Humanitext Reader

亚里士多德 · 论灵魂(抄本E异文,残篇) §4#1

作为触觉媒介的肉与器官的中道性

第 6 段,共 7 段 · 希腊语

内容简介

亚里士多德探讨了触觉的机制,指出肉和舌头作为媒介物,类似于其他感觉中的空气和水。他还解释说,触觉器官在潜在上具有中道的性质,并因此能够判别对立的感觉对象。

§4#1## IV lib. II, 423b8—424b18 εἴρηται πρότερον ὅτι καὶ διʼ ὑμένος ἂν πάντων αἰσθανοίμεθα τῶν ἁπτῶν, κἂν εἰ λανθάνοι διείργων, ὁμοίως ἂν ἔχοιμεν ὥσπερ νῦν ἐν τῷ ὕδατι καὶ ἐν τῷ ἀέρι· δοκοῦμεν γὰρ αὐτῶν θιγγάνειν καὶ οὐθὲν εἶναι διὰ μέσου.
以前已经说过,即使通过一层膜,我们也能够感知到所有可触之物,即使我们没有注意到它的阻隔,我们也会处于像现在在水中和在空气中一样的情形;因为我们觉得直接触碰到了它们,而中间什么都没有。
ἀλλὰ διαφέρει τούτῳ τὰ ἁπτὰ τῶν ὁρατῶν καὶ ψοφητικῶν, ὅτι ἐκείνων αἰσθανόμεθα τῷ τὸ μεταξὺ ποιεῖν τι ἡμᾶς, τῶν δʼ ἁπτῶν οὐχ ὑπὸ τοῦ μεταξὺ ἀλλʼ ἅμα τῷ μεταξύ, ὥσπερ οἱ διὰ τῆς ἀσπίδος πληvγέντες· οὐδὲ γὰρ ἡ ἀσπὶς πληγεῖσα ἐπάταξεν, ἀλλʼ ἅμα ἀμφοῖν συνέβη πληγῆναι.
然而,可触之物与可见之物及发声之物的不同之处在于:对于后者,我们是通过媒介物对我们产生某种作用来感知的;而对于可触之物,则不是通过媒介物,而是与媒介物同时被感知,就像透过盾牌被打的人一样;因为并不是盾牌被打之后才去击打人,而是两者同时被打。
ὅλως δʼ ἔοικε καὶ ἡ σὰρξ καὶ ἡ γλῶττα, ὡς ὁ ἀὴρ καὶ τὸ ὕδωρ πρὸς τὴν ὄψιν καὶ τὴν ἀκοὴν καὶ ὄσφρησιν ἔχουσιν, οὕτως ἔχειν πρὸς τὸ αἰσθητήριον ὥσπερ ἐκείνων ἕκαστον.
总的来说,肉和舌头对于感觉器官的关系,似乎就像空气和水对于视觉、听觉和嗅觉的关系一样,正像它们中的每一个对于后者的关系。
αὐτοῦ δὲ τοῦ αἰσθητηρίου ἁπτομένου οὔτʼ ἐκεῖ οὔτʼ ἐνταῦθα γένοιτʼ ἂν αἴσθησις, οἷον εἴ τις τὸ σῶμα τὸ λευκὸν ἐπὶ τοῦ ὄμματος θείη τὸ ἔσχατον.
但是,如果是感觉器官本身受到触碰,那么无论在前者还是在后者的情况下,都不会产生感觉,就像有人把白色的物体直接放在眼球表面上一样。
ᾗ καὶ δῆλον ὅτι ἐντὸς τὸ τοῦ ἁπτοῦ αἰσθητικόν.
由此也显而易见,可触之物的感觉器官是在内部的。
οὕτω γὰρ ἂν συμβαίνοι ὅπερ ἐπὶ τῶν ἄλλων· ἐπιτιθεμένου γὰρ ἐπὶ τὸ αἰσθητήριον οὐκ αἰσθάνεται, ἐπὶ δὲ τὴν σάρκα ἐπιτιθεμένου αἰσθάνεται· ὥστε μεταξὺ ἄρα τοῦ ἁπτικοῦ ἡ σάρξ.
因为如果是这样,就会发生与其他感觉相同的情况:即直接放在感觉器官上时无法感知,而放在肉上时则能感知;因此,肉显然是触觉器官的媒介物。
ἁπταὶ μὲν οὖν εἰσὶν αἱ διαφοραὶ τοῦ σώματος ᾗ σῶμα· λέγω δὲ διαφοράς, αἷς τὰ στοιχεία διορίζουσι, θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, περὶ ὧν εἴρηται πρότερον ἐν τοῖς περὶ τῶν στοιχείων.
那么,可触之物是物体作为物体的差异;我所说的差异,是指人们借以规定元素的东西,即热与冷、干与湿,关于这些,以前在关于元素的论著中已经讨论过。
τὸ δὲ αἰσθητήριον αὐτῶν τὸ ἁπτικόν, καὶ ἐν ᾧ ἡ καλουμένη ἁρὴ ὑπάρχει πρώτῳ, τό δυνάμει τοιοῦτόν ἐστι μόριον· τὸ γὰρ αἰσθάνεσθαι πάσχειν τί ἐστιν· ὥστε τὸ ποιοῦν οἷον αὐτὸ ἐνεργείᾳ τοιοῦτον ποιεῖ ἐκεῖνο τὸ δυνάμει ὄν.
而它们感觉器官,即触觉器官——也是所谓的触觉首要存在于其中的部位——是潜在地具有此种性质的部位;因为感知是某种受动;因此,施动者使潜在地具有此种性质的东西变得像它自身那样,即在现实上具有此种性质。
διὸ τοῦ ὁμοίως θερμοῦ ἢ ψυχροῦ, ἢ σκληροῦ ἢ μαλακοῦ, οὐκ αἰσθανόμεθα, ἀλλὰ τῶν ὑπερβολῶν, ὡς ἂν τῆς αἰσθήσεως οἷον μεσότητός τινος οὔσης τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως.
因此,我们无法感知同样热或冷、或者同样硬或软的东西,而只能感知过度(有差异)的东西,因为感觉就像是感觉对象中存在的对立关系之中的某种中道。
καὶ διὰ τοῦτο κρίνει τὰ αἰσθητά.
正因为如此,它能判别感觉对象。
τὸ γὰρ μέσον κριτικόν· γίνεται γὰρ πρὰς ὁποτερονοῦν αὐτῶν θάτερον τῶν ἄκρων·
因为中道具有判别能力;因为相对于两极中的任意一极,它就变成了另一极。
καὶ δεῖ ὥσπερ τὸ μέλλον λευκοῦ αἰσθάνεσθαι ἢ μέλανος μηδέτερον εἶναι ἐνεργείᾳ, ἀλλὰ δυνάμει, οὕτω δὴ καὶ ἐπὶ τῶν ἄλλων, καὶ ἐπὶ τῆς ἁφῆς μήτε θερμὸν μήτε ψυχρόν.
正如将要感知白色或黑色之物的东西,在现实上必须既非白色亦非黑色,而只能在潜在上是如此,同样地,对于其他感觉也是如此,而在触觉的情况下,也必须既不热也不冷。
ἔτι δʼ ὥσπερ τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου ἧν πως ἡ ὄψις, ὁμοίως δὲ καὶ αἱ ἄλλαι τῶν ἀντικειμένων, οὕτω καὶ ἡ ἁρὴ τοῦ ἁπτοῦ καὶ ἀνάπτου·
此外,正如视觉在某种意义上既针对可见之物也针对不可见之物,同样地,其他感觉也针对其对立面,触觉也既针对可触之物,也针对不可触之物。
ἄναπτον δὲ τό τε μικρὰν πάμπαν ἔχον διαφορὰν τῶν ἁπτῶν, οἶον πέπονθεν ὁ ἀήρ, καὶ αἱ ὑπερβολαὶ τῶν ἁπτῶν, ὥσπερ τὰ φθαρτικά.
不可触之物是指那些在可触品质上差异极其微小之物(正如空气的情况一样),以及可触品质的过度之物,例如那些具有破坏性的东西。
καθʼ ἑκάστην μὲν οὖν αἴσθησιν εἴρηται ὡς ἐν τύπῳ εἰπεῖν.
因此,关于每一种感觉,可以说已经作了简要的说明。

词汇与语法注释

  1. 423b14τῷ τὸ μεταξὺ ποιεῖν τι ἡμᾶς — 由与格冠词 τῷ 引导的不定式短语。不定式 ποιεῖν 的逻辑主语是宾格的 τὸ μεταξύ,而另一个宾格 ἡμᾶς 则是 ποιεῖν 的宾语(或受影响的对象)。这解释了感觉的机制,即媒介物对我们产生作用。
  2. 423b19ὥσπερ ἐκείνων ἕκαστον — 比较从句 ὥσπερ 中的省略结构。主语是 ἐκείνων ἕκαστον(它们中的每一个,即空气或水),前句中的动词短语 ἔχει πρὸς τὴν ὄψιν καὶ τὴν ἀκοὴν καὶ ὄσφρησιν(对于视觉、听觉和嗅觉具有某种关系)在此被省略。
  3. 424a4ὡς ἂν τῆς αἰσθήσεως οἷον μεσότητός τινος οὔσης — 带有连词 ὡς 的属格独立结构。这里伴有表示潜在或假设的小词 ἄν,表示一种假设性或比喻性的原因或状态:“仿佛感觉是一种中道”。它规定了感觉作为判定对立感觉对象之标准的本质。

引用这一段

亚里士多德, 论灵魂(抄本E异文,残篇) §4#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg052.humanitext-grc1:4%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。