隙間を断続的に残すとき、それは雨の兆候であり、また、光線が芯の上で飛び跳ねる(パチパチとはじける)とき、また、火花がその上に生じるときも同様である。
§1.15Ὄρνιθες λουόμενοι μὴ ἐν ὕδατι βιοῦντες ὕδωρ ἢ χειμῶνας σημαίνουσι.
水辺に生息しない鳥が水浴びをするのは、雨または嵐を知らせる。
καὶ φρύνη λουομένη καὶ βάτραχοι μᾶλλον ᾄδοντες σημαίνουσιν ὕδωρ.
また、ヒキガエルが水浴びをすること、およびカエルがいつもより激しく鳴くことは、雨を知らせる。
καὶ ἡ σαύρα φαινομένη, ἣν καλοῦσι σαλαμάνδραν, ἔτι δὲ καὶ χλωρὸς βάτραχος ἐπὶ δένδρου ᾄδων ὕδωρ σημαίνει.
また、「サラマンドラ」と呼ばれるトカゲが現れること、さらにはアマガエルが木の上で鳴くことも、雨を知らせる。
χελιδόνες τῇ γαστρὶ τύπτουσαι τὰς λίμνας ὕδωρ σημαίνουσι.
ツバメが腹で湖の面を叩くのは、雨を知らせる。
βοὺς τὴν προσθίαν ὁπλὴν λείξας χειμῶνα ἢ ὕδωρ σημαίνει.
雄牛が前脚の蹄をなめるのは、嵐または雨を知らせる。
ἐὰν δὲ εἰς τὸν οὐρανὸν ἀνακύπτων ὀσφραίνηται, ὕδωρ σημαίνει.
また、天を仰いで匂いをかぐなら、それは雨を知らせる。
§1.16Κορώνη ἐπὶ πέτρας κορυσσομένη ἣν κῦμα κατακλύζει ὕδωρ σημαίνει·
波が押し寄せる岩の上で、カラスが頭を振る(あるいは羽を整える)のは、雨を知らせる。
καὶ κολυμβῶσα πολλάκις καὶ περιπετομένη ὕδωρ σημαίνει.
また、それが何度も水に潜り、飛び回るのも、雨を知らせる。
κόραξ πολλὰς μεταβάλλειν εἰωθὼς φωνάς, τούτων ἐὰν ταχὺ δὶς φθέγξηται καὶ ἐπιρροιζήσῃ καὶ τινάξῃ τὰ πτέρα, ὕδωρ σημαίνει.
多様な鳴き声を出す習性のあるワタリガラスが、素早く二度鳴き、羽音を立て、羽を羽ばたかせるなら、それは雨を知らせる。
καὶ ἐὰν ὑετῶν ὄντων πολλὰς μεταβάλλῃ φωνὰς καὶ ἐὰν φθειρίζηται ἐπ᾿ ἐλαίας.
また、雨が降っている最中に多様な鳴き声を出すこと、およびオリーブの木の上で羽づくろいをすること。
καὶ ἐάν τε εὐδίας ἐάν τε ὕδατος ὄντος μιμῆται τῇ φωνῇ οἷον σταλαγμούς, ὕδωρ σημαίνει.
また、晴天であれ雨天であれ、その鳴き声で水滴が滴るような音を模倣するなら、それは雨を知らせる。
ἐάν τε κόρακες ἐάν τε κολοιοὶ ἄνω πέτωνται καὶ ἱερακίζωσιν, ὕδωρ σημαίνουσι.
また、ワタリガラスであれコクマルガラスであれ、上空を飛び、タカのように急降下するなら、それらは雨を知らせる。
καὶ ἐὰν κόραξ εὐδίας μὴ τὴν εἰωθυῖαν φωνὴν ἵῃ καὶ ἐπιρροιβδῇ, ὕδωρ σημαίνει.
また、晴天のときにワタリガラスが普段とは異なる声を出し、かつ羽音を立てるなら、それは雨を知らせる。