Humanitext Reader

泰奥弗拉斯托斯 · 论天气征兆 §1.17-1.25

依鸟类行为与山岳雷电预测降雨的征兆

第 3 段,共 8 段 · 希腊语

内容简介

本文列举了通过鹰、苍鹭等鸟类行为、许墨托斯山与皮立翁山的云气、雷电的方向、巨蟹座天象等各种自然现象预测雨水或风暴的征兆,并论述了冬季降水量与春季气候的关系以及有益雨水的性质。

§1.17Ἐὰν ἱέραξ ἐπὶ δένδρου καθεζόμενος καὶ εἴσω εἰσπετόμενος φθειρίζηται, ὕδωρ σημαίνει.
如果一只鹰栖息在树上并飞入内部整理羽毛,则预示着雨水。
καὶ θέρους ὅταν πολλοὶ ἀθρόοι φανῶσιν ὄρνιθες οἳ βιοτεύουσιν ἐν νήσῳ, ὕδωρ σημαίνουσιν· ἐὰν δὲ μέτριοι, ἀγαθὸν αἰξὶ καὶ βοτοῖς, ἐὰν δὲ πολλοὶ ὑπερβολῇ, αὐχμὸν ἰσχυρόν.
在夏季,如果许多栖息在岛上的鸟类成群出现,它们预示着雨水;但如果数量适中,则对山羊和牲畜有利,如果过分多,则预示着严重干旱。
ὅλως δὲ ὄρνιθες καὶ ἀλεκτρυόνες φθειριζόμενοι ὑδατικὸν σημεῖον, καὶ ὅταν μιμῶνται ὕδωρ ὡς ὗον.
总的来说,鸟类和公鸡整理羽毛是多雨的征兆,以及当它们模仿水,如同下雨一般时也是如此。
§1.18Καὶ ἡ νῆττα ἥμερος ὑπιοῦσα ὑπὸ τὰ γεῖσα ἀποπτερυγίζηται, ὕδωρ σημαίνει, ὁμοίως δὲ καὶ κολοιοὶ καὶ ἀλεκτρυόνες, ἐάν τε ἐπὶ λίμνῃ ἢ θαλάττῃ ἀποπτερυγίζωνται, ὡς νῆττα ὕδωρ σημαίνει.
如果一只家鸭走进檐下并拍打翅膀,则预示着雨水;同样,寒鸦和公鸡如果是在湖上或海上拍打翅膀,也与家鸭相同,预示着雨水。
καὶ ἐρωδιὸς ὄρθριον φθεγγόμενος ὕδωρ ἢ πνεῦμα σημαίνει· καὶ ἐὰν ἐπὶ θάλατταν πετόμενος βοᾷ, μᾶλλον ὕδατος σημεῖον ἢ πνεύματος, καὶ ὅλως βοῶν ἀνεμῶδες.
苍鹭在清晨鸣叫预示着雨水或风;如果它飞向大海时叫喊,则更是雨水而非风的征兆,总的来说,苍鹭飞时叫喊是多风的征兆。
§1.19Καὶ ὁ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ ἐὰν φθέγξηται ἔωθεν, ὕδωρ σημαίνει ἢ χειμῶνα.
如果一只燕雀在有人居住的房子里清晨鸣叫,则预示着雨水或风暴。
καὶ χύτρα σπινθηρίζουσα πᾶσα περίπλεως ὕδατος σημεῖον.
整体上散发火花的锅也是雨水的征兆。
καὶ ἴουλοι πολλοὶ πρὸς τοῖχον ἕρποντες ὑδατικόν.
许多马陆向墙壁爬行是多雨的征兆。
δελφὶς παρὰ γῆν κολυμβῶν καὶ ἀναδυόμενος πυκνὰ ὕδωρ ἢ χειμῶνα σημαίνει.
海豚在陆地附近频繁潜水和浮出预示着雨水或风暴。
§1.20Ὕμηττος ἐλάττων, ἄνυδρος καλούμενος, ἐὰν τῷ κοίλῳ νεφέλιον ἔχῃ, ὕδατος σημεῖον· καὶ ἐὰν ὁ μέγας Ὕμηττος τοῦ θέρους ἔχῃ νεφέλας ἄνωθεν καὶ ἐκ πλαγίου, ὕδατος σημεῖον.
被称为“无水”的较小的许墨托斯山,如果其凹处有小云朵,这是雨水的征兆;如果巨大的许墨托斯山在夏季的上方和侧面有云,则是雨水的征兆。
καὶ ἐὰν ὁ ἄνυδρος Ὕμηττος λευκὰς ἔχῃ ἄνωθεν καὶ ἐκ πλαγίου.
如果无水的许墨托斯山在上方和侧面有白云,也是如此。
καὶ ἐὰν περὶ ἰσημερίαν λὶψ πνεύσῃ, ὕδωρ σημαίνει.
如果在秋分时节刮起西南风,预示着雨水。
§1.21Αἱ δὲ βρονταὶ αἱ μὲν χειμεριναὶ καὶ ἑωθιναὶ μᾶλλον ἄνεμον ἢ ὕδωρ σημαίνουσιν· αἱ δὲ θεριναὶ μεσημβρίας καὶ ἑσπεριναὶ βρονταὶ ὑδατικὸν σημεῖον.
冬季和清晨的雷声更多预示着风而非雨水;而夏季正午和傍晚的雷声则是多雨的征兆。
ἀστραπαὶ δὲ ἐάν γε πανταχόθεν γένωνται, ὕδατος ἂν ἢ ἀνέμου σημεῖον, καὶ ἑσπεριναὶ ὡσαύτως.
如果闪电从四面八方亮起,则是雨水或风的征兆,傍晚的闪电也是如此。
καὶ ἐὰν ἀκρορίας νότου πνέοντος νοτόθεν ἀστράψῃ, ὕδωρ σημαίνει ἢ ἄνεμον.
如果在刮南风时,闪电从山峰的南方亮起,则预示着雨水或风。
καὶ ζέφυρος ἀστράπτων πρὸς βορείου ἢ χειμῶνα ἢ ὕδωρ σημαίνει.
而西风向北闪电则预示着风暴或雨水。
καὶ θέρους αἱ ἑσπέριαι ἀστραπαὶ ὕδωρ αὐτίκα σημαίνουσιν ἢ τριῶν ἡμερῶν.
在夏季,傍晚的闪电预示着立刻或在三天之内下雨。
καὶ ὀπώρας βορρᾶθεν ἀστραπαὶ ὑδατικὸν σημεῖον.
在晚秋,从北方亮起的闪电是多雨的征兆。
§1.22Ἡ Εὔβοια ὅταν διαζωσθῇ μέση, ὕδωρ διὰ ταχέων.
当埃维亚岛中部被云气环绕时,很快就会下雨。
καὶ ἐὰν ἐπὶ τὸ Πήλιον νεφέλη προσίζῃ. ὅθεν ἂν προσίζῃ, ἐντεῦθεν ὕδωρ ἢ ἄνεμον σημαίνει.
如果云彩停留在皮立翁山上,无论它从哪个方向停留,都预示着那个方向会有雨水或风。
ὅταν ἶρις γένηται, ἐπισημαίνει· ἐάν τε πολλαὶ ἴριδες γένωνται, σημαίνει ὕδωρ ἐπὶ πολύ.
当虹出现时,它预示着天气的改变;如果出现多道虹,则预示着长期的雨水。
ἄλλὰ πολλάκις καὶ οἱ ὀξεῖς ἥλιοι, ὅταν ἐκ νεφέλης.
但常常烈日从云中出现时也预示着相同的情况。
μύρμηκες ἐν κοίλῳ χωρίῳ ἐὰν τὰ ᾠὰ ἐκφέρωσιν ἐκ τῆς μυρμηκιᾶς ἐπὶ τὸ ὑψηλὸν χωρίον, ὕδωρ σημαίνουσιν, ἑὰν δὲ καταφέρωσιν, εὐδίαν.
如果蚂蚁在低洼处把卵从蚁穴搬往高处,它们预示着雨水,如果搬下来则预示着晴天。
ἑὰν παρήλιοι δύο γένωνται καὶ ὁ μὲν νοτόθεν ὁ δὲ βορρᾶθεν, καὶ ἅλως ἅμα ὕδωρ διὰ ταχέων σημαίνουσι.
如果出现两个幻日,一个在南一个在北,且同时出现晕,它们预示着很快会有雨。
καὶ ἅλως αἱ μέλαιναι ὑδατικὸν καὶ μᾶλλον αἱ δείλης.
黑色的晕是多雨的征兆,尤其是傍晚的晕。
§1.23Ἐν τῷ Καρκίνῳ δύο ἀστέρες εἰσίν, οἱ καλούμενοι Ὄνοι, ὧν τὸ μεταξὺ τὸ νεφέλιον ἡ Φάτνη καλουμένη.
在巨蟹座中有两颗星,被称为“驴”,它们之间的小云被称为“马槽”。
τοῦτο ἐὰν ζοφῶδες γένηται, ὑδατικόν.
如果这片云变得暗淡,则是多雨的征兆。
ἐὰν μὴ ἐπὶ Κυνὶ ὕσῃ ἢ ἐπὶ Ἀρκτούρῳ, ὡς ἐπὶ τὸ πολὺ πρὸς ἰσημερίαν ὕδωρ ἢ ἄνεμος.
如果在犬星或大角星升起时不降雨,大体上在秋分时节会有雨或风。
καὶ τὸ δημόσιον τὸ περὶ τὰς μυίας λεγόμενον ἀληθές· ὅταν γὰρ δάκνωσι σφόδρα, ὕδατος σημεῖον.
关于苍蝇的俗语也是真的;因为当它们狠狠叮咬时,这是雨水的征兆。
σπίνος φθεγγόμενος ἕωθεν μὲν ὕδωρ σημαίνει ἢ χειμῶνα, δείλης δὲ ὕδωρ.
燕雀在清晨鸣叫预示着雨水或风暴,在傍晚则预示着雨水。
§1.24Τῆς δὲ νυκτὸς ὅταν τὸν Ὕμηττον κάτωθεν τῶν ἄκρων νεφέλη διαζώσῃ λευκὴ καὶ μακρά, ὕδωρ γίνεται ὡς τὰ πολλὰ μετρίων ἡμερῶν.
在夜间,当一条白色且长条的云彩环绕许墨托斯山的山顶下方时,大体上在数日之内会下雨。
καὶ ἐὰν ἐν Αἰγίνῃ ἐπὶ τοῦ Διὸς τοῦ Ἑλλανίου νεφέλη καθίζηται, ὡς τὰ πολλὰ ὕδωρ γίνεται.
如果在埃吉纳岛上,云彩停留在赫兰尼乌斯的宙斯之山上,大体上会下雨。
ἐὰν ὕδατα πολλὰ γίνηται χειμερινά, τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται αὐχμηρόν· ἐὰν δ᾿ αὐχμηρὸς ὁ χειμών, τὸ ἔαρ ὑδατῶδες.
如果冬季降雨很多,春季大体上会干旱;但如果冬季干旱,春季则多雨。
ὅταν χιόνες πολλαὶ γίνωνται, ὡς τὰ πολλὰ εὐετηρία γίνεται.
当降雪很多时,大体上会是丰收的一年。
§1.25Φασὶ δέ τινες καὶ εἰ ἐν ἄνθραξι λαμπρὰ χάλαζα ἐπιφαίνηται, χάλαζαν προσημαίνειν ὡς τὰ πολλά· ἐὰν δὲ ὥσπερ κέγχροι μικροὶ λαμπροὶ πολλοί, ἀνέμου μὲν ὄντος εὐδίαν, μὴ ἀνέμου δὲ ὕδωρ ἢ ἄνεμον.
也有人说,如果炭火中出现明亮的“冰雹”,大体上预示着冰雹;但如果出现许多细小明亮如粟粒般的光点,在有风时预示着晴天,无风时则预示着雨水或风。
ἔστι δ᾿ ἄμεινον πρῶτον γίνεσθαι βόρειον ὕδωρ νοτίου καὶ τοῖς φυομένοις καὶ τοῖς ζῴοις· δεῖ δὲ γλυκὺ εἶναι καὶ μὴ ἁλμυρὸν τοῖς γευομένοις.
无论对植物还是动物而言,先下北方的雨比南方的雨更好;且对于尝它的人来说,它必须是甘甜的而非咸的。
καὶ ὅλως ἔτος βέλτιον νοτίου βόρειον καὶ ὑγιεινότερον.
总的来说,北风年份比南风年份更好且更健康。
καὶ ὅταν πάλιν ὀχεύωνται πρόβατα ἢ αἶγες, χειμῶνος μακροῦ σημεῖον.
当绵羊或山羊再次交尾时,这是长冬的征兆。

词汇与语法注释

  1. 1.17ὡς ὗον — 此处的 ὗον 是动词 ὕω(下雨)的现在活动分词中性单数,与连词 ὡς 连用,被解释为非人称分词结构,意为“如同下雨一般”。它描述了鸟类通过抖动羽毛或戏水来模拟下雨场景的行为。
  2. 1.20λευκὰς ἔχῃ — 在阴性宾格复数形容词 λευκάς 之后,根据前一句的结构(νεφέλας ἄνωθεν καὶ ἐκ πλαγίου),判断省略了阴性名词 νεφέλας。因此翻译时补出“白色的[云]”。
  3. 1.22διαζωσθῇ μέση — 由动词 διαζώννυμι(环绕、束带)的被动语态、主语 Εὔβοια(埃维亚岛,此处指其山脉)以及谓语性形容词 μέση(中部)结合而成。指埃维亚山脉中部被一圈云雾环绕的视觉气象现象。
  4. 1.25ἐν ἄνθραξι λαμπρὰ χάλαζα — 此处的 χάλαζα(冰雹)是一个比喻,指燃烧的炭火(ἄνθραξ)中出现的明亮白色的灰烬或煤渣(或局部的火花聚集物)。这里提出它由于视觉相似性而预示着实际的“冰雹(χάλαζα)”。

引用这一段

泰奥弗拉斯托斯, 论天气征兆 §1.17-1.25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0093.ogl002.humanitext-grc1:1.17-1.25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。