Humanitext Reader

泰奥弗拉斯托斯 · 论天气征兆 §1.1-1.8

气象征兆的概述与天体地形的指示

第 1 段,共 8 段 · 希腊语

内容简介

作者声明,基于自身观测和可靠来源记录各种天气征兆。文中解释了高山、太阳和月亮的运动、至点、分点以及月和年的划分是预测天气变化的关键指标。

§1.1I. Σημεῖα ὑδάτων καὶ πνευμάτων καὶ χειμώνων καὶ εὐδιῶν ὧδε ἐγράψαμεν καθ᾿ ὅσον ἦν ἐφικτόν, ἃ μὲν αὐτοὶ προσκοπήσαντες ἃ δὲ παρ᾿ ἑτέρων οὐκ ἀδοκίμων λαβόντες.
I. 关于雨水、风、风暴和晴天的征兆,我们在可能的范围内记述如下,其中有些是我们自己预先观测到的,有些则是从其他可靠的人那里获得的。
Τὰ μὲν οὖν ἐπὶ τοῖς ἄστροις δυομένοις καὶ ἀνατέλλουσιν ἐκ τῶν ἀστρονομικῶν δεῖ λαμβάνειν.
因此,关于星辰西没和东升的征兆,应当从天文学著作中获取。
§1.2εἰσὶ δὲ δύσεις διτταί· οἵ τε γὰρ ἀφανισμοὶ δύσεις εἰσί· τοῦτο δέ ἐστιν ὅταν ἅμα συνδύνῃ τῷ ἡλίῳ τὸ ἄστρον, καὶ ὅταν ἀνατέλλοντος δύνῃ.
西没有两种:因为隐没也是西没,这发生在星辰与太阳同时西没时,以及太阳升起而星辰西没时。
ὁμοίως δὲ καὶ ἀνατολαὶ διτταί, αἱ μὲν ἑῷοι ὅταν προανατέλλῃ τοῦ ἡλίου τὸ ἄστρον, αἱ δ᾿ ἀκρόνυχοι ὅταν ἅμα δυομένῳ ἀνατέλλῃ.
同样,东升也有两种:一种是黎明东升,即星辰在太阳之前升起;另一种是黄昏东升,即在太阳西没的同时星辰升起。
Αἱ μὲν οὖν τοῦ Ἀρκτούρου λεγόμεναι ἀνατολαὶ ἀμφοτέρως συμβαίνουσιν· ἡ μὲν γὰρ τοῦ χειμῶνος ἀκρόνυχός ἐστιν, ἡ δὲ μετωπορινὴ ἑῴα.
因此,所谓大角星的东升以这两种方式发生:冬季的东升是黄昏东升,而秋季的东升是黎明东升。
τῶν δ᾿ ἄλλων αἱ πλεῖσται τῶν ὀνομαζομένων ἑῷαι, οἷον Πλειάδος καὶ Ὠρίωνος καὶ Κυνός.
至于其他有名字的星辰,大多数的东升都是黎明东升,例如昴星团、猎户座和天狼星。
§1.3Τῶν δὲ λοιπῶν σημείων ἔνια μὲν ἴδια κατὰ πάσας χώρας ἐστὶν ἐν ὅσαις ὄρη ὑψηλὰ καὶ αὐλῶνές εἰσι, μάλιστα δὲ ὅσα πρὸς θάλασσαν καθήκει τῶν ὑψηλῶν·
在其余的征兆中,有些是所有拥有高山和深谷的土地所特有的,尤其是那些延伸至海边的高地。
τῶν τὲ γὰρ πνευμάτων ἀρχομένων τὰ νέφη προσπίπτει πρὸς τοὺς τοιούτους τόπους, καὶ μεθισταμένων εἰς τοὐναντίον ἀντιμεθίστανται καὶ ὑγρότερα γινόμενα διὰ βάρος εἰς τὰ κοῖλα συγκαθίζει.
因为当风开始吹时,云会撞击这些地方;而当风向转为相反方向时,云也反向移动,并因水分增加而变重,沉降在低洼处。
διὸ δεῖ προσέχειν οὗ ἄν τις ἱδρυμένος ᾖ.
因此,必须注意自己所处的位置。
ἔστι γὰρ ἀεί τινα λαβεῖν τοιοῦτον γνώμονα καὶ ἔστι σαφέστατα σημεῖα τὰ ἀπὸ τούτων.
因为人们总能找到这样一种指标,而且从中得出的征兆是最清晰的。
§1.4Διὸ καὶ ἀγαθοὶ γεγένηνται κατὰ τόπους τινὰς ἀστρονόμοι ἔνιοι, οἷον Ματρικέτας ἐν Μηθύμνῃ ἀπὸ τοῦ Λεπετύμνου, καὶ Κλεόστρατος ἐν Τενέδῳ ἀπὸ τῆς Ἴδης, καὶ Φαεινὸς Ἀθήνῃσιν ἀπὸ τοῦ Λυκαβηττοῦ τὰ περὶ τὰς τροπὰς συνεῖδε, παρ᾿ οὗ Μέτων ἀκούσας τὸν τοῦ ἑνὸς δέοντα εἴκοσιν ἐνιαυτῶν κύκλου συνέταξεν.
因此,在某些地方也产生了一些杰出的天文学家,例如美索姆纳的马特里凯塔斯通过雷佩提姆诺斯山,特涅多斯的克莱奥斯特拉托斯通过伊达山,以及雅典的法埃诺斯通过吕卡贝托斯山,领悟了关于至点的现象;梅顿从法埃诺斯那里听闻后,便制定了十九年的周期。
ἦν δὲ ὁ μὲν Φαεινὸς μέτοικος Ἀθήνῃσιν ὁ δὲ Μέτων Ἀθηναῖος.
法埃诺斯是雅典的侨民,而梅顿是雅典公民。
καὶ ἄλλοι δὲ τὸν τρόπον τοῦτον ἠστρολόγησαν.
其他人也以这种方式观测天象。
§1.5Ἄλλα δέ ἐστι σημεῖα ἃ λαμβάνεται ἀπό τε ζώων τῶν κατ᾿ οἰκίαν καὶ ἑτέρων τινῶν τόπων καὶ παθημάτων, μάλιστα δὲ κυριώτατα ἀπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης·
还有其他从家畜以及某些其他地方和状态中获取的征兆,但最重要、最权威的是来自太阳和月亮的征兆。
ἡ γὰρ σελήνη νυκτὸς οἷον ἥλιός ἐστι· διὸ καὶ αἱ σύνοδοι τῶν μηνῶν χειμέριοί εἰσιν, ὅτι ἀπολείπει τὸ φῶς τῆς σελήνης ἀπὸ τετράδος φθίνοντος μέχρι τετράδος ἱσταμένου.
因为月亮就像是夜间的太阳;因此,每月的朔望也是多风暴的,因为从下半月第四天到上半月第四天,月光会消失。
ὥσπερ οὖν ἡλίου ἀπόλειψις γίνεται κατὰ τὸν ὅμοιον τρόπον καὶ τῆς σελήνης ἔκλειψις.
正如太阳会发生光芒消失一样,月亮也会以相似的方式发生月食。
§1.6δεῖ οὖν προσέχειν μάλιστα ταῖς ἀνατολαῖς ταῖς τούτων καὶ ταῖς δύσεσιν ὁποίας ἂν ποιῶνται τὸν βουλόμενον προγινώσκειν.
因此,渴望预知的人必须最密切地关注它们的东升和西没,以及它们是以何种状态进行的。
Πρῶτον μὲν οὖν ληπτέον ὅτι αἱ διχοτομίαι διορίζουσι τὰς ὥρας, ὥστε ἐπὶ τούτων δεῖ ἀθρεῖν καὶ ἐνιαυτὸν καὶ μῆνα καὶ ἡμέραν.
首先,应当理解,二分点界定了季节,因此必须根据这些来观察年、月和日。
διχοτομεῖ δὲ τὸν μὲν ἐνιαυτὸν Πλειάς τε δυομένη καὶ ἀνατέλλουσα· ἀπὸ γὰρ δύσεως μέχρι ἀνατολῆς τὸ ἥμισυ τοῦ ἐνιαυτοῦ ἐστίν. ὥστε δίχα τέμνεται ὁ πᾶς χρόνος.
昴星团的西没和东升将年一分为二:因为从西没到东升是半年的时间,所以全部时间被切成两半。
§1.7ὁμοίως δὲ καὶ αἱ τροπαὶ καὶ ἰσημερίαι ποιοῦσιν.
同样,至点和分点也起到了划分的作用。
οἵα τις ἂν οὖν ᾖ κατάστασις τοῦ ἀέρος Πλειάδος δυομένης, οὕτω ἔχει ὡς ἐπὶ τὸ πολὺ μέχρι τροπῶν, κἂν μεταβάλλῃ, μετὰ τροπάς· ἐὰν δὲ μὴ μεταβάλλῃ, διέχει ἕως ἰσημερίας.
因此,无论昴星团西没时空气的状况如何,它大体上会持续到至点,即使有变化,也是在至点之后;但如果不发生变化,则一直持续到分点。
κἀκεῖθεν ὡσαύτως μέχρι Πλειάδος, καὶ ἀπὸ ταύτης μέχρι τροπῶν θερινῶν, καὶ ἐντεῦθεν μέχρι ἰσημερίας, καὶ ἀπὸ ἰσημερίας μέχρι Πλειάδος δύσεως.
从那里同样持续到昴星团东升,从东升持续到夏至,从夏至持续到分点,再从分点持续到昴星团西没。
§1.8Ὡς δ᾿ αὕτως ἔχει καὶ περὶ τὸν μῆνα ἕκαστον· διχοτομοῦσι γὰρ αἵ τε πανσέληνοι καὶ αἱ ὀγδόαι καὶ αἱ τετράδες, ὥστε ἀπὸ νουμηνίας ὡς ἀπ᾿ ἀρχῆς δεῖ σκοπεῖν.
对于每个月也是完全相同的:满月、初八和初四将其一分为二,因此必须将新月作为起点进行观察。
μεταβάλλει γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐν τῇ τετράδι, ἐὰν δὲ μή, ἐν τῇ ὀγδόῃ, εἰ δὲ μή, πανσελήνῳ· ἀπὸ δὲ πανσελήνου εἰς ὀγδόην φθίνοντος, καὶ ἀπὸ ταύτης εἰς τετράδα, ἀπὸ δὲ τετράδος εἰς τὴν νουμηνίαν.
因为天气大体上在第四天发生变化,如果没有,则在第八天,如果没有,则在满月;而从满月到下半月第八天,又从那天到第四天,再从第四天到新月。

词汇与语法注释

  1. §1.2ἀνατέλλοντος — 属格分词 ἀνατέλλοντος 作为属格独立结构,省略了在上下文里显而易见的逻辑主语 ἡλίου(太阳),表示“当太阳升起时(星辰西没)”。
  2. §1.4τοῦ ἑνὸς δέοντα εἴκοσιν — 表示“十九”的惯用表达,字面意思是“缺一的二十”。分词 δέοντα(缺少)与数词连用,表示从二十中减去一。
  3. §1.5τετράδος φθίνοντος — 雅典历法中表示日期的惯用语。属格阳性分词 φθίνοντος(渐残的、亏缺的)修饰省略的单数名词 μηνός(月),指下半月的第四天(即第27天或第24天左右);而 ἱσταμένου(渐盈的、开始的)则指上半月的第四天(即初四)。

引用这一段

泰奥弗拉斯托斯, 论天气征兆 §1.1-1.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.ogl002.humanitext-grc1:1.1-1.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。